- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:45.1-45.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ファルサロスの戦いにおいて、カエサルの伏兵部隊が顔面を狙う戦術でポンペイウスの騎兵を潰走させ、歩兵を背後から包囲した。これを見たポンペイウスは戦意を喪失して幕舎に退き、陣営に敵が迫ると変装して逃亡した。
οὕτω δὲ τῶν πεζῶν κατὰ τὸ μέσον συρραγέντων καὶ μαχομένων, ἀπὸ τοῦ κέρατος οἱ Πομπηΐου ἱππεῖς σοβαρῶς ἐπήλαυνον εἰς κύκλωσιν τοῦ δεξιοῦ τὰς ἴλας ἀναχεόμενοι· καὶ πρὶν ἢ προσβαλεῖν αὐτούς1 ἐκτρέχουσιν αἱ σπεῖραι παρὰ Καίσαρος, οὐχ, ὥσπερ εἰώθεσαν, ἀκοντίσμασι χρώμενοι τοῖς ὑσσοῖς, οὐδὲ μηροὺς παίοντες ἐκ χειρὸς ἢ κνήμας τῶν πολεμίων, ἀλλὰ τῶν ὄψεων ἐφιέμενοι καὶ τὰ πρόσωπα συντιτρώσκοντες, ὑπὸ Καίσαρος δεδιδαγμένοι τοῦτο ποιεῖν, ἐλπίζοντος ἄνδρας οὐ πολλὰ πολέμοις οὐδὲ τραύμασιν ὡμιληκότας, νέους δὲ καὶ κομῶντας ἐπὶ κάλλει καὶ ὥρᾳ, μάλιστα τὰς τοιαύτας πληγὰς ὑπόψεσθαι καὶ μὴ μενεῖν, τὸν ἐν τῷ παρόντι κίνδυνον ἅμα καὶ τὴν αὖθις αἰσχύνην δεδοικότας.
このように中央で歩兵たちが激突して戦っている中、ポンペイウスの騎兵たちは翼から、その部隊を展開して右翼を包囲すべく威風堂々と馬を進めてきた。そして彼らが突撃する前に、カエサルの方から例の歩兵大隊が駆け出してきた。彼らは慣例のように投げ槍を投擲物として用いることもなく、白兵戦で敵の腿やすねを打つこともせず、眼目を狙って顔面を刺し傷つけた。カエサルからそのようにせよと教え込まれていたからである。彼は、戦争や負傷にあまり馴染みがなく、若くて容姿と盛りの美しさを誇っている男たちは、このような打撃を何よりも忌み嫌い、当面の危険と将来の醜怪さの両方を恐れて踏みとどまらないだろうと期待していたのである。
ὃ δὴ καὶ συνέβαινεν οὐ γὰρ ἠνείχοντο τῶν ὑσσῶν ἀναφερομένων, οὐδὲ ἐτόλμων ἐν ὀφθαλμοῖς τὸν σίδηρον ὁρῶντες, ἀλλʼ ἀπεστρέφοντο καὶ συνεκαλύπτοντο φειδόμενοι τῶν προσώπων καὶ τέλος οὕτως ταράξαντας ἑαυτοὺς ἐτράποντο2 φεύγειν αἴσχιστα, λυμηνάμενοι τὸ σύμπαν εὐθὺς γὰρ οἱ μὲν νενικηκότες τούτους ἐκυκλοῦντο τοὺς πεζοὺς καὶ κατὰ νώτου προσπίπτοντες ἔκοπτον.
そしてまさにその通りになった。彼らは投げ槍が下から突き上げられるのに耐えられず、目の前に鉄を見ても立ち向かう勇気がなく、顔をかばって顔を背け、手で覆い隠した。そして最後には、このように自らを混乱に陥れたまま極めて不名誉な敗走へと転じ、全軍を破滅に導いた。というのも、彼らを打ち破った者たちは直ちに〔敵の〕歩兵を包囲し、背後から襲いかかって斬り倒したからである。
Πομπήϊος δὲ ὡς κατεῖδεν ἀπὸ θατέρου τοὺς ἱππεῖς φυγῇ σκεδασθέντας, οὐκέτι ἦν ὁ αὐτὸς οὐδʼ ἐμέμνητο Πομπήϊος ὢν Μᾶγνος,3 ἀλλʼ ὑπὸ θεοῦ μάλιστα βλαπτομένῳ τὴν γνώμην ἐοικώς ἄφθογγος ᾤχετο ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθεζόμενος ἐκαραδόκει τὸ μέλλον, ἄχρι οὗ τροπῆς ἁπάντων γενομένης ἐπέβαινον οἱ πολέμιοι τοῦ χάρακος καὶ διεμάχοντο πρὸς τοὺς φυλάττοντας.
ポンペイウスは他方の側から騎兵が逃走して散り散りになるのを見るや、もはや元の彼ではなく、自分が大ポンペイウスであることさえ忘れたかのようであった。むしろ神によって判断力を狂わされた者に最もよく似て、押し黙ったまま幕舎へと去って行き、座り込んで事の成り行きを固唾をのんで見守っていた。ついには全軍の敗走が生じ、敵が防塁に登りかかって守備兵と戦うまでになった。
τότε δὲ ὥσπερ ἔννους γενόμενος, καὶ ταύτην μόνην, ὥς φασι, φωνὴν ἀφεὶς, οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβολήν;4 ἀπεδύσατο μὲν τὴν ἐναγώνιον καὶ στρατηγικὴν ἐσθῆτα, φεύγοντι δὲ πρέπουσαν μεταλαβὼν ὑπεξῆλθεν. ἀλλʼ οὗτος μὲν οἵαις ὕστερον χρησάμενος τύχαις ὅπως τε παραδοὺς ἑαυτὸν τοῖς Αἰγυπτίοις ἀνδράσιν ἀνῃρέθη, δηλοῦμεν ἐν τοῖς περὶ ἐκείνου γράμμασιν.
その時、まるで我に返ったかのように、伝えられるところではただ一言、「何と、陣営にまでか」という声を漏らすと、戦闘用の将軍の衣を脱ぎ捨て、逃亡者にふさわしい衣服に着替えてひそかに脱出した。しかし彼がその後いかなる運命に遭い、どのようにエジプトの男たちに身を委ねて殺害されたのかは、彼に関する伝記において明らかにしている。
- 45.1πρὶν ἢ προσβαλεῖν αὐτούς
πρὶν ἤ に不定詞(προσβαλεῖν)と対格の意味上の主語(αὐτούς)が後続する構文。「彼らが突撃する前に」を表す。πρίν 単独と同様に、主節が肯定文である場合に不定詞構文を取る標準的な用法である。
- 45.3ταράξαντας ἑαυτοὺς ἐτράποντο
中動態動詞 ἐτράποντο(敗走に転じた)の主語(騎兵たち)に対して、分詞 ταράξαντας が対格をとる破格構文(アナコルソン)。不定詞 φεύγειν の意味上の主語または再帰代名詞 ἑαυτούς の格に引きずられた構文交錯、あるいは能動分詞 ταράξαντας ἑαυτούς(自らを混乱に陥れた者たちとして)が対格で置かれたものと解される。
- 45.4οὐδʼ ἐμέμνητο Πομπήϊος ὢν Μᾶγνος
記憶や認識を表す動詞 μέμνημαι に分詞(ὢν)が補足として後続する構文。分詞の意味上の主語が主節の主語(ポンペイウス)と一致するため、主格補語(Πομπήϊος... Μᾶγνος)を伴って主格分詞となる。「自分が大ポンペイウスであることを覚えていなかった(忘れたかのようであった)」の意。
- 45.5οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβολήν;
強い推論・反語的驚きを表す小辞 οὐκοῦν に前置詞句 ἐπὶ τὴν παρεμβολήν(陣営にまで)のみが置かれ、述語動詞(ἔρχονται や προσβάλλουσιν など)が省略された慣用的感嘆・反語疑問表現。「まさか陣営にまで[敵が攻め寄せる]というのか」の意。
