← プルタルコス

カエサル伝

§41.1-41.3

ポンペイウスの追撃決断とゴンポイ攻略

ポンペイウス陣営では同胞の犠牲を悼むカトーを除いて主戦論が渦巻き、嘲笑と挑発に押されたポンペイウスは不本意ながらカエサル追撃へと踏み切る。一方、苦境にあったカエサル軍はゴンポイを占領して食糧を得、深酒と狂宴によって奇跡的に疫病を脱する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§41.1

διὰ ταῦτα Πομπήϊον μάχεσθαι μὴ βουλόμενον μόνος ἐπῄνει Κάτων φειδοῖ τῶν πολιτῶν1 ὅς γε καὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ τῶν πολεμίων εἰς χιλίους τὸ πλῆθος γενομένους ἰδών ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δʼ ἄλλοι πάντες ἐκάκιζον τὸν Πομπήϊον φυγομαχοῦντα, καὶ παρώξυνον Ἀγαμέμνονα καὶ βασιλέα βασιλέων ἀποκαλοῦντες, ὡς δὴ μὴ βουλόμενον2 ἀποθέσθαι τὴν μοναρχίαν, ἀλλʼ ἀγαλλόμενον ἡγεμόνων τοσούτων ἐξηρτημένων αὐτοῦ καὶ φοιτώντων ἐπὶ σκηνήν.

これらの理由から、ポンペイウスが戦いを望まないのを、市民への同情ゆえにカトーだけが称賛したが、そのカトーは、戦闘で斃れた敵兵でさえその数およそ千人に達したのを見て、顔を覆い涙を流して立ち去ったほどであった。しかし他の者たちは皆、戦いを避けるポンペイウスを臆病者となじり、アガメムノンだの王の中の王だのと呼びながら彼を苛立たせた。まるで彼が単独支配の権力を手放すことを望まず、これほど多くの指揮官たちが自分に依存し、その天幕に通ってくるのを誇らしく喜んでいるかのようにである。

§41.2

Φαώνιος δὲ τὴν Κάτωνος παρρησίαν ὑποποιούμενος, μανικῶς ἐσχετλίαζεν εἰ μηδὲ τῆτες ἔσται τῶν περὶ Τουσκλάνον ἀπολαῦσαι σύκων3 Διὰ τὴν Πομπηΐου φιλαρχίαν. Ἀφράνιος δὲ (νεωστὶ γὰρ ἐξ Ἰβηρίας ἀφῖκτο κακῶς στρατηγήσας) διαβαλλόμενος ἐπὶ χρήμασι προδοῦναι τὸν στρατόν, ἠρώτα Διὰ τί πρὸς τὸν ἔμπορον οὐ μάχονται τὸν ἐωνημένον παρʼ αὐτοῦ τὰς ἐπαρχίας, ἐκ τούτων ἁπάντων συνελαυνόμενος ἄκων εἰς μάχην ὁ Πομπήϊος ἐχώρει τὸν Καίσαρα διώκων.

またファオニウスはカトーの率直な言動を真似て、ポンペイウスの権力欲のために、今年さえもトゥスクルム周辺のイチジクを味わうことができないのではないかと狂気じみた調子で嘆いた。またアフラニウスは――彼は指揮の不手際から最近イベリアから戻ったばかりで、金銭のために軍を裏切ったと非難されていたのだが――自分から属州を買い取った商人となぜ戦わないのか、と尋ねた。これらすべてに追い立てられ、ポンペイウスは不本意ながら戦闘へと赴き、カエサルを追走した。

§41.3

ὁ δὲ τὴν μὲν ἄλλην πορείαν χαλεπῶς ἤνυσεν, οὐδενὸς παρέχοντος ἀγοράν, ἀλλὰ πάντων καταφρονούντων Διὰ τὴν ἔναγχος ἧτταν ὡς δὲ εἷλε Γόμφους, Θεσσαλικὴν πόλιν, οὐ μόνον ἔθρεψε τὴν στρατιάν, ἀλλὰ καὶ τοῦ νοσήματος ἀπήλλαξε παραλόγως. ἀφθόνῳ γὰρ ἐνέτυχον οἴνῳ, καὶ πιόντες ἀνέδην, εἶτα χρώμενοι κώμοις καὶ βακχεύοντες ἀνὰ τὴν ὁδὸν, ἐκ μέθης διεκρούσαντο καὶ παρήλλαξαν τὸ πάθος,4 εἰς ἕξιν ἑτέραν τοῖς σώμασι μεταπεσόντες.

一方のカエサルは、誰も市場を提供せず、先刻の敗北ゆえに皆が侮っていたため、残りの行軍を困難のうちに成し遂げた。しかしテッサリアの都市ゴンポイを占領すると、軍を養っただけでなく、思いがけず彼らを病からも解放した。兵士たちはふんだんなワインに行き当たり、気兼ねなく飲み、次いで街道で乱痴気騒ぎをしてバッカスの狂宴に興じるなかで、泥酔によって病を振り払い変質させ、身体が別の状態へと移行したからである。

構文注4 件
  1. 41.1φειδοῖ τῶν πολιτῶν

    φειδοῖ は第3変化名詞 φειδώ の単数与格で、原因・動機を示す(「市民に対する惜しみ/憐憫のゆえに」)。これに目的格的属格 τῶν πολιτῶν が後続している。

  2. 41.1ὡς δὴ μὴ βουλόμενον

    接続詞 ὡς に小辞 δή が伴い、他者の主観的・皮肉な主張(「いかにも〜であるかのように」)を導く。分詞 βουλόμενον は主節の対格目的語 τὸν Πομπήϊον に一致する対格で、これに続く ἀλλʼ ἀγαλλόμενον と並列されている。

  3. 41.2εἰ μηδὲ τῆτες ἔσται τῶν περὶ Τουσκλάνον ἀπολαῦσαι σύκων

    感情の動詞 ἐσχετλίαζεν(憤慨する・嘆息する)に導かれる間接疑問・懸念の εἰ 節。非人称表現 ἔσται(ἔξεστι の未来形相当、または存在動詞+不定詞「可能である」)に不定詞 ἀπολαῦσαι が続き、その目的語として部分属格 τῶν ... σύκων が取られている。

  4. 41.3ἐκ μέθης διεκρούσαντο καὶ παρήλλαξαν τὸ πάθος

    前置詞句 ἐκ μέθης は手段あるいは直後の状態変化の起点を示す(「泥酔によって/酩酊から」)。διεκρούσαντο(振り払う、追い散らす)と παρήλλαξαν(変質させる、方向を変える)の二つの動詞が目的語 τὸ πάθος(病苦、患い)を共有している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:41.1-41.3