← プルタルコス

カエサル伝

§49.1-49.5

クレオパトラとの対面とアレクサンドリア戦争

クレオパトラは寝具袋に隠れてカエサルのもとに潜入して彼を魅了し、弟との共同統治の約束を取り付けるが、側近たちの陰謀が発覚してアレクサンドリア戦争が勃発する。カエサルは水不足や艦隊の炎上、海中への脱出などの苦戦を乗り越えて勝利を収め、クレオパトラを女王として即位させたのちシリアへ向かう。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§49.1

κἀκείνη παραλαβοῦσα τῶν φίλων Ἀπολλόδωρον τὸν Σικελιώτην μόνον, εἰς ἀκάτιον μικρὸν ἐμβᾶσα τοῖς μὲν βασιλείοις προσέσχεν ἤδη συσκοτάζοντος· ἀπόρου δὲ τοῦ λαθεῖν ὄντος ἄλλως,1 ἡ μὲν εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυτήν, ὁ δὲ Ἀπολλόδωρος ἱμάντι συνδήσας τὸν στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶν πρὸς τὸν Καίσαρα, καὶ τούτῳ τε πρώτῳ λέγεται τῷ τεχνήματι τῆς Κλεοπάτρας ἁλῶναι, λαμυρᾶς φανείσης, καὶ τῆς ἄλλης ὁμιλίας καὶ χάριτος ἥττων γενόμενος διαλλάξαι πρὸς τὸν ἀδελφὸν ὡς συμβασιλεύσουσαν. ἔπειτα δʼ ἐν ταῖς διαλλαγαῖς ἑστιωμένων ἁπάντων οἰκέτης Καίσαρος κουρεύς, διὰ δειλίαν, ᾗ πάντας ἀνθρώπους ὑπερέβαλεν, οὐδὲν ἐῶν ἀνεξέταστον, ἀλλʼ ὠτακουστῶν καὶ πολυπραγμονῶν, συνῆκεν ἐπιβουλὴν Καίσαρι πραττομένην ὑπʼ Ἀχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου.

そしてクレオパトラは友人たちのうちシケリア人アポロドロスだけを連れ、小舟に乗り込んで、すでに夕暮れどき宮殿に着岸した。ほかに人目を忍ぶ手立てがなかったため、彼女は寝具袋の中に潜り込んで全身を長く伸ばし、アポロドロスが革紐で袋を縛り上げて、扉を通ってカエサルのもとへと運び入れた。カエサルはまずクレオパトラのこの機略に心奪われ、彼女のなまめかしさに打たれ、さらにその後の対話と魅力にも屈して、彼女が共同で王位に就くという条件で弟と和解させたと言われる。その後、和解の席で一同が会食していたとき、カエサルの奴隷であった理髪師が、誰よりも勝る臆病さゆえにいかなることも調べずにはおれず、立ち聞きや詮索を重ねた末、将軍アキラスと宦官ポテイノスによってカエサルに対する陰謀が企てられているのを察知した。

§49.3

φωράσας δὲ ὁ Καῖσαρ φρουρὰν μὲν περιέστησε τῷ ἀνδρῶνι, τὸν δὲ Ποθεινὸν ἀνεῖλεν ὁ δὲ Ἀχιλλᾶς φυγὼν εἰς τὸ στρατόπεδον περιΐστησιν αὐτῷ βαρὺν καὶ δυσμεταχείριστον πόλεμον, ὀλιγοστῷ τοσαύτην ἀμυνομένῳ πόλιν καὶ δύναμιν.2 ἐν ᾧ πρῶτον μὲν ἐκινδύνευσεν ὕδατος ἀποκλεισθείς· αἱ γὰρ διώρυχες ἀπῳκοδομήθησαν ὑπὸ τῶν πολεμίων δεύτερον δὲ περικοπτόμενος τὸν στόλον ἠναγκάσθη διὰ πυρὸς ἀπώσασθαι τὸν κίνδυνον, ὃ καὶ τὴν μεγάλην βιβλιοθήκην ἐκ τῶν νεωρίων ἐπινεμόμενον διέφθειρε·3

カエサルはこの陰謀を暴くと、宴席の間に護衛を配備してポテイノスを処刑した。しかしアキラスは陣営に逃れてカエサルに重く厄介な戦いを仕掛け、カエサルはごくわずかな手勢でこれほど巨大な都市と戦力を相手に防戦せざるを得なくなった。この戦いにおいて彼は、第一に飲料水を遮断されて危機に陥った。運河が敵によって塞がれてしまったからである。第二に、船団を切り離されそうになり、火を放ってこの危機を退けざるを得なかったが、その火は造船所から燃え広がって大図書館をも焼き払った。

§49.4

τρίτον δὲ περὶ τῇ Φάρῳ μάχης συνεστώσης κατεπήδησε μὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον καὶ παρεβοήθει τοῖς ἀγωνιζομένοις, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις καὶ χαλεπῶς. ὅτε καὶ λέγεται βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι4 βαλλόμενος καὶ βαπτιζόμενος, ἀλλʼ ἀνέχων ὑπὲρ τῆς θαλάσσης τὰ βιβλίδια τῇ ἑτέρᾳ χειρὶ νήχεσθαι τὸ δὲ ἀκάτιον εὐθὺς ἐβυθίσθη.

第三に、ファロス島の付近で戦闘が勃発した際、彼は突堤から小舟へと飛び降りて戦う兵たちを救援しようとしたが、エジプト兵たちが各方面から襲いかかってきたため、海に身を投じてかろうじて難を逃れ泳ぎ着いた。その際にも、多くの書類を抱えていた彼は、矢を射掛けられ水中に沈みながらもこれを手放さず、一方の手で書類を海面の上に掲げながらもう一方の手で泳いだと伝えられる。小舟のほうはたちまち沈没してしまった。

§49.5

τέλος δέ, τοῦ βασιλέως πρὸς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνάψας μάχην ἐνίκησε, πολλῶν πεσόντων αὐτοῦ τε τοῦ βασιλέως ἀφανοῦς γενομένου, καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου καὶ μικρὸν ὕστερον ἐξ αὐτοῦ τεκοῦσαν υἱόν, ὃν Ἀλεξανδρεῖς Καισαρίωνα προσηγόρευον, ὥρμησεν ἐπὶ Συρίας.

最後には、王が敵方へ合流したため、カエサルは進軍して会戦に及び、勝利を収めた。多くの者が討ち取られ、王自身も行方不明となった。そしてクレオパトラをエジプトの女王の座に残して——彼女は間もなくカエサルとの間に息子を産み、アレクサンドリア人たちはその子をカエサリオンと呼んだ——カエサルはシリアへ向けて進発した。

構文注4 件
  1. 49.1ἀπόρου δὲ τοῦ λαθεῖν ὄντος ἄλλως

    独立属格構文。τοῦ λαθεῖν は冠詞付き不定詞で、形容詞 ἀπόρου の実質的な主語(「身を隠すことが困難/不可能であること」)として機能している。

  2. 49.3ὀλιγοστῷ τοσαύτην ἀμυνομένῳ πόλιν καὶ δύναμιν

    先行する与格代名詞 αὐτῷ(カエサル)に一致する与格分詞句。ὀλιγοστός(ごくわずかな手勢を伴った)が防衛を表す分詞 ἀμυνομένῳ にかかり、「極めて少数の勢力でかくも巨大な都市と戦力を相手に防戦している彼に」という意味をなす。

  3. 49.3ὃ καὶ τὴν μεγάλην βιβλιοθήκην ἐκ τῶν νεωρίων ἐπινεμόμενον διέφθειρε

    関係代名詞 ὃ は直前の διὰ πυρός の火(πῦρ, 中性名詞)を先行詞とし、続く現在分詞 ἐπινεμόμενον も中性単数主格で火の燃え広がりを表す。文脈全体(火によって危機を退けたこと)を受けると解することも構文上不可能ではないが、動作主として図書館を焼き払ったのは造船所から広がった火そのものであるため、πῦρ への呼応と取るのが最も自然である。

  4. 49.4ὅτε καὶ λέγεται βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι

    伝聞を表す動詞 λέγεται に対する主語・分詞の主格構文(Nominativus cum Infinitivo)。主語であるカエサル自身が表に出ていないが、分詞 κρατῶν(および後続の βαλλόμενος, βαπτιζόμενος, ἀνέχων)が主格で置かれ、不定詞 μὴ προέσθαι および νήχεσθαι の意味上の主語となっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:49.1-49.5