← プルタルコス

カエサル伝

§58.1-58.5

パルティア遠征計画と壮大な公共事業構想

カエサルは官職配分により有力者を懐柔し、一日だけの執政官を任命してキケロに揶揄される。さらに満たされぬ野心からパルティア親征と世界周回遠征、地峡開削や河川改修、湿地干拓や港湾整備などの壮大な大土木事業を計画・準備する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§58.1

τῶν δὲ δυνατῶν τοῖς μὲν ὑπατείας καὶ στρατηγίας εἰς τοὐπιὸν ἐπηγγέλλετο, τοὺς δʼ ἄλλαις τισὶν ἐξουσίαις καὶ τιμαῖς παρεμυθεῖτο, πᾶσι δὲ ἐλπίζειν ἐνεδίδου, μνηστευόμενος ἄρχειν ἑκόντων, ὡς καὶ Μαξίμου τοῦ ὑπάτου τελευτήσαντος εἰς τὴν περιοῦσαν ἔτι τῆς ἀρχῆς μίαν ἡμέραν ὕπατον ἀποδεῖξαι Κανίνιον Ῥεβίλιον.1 πρὸς ὅν, ὡς ἔοικε, πολλῶν δεξιώσασθαι καὶ προπέμψαι βαδιζόντων ὁ Κικέρων, σπεύδωμεν, ἔφη, πρὶν φθάσῃ τῆς ὑπατείας ἐξελθὼν ὁ ἄνθρωπος.2

他方、実力者たちに対しては、ある者には将来の執政官職や法務官職を約束し、他の者には別の権限や名誉を与えて慰撫し、すべての人々に希望を抱かせた。彼は人々が自発的に服従する統治を望んでいたのであり、執政官マクシムスが世を去った際にも、その任期の残りわずか一日のためにカニニウス・レビルスを執政官に任命したほどであった。伝えられるところによれば、祝意を述べ見送るために多くの人々が彼のもとへ向かうのを見て、キケロは言った。 「急ごうではないか、あの男が執政官職を退任してしまう前に。」

§58.2

ἐπεὶ δὲ τὸ φύσει μεγαλουργὸν αὑτοῦ καὶ φιλότιμον αἱ πολλαὶ κατορθώσεις οὐ πρὸς ἀπόλαυσιν ἔτρεπον τῶν πεπονημένων, ἀλλʼ ὑπέκκαυμα καὶ θάρσος οὖσαι πρὸς τὰ μέλλοντα μειζόνων ἐνέτικτον ἐπινοίας πραγμάτων καὶ καινῆς ἔρωτα δόξης ὡς ἀποκεχρημένῳ τῇ παρούσῃ,3 τὸ μὲν πάθος οὐδὲν ἦν ἕτερον ἢ ζῆλος αὑτοῦ καθάπερ ἄλλου καὶ φιλονεικία τις ὑπὲρ τῶν μελλόντων πρὸς τὰ πεπραγμένα, παρασκευὴ δὲ καὶ γνώμη στρατεύειν μὲν ἐπὶ Πάρθους, καταστρεψαμένῳ δὲ τούτους, καὶ διʼ Ὑρκανίας παρὰ τὴν Κασπίαν θάλασσαν καὶ τόν Καύκασον ἐκπεριελθόντι τόν Πόντον, εἰς τὴν Σκυθικὴν ἐμβαλεῖν, καὶ τὰ περίχωρα Γερμανοῖς καὶ Γερμανίαν αὐτὴν ἐπιδραμόντι διὰ Κελτῶν ἐπανελθεῖν εἰς Ἰταλίαν, καὶ συνάψαι τόν κύκλον τοῦτον τῆς ἡγεμονίας τῷ πανταχόθεν Ὠκεανῷ περιορισθείσης.

しかし、数々の成功も彼の生まれついての偉業への志と野心をなし遂げたことの享受へと向かわせることはなく、むしろ未来への油を注ぎ勇気を与え、まるで現在受けている栄誉を使い果たしてしまったかのように、より大きな事業の着想と新たな名声への渇望を生み出すものであった。その情熱は、あたかも他者に対するかのように自分自身に対抗し、なし遂げられた事跡に対して将来の事柄のために争いを挑むということに他ならなかった。そして計画と決意は、まずパルティア遠征を行い、彼らを屈服させたのちはヒュルカニアを経てカスピ海とカウカソスに沿ってポントス海を迂回し、スキティアに侵入し、ゲルマニアの隣接地域とゲルマニア本土を駆け巡ったのちケルト人たちの地を通ってイタリアに帰還し、全方位でオケアノスによって限界を画されたこの覇権の輪を完結させるというものであった。

§58.4

διὰ μέσου δὲ τῆς στρατείας4 τόν τε Κορίνθιον Ἰσθμὸν ἐπεχείρει διασκάπτειν, Ἀνιηνὸν ἐπὶ τούτῳ προχειρισάμενος, καὶ τόν Τίβεριν εὐθὺς ἀπὸ τῆς πόλεως ὑπολαβὼν διώρυχι βαθείᾳ καὶ περικλάσας ἐπὶ τὸ Κιρκαῖον ἐμβαλεῖν εἰς τὴν πρὸς Ταρρακίνῃ θάλατταν, ἀσφάλειαν ἅμα καὶ ῥᾳστώνην τοῖς διʼ ἐμπορίας φοιτῶσιν εἰς Ῥώμην μηχανώμενος·

またこの遠征の準備と並行して、彼はコリントス地峡の開削を試みてアニエヌスをこの任に充て、さらにテヴェレ川を都市から直ちに深い運河へと導き、キルケイオンへと迂回させてタッラキナに臨む海へと注がせることで、通商のためにローマへと往来する者たちに安全と利便を同時に図ろうとしていた。

§58.5

πρὸς δὲ τούτοις τὰ μὲν ἕλη τὰ περὶ Πωμεντῖνον καὶ Σητίαν ἐκτρέψας πεδίον ἀποδεῖξαι πολλαῖς ἐνεργὸν ἀνθρώπων μυριάσι, τῇ δὲ ἔγγιστα τῆς Ῥώμης θαλάσσῃ κλεῖθρα διὰ χωμάτων ἐπαγαγών, καὶ τὰ τυφλὰ καὶ δύσορμα τῆς Ὠστιανῆς ἠϊόνος ἀνακαθηράμενος, λιμένας ἐμποιήσασθαι καὶ ναύλοχα πρὸς τοσαύτην ἀξιόπιστα ναυτιλίαν. καὶ ταῦτα μὲν ἐν παρασκευαῖς ἦν.

これらに加えて、ポメンティヌスとセティアの周辺の湿地を排水して数万の人々が耕作できる平野へと変貌させ、ローマに最も近い海には突堤による防波堤を設け、オスティアの海岸の暗礁や投錨困難な場所を浚渫して、このような大規模な航行に耐えうる港湾と停泊地を整備しようとした。そしてこれらは着々と準備の段階にあったのである。

構文注4 件
  1. 58.1ὡς καὶ Μαξίμου τοῦ ὑπάτου τελευτήσαντος εἰς τὴν περιοῦσαν ἔτι τῆς ἀρχῆς μίαν ἡμέραν ὕπατον ἀποδεῖξαι Κανίνιον Ῥεβίλιον

    接続詞 ὡς は ὥστε と同様に結果(程度)の節を導き、不定詞 ἀποδεῖξαι を伴って「〜するほどであった」の意を成す。前置詞句 εἰς τὴν ... μίαν ἡμέραν は時間的期間の限界(「残りの一日のために/任期として」)を表し、中間にある Μαξίμου ... τελευτήσαντος は属格独立構文(時・原因)である。

  2. 58.1πρὶν φθάσῃ τῆς ὑπατείας ἐξελθὼν ὁ ἄνθρωπος

    動詞 φθάνω(接続法過去 φθάσῃ)に分詞 ἐξελθών が補足的に結合する慣用構文で、「彼が執政官職を退く前に(先に退任してしまわないうちに)」を表す。πρίν は主節の促し(勧告の接続法 σπεύδωμεν)を受けて接続法を取り、時を表す副詞節を形成している。

  3. 58.2ὡς ἀποκεχρημένῳ τῇ παρούσῃ

    ὡς に完了分詞与格(男性単数)ἀποκεχρημένῳ が結びついた句で、意味上の主語であるカエサルの主観的判断・態度(「すでに現有の栄光を使い果たしてしまったかのように」)を表す。与格形をとるのは、直前の文脈で言及されているカエサル個人を念頭に置いた人称の与格(あるいは判断主体の与格)の機能による。

  4. 58.4διὰ μέσου δὲ τῆς στρατείας

    空間的表現(「遠征の中途で」)とも時間的表現(「遠征の準備の間/最中に」)とも解釈しうるが、後続する運河や地峡開削の準備がローマ周辺や地峡で行われ、遠征の出立前に進行していたことから、ここでは「遠征の準備と並行して/その合間に」という時間的・状況的推移を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:58.1-58.5