- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:54.1-54.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサルは自害したカトーに複雑な感情を抱き、後に弁論家キケロがカトーを称賛する書を著したことに対抗して『反カトー』を著した。
Κάτωνα δὲ λαβεῖν ζῶντα φιλοτιμούμενος ἔσπευδε πρὸς Ἰτύκην ἐκείνην γὰρ παραφυλάττων τὴν πόλιν οὐ μετέσχε τοῦ ἀγῶνος, πυθόμενος δὲ ὡς ἑαυτὸν ὁ ἀνὴρ διεργάσαιτο, δῆλος μὲν ἦν δηχθείς, ἐφʼ ᾧ δὲ ἄδηλον. εἶπε δʼ οὖν ὦ Κάτων, φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας.1 ὁ μὲν οὖν μετὰ ταῦτα γραφεὶς ὑπʼ αὑτοῦ πρὸς Κάτωνα τεθνεῶτα λόγος οὐ δοκεῖ πρᾴως ἔχοντος οὐδὲ εὐδιαλλάκτως σημεῖον εἶναι. πῶς γὰρ ἂν ἐφείσατο ζῶντος εἰς ἀναίσθητον ἐκχέας ὀργὴν τοσαύτην;
カエサルはカトーを生け捕りにすることを熱望し、ウティカへと急いだ。というのも、カトーはその町を守備していて戦闘には参加しなかったからである。しかし彼が自ら命を絶ったと聞くと、苦渋を感じたことは明らかであったが、何のためにそう感じたのかは定かではなかった。ともあれ彼はこう言った。 「カトーよ、私はお前の死を恨めしく思う。お前もまた、私にお前を救う機会を妬んで奪ったのだから。」 さて、その後カエサルによって亡きカトーに対して書かれた著作は、彼が穏やかで和解しやすい態度であったことの証拠とは思われない。というのも、感覚のない死者に対してそれほどの怒りを注ぎ出した者が、どうして生きているカトーを赦しただろうか。
τῇ δὲ πρὸς Κικέρωνα καὶ Βροῦτον αὑτοῦ καὶ μυρίους ἄλλους τῶν πεπολεμηκότων ἐπιεικείᾳ τεκμαίρονται καὶ τὸν λόγον ἐκεῖνον οὐκ ἐξ ἀπεχθείας, ἀλλὰ φιλοτιμίᾳ πολιτικῇ συντετάχθαι διὰ τοιαύτην αἰτίαν. ἔγραψε Κικέρων ἐγκώμιον Κάτωνος, ὄνομα τῷ λόγῳ θέμενος Κάτωνα· καὶ πολλοῖς ὁ λόγος ἦν διὰ σπουδῆς, ὡς εἰκός, ὑπὸ τοῦ δεινοτάτου τῶν ῥητόρων εἰς τὴν καλλίστην πεποιημένος ὑπόθεσιν.
しかし、キケロやブルートゥス、またかつて交戦した無数の他の人々に対する彼の寛容さから推し量って、あの著作も私怨からではなく、次のような理由による政治的な名誉心から執筆されたと判断する人々もいる。キケロはカトーの称賛録を書き、その論説に『カトー』と題した。そしてその論説は、最も卓越した弁論家によって最も美しい主題について作られたものとして、当然ながら多くの人々に熱心に読まれた。
τοῦτο ἠνία Καίσαρα, κατηγορίαν αὑτοῦ νομίζοντα τὸν τοῦ τεθνηκότος διʼ αὐτὸν ἔπαινον.2 ἔγραψεν οὖν πολλάς τινας κατὰ τοῦ Κάτωνος αἰτίας συναγαγών τὸ δὲ βιβλίον Ἀντικάτων ἐπιγέγραπται. καὶ σπουδαστὰς ἔχει τῶν λόγων ἑκάτερος διὰ Καίσαρα καὶ Κάτωνα πολλούς.
このことがカエサルを苛立たせた。自分のせいで死んだ者の称賛を、自らに対する告発であると考えたからである。そこで彼はカトーに対する多くの非難をかき集めて書き著した。その書は『反カトー』と題されている。そしてこの二つの論説は、カエサルとカトーのゆえに、いずれも多くの熱心な読者を持っている。
- 54.1φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας.
動詞 φθονέω(「妬む」「惜しむ」「拒む」)が、人(与格 σοι / μοι)と事由・対象(原因・剥奪の属格 τοῦ θανάτου / τῆς σωτηρίας)を伴う構文。「お前の死(という行為・名誉)をお前に惜しむ(私から奪ったことを恨む)」と「私にお前を生かす(助命の誉れを得る)ことを妬んで拒んだ」という対称的な表現になっている。
- 54.3κατηγορίαν αὑτοῦ νομίζοντα τὸν τοῦ τεθνηκότος διʼ αὐτὸν ἔπαινον.
νομίζοντα の二重対格構文で、目的語が τὸν τοῦ τεθνηκότος διʼ αὐτὸν ἔπαινον(「彼のせいで死んだ者の称賛」)、述語対格が κατηγορίαν αὑτοῦ(「自分に対する告発」;αὑτοῦ は目的格的属格)。前置詞句 διʼ αὐτόν は「カエサルのせいで(カエサルに屈するのを嫌って)」の意。
