← プルタルコス

カエサル伝

§29.1-29.5

カエサルの買収工作とポンペイウスの油断

カエサルが執政官職と属州指揮権の延長を求めたのに対し、元老院の反対派が抵抗する一方、カエサルは莫大な資金で政治家を買収した。自軍の離反を信じ込まされたポンペイウスは油断して備えを怠るが、カエサルの百人隊長は武力による強要を暗示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§29.1

ἐκ τούτου Καῖσαρ ὑπατείαν ἐμνᾶτο πέμπων, καὶ χρόνον ὁμοίως τῶν ἰδίων ἐπαρχιῶν, τὸ μὲν οὖν πρῶτον Πομπηΐου σιωπῶντος οἱ περὶ Μάρκελλον καὶ Λέντλον ἠναντιοῦντο, μισοῦντες ἄλλως Καίσαρα καὶ τοῖς ἀναγκαίοις οὐκ ἀναγκαῖα προστιθέντες εἰς ἀτιμίαν αὐτοῦ καὶ προπηλακισμόν.

これを受けてカエサルは使者を送って執政官職を求め、同様に自身の属州統治期間の延長も求めた。当初ポンペイウスが沈黙を守っていたため、マルケッルスとレントゥルスの一派がこれに反対した。彼らはそもそもカエサルを憎んでおり、必要な事柄に不要な事柄を付け加えて彼を侮辱し、辱めようとした。

§29.2

Νεοκωμίτας γὰρ ἔναγχος ὑπὸ Καίσαρος ἐν Γαλατίᾳ κατῳκισμένους ἀφῃροῦντο τῆς πολιτείας καὶ Μάρκελλος ὑπατεύων ἕνα τῶν ἐκεῖ βουλευτῶν εἰς Ῥώμην ἀφικόμενον ᾔκιστο ῥάβδοις, ἐπιλέγων ὡς ταῦτα τοῦ μὴ Ῥωμαῖον εἶναι1 παράσημα προστίθησιν αὐτῷ, καὶ δεικνύειν ἀπιόντα Καίσαρι ἐκέλευε. μετὰ δὲ Μάρκελλον, ἤδη Καίσαρος τὸν Γαλατικὸν πλοῦτον ἀρύεσθαι ῥύδην ἀφεικότος πᾶσι τοῖς πολιτευομένοις, καὶ Κουρίωνα μὲν δημαρχοῦντα πολλῶν ἐλευθερώσαντος δανείων, Παύλῳ δὲ ὑπατεύοντι χίλια καὶ πεντακόσια τάλαντα δόντος, ἀφʼ ὧν καὶ τὴν βασιλικὴν ἐκεῖνος, ὀνομαστὸν ἀνάθημα, τῇ ἀγορᾷ προσεκόσμησεν ἀντὶ τῆς Φουλβίας οἰκοδομηθεῖσαν, οὕτω δὴ φοβηθεὶς τὴν σύστασιν ὁ Πομπήϊος2 ἀναφανδὸν ἤδη διʼ ἑαυτοῦ καὶ τῶν φίλων ἔπραττεν ἀποδειχθῆναι διάδοχον Καίσαρι τῆς ἀρχῆς, καὶ πέμπων ἀπῄτει τοὺς στρατιώτας οὓς ἔχρησεν αὐτῷ πρὸς τοὺς Κελτικοὺς ἀγῶνας, ὁ δὲ ἀποπέμπει, δωρησάμενος ἕκαστον ἄνδρα πεντήκοντα καὶ διακοσίαις δραχμαῖς.

彼らはカエサルによって最近ガリアに入植させられたネオコムムの市民たちから市民権を奪い、マルケッルスは執政官在任中に、ローマに到着した現地の評議員の一人を鞭打ちに処し、これは彼がローマ人ではないことの印として加えるのだと言い添え、立ち去ってカエサルに見せるように命じた。しかしマルケッルスの後、カエサルはすでにガリアの富をすべての政治家たちに惜しみなく汲み取らせ、護民官のクリオを多くの借金から解放し、また執政官パウルスには千五百タラントンを与え、彼はその金でフルウィア氏族のバシリカの代わりに建設された、広場を飾る名高い奉献物であるバシリカを造営した。このようにしてその結託を大いに恐れたポンペイウスは、今や公然と自分自身や友人たちを通じて、カエサルの指揮権の後任者が任命されるよう画策し、使者を送ってケルト人との戦いのために彼に貸し与えていた兵士たちの返還を要求した。カエサルは彼らを送り返し、一人当たり二百五十ドラクマを下賜した。

§29.4

οἱ δὲ τούτους Πομπηΐῳ κομίσαντες εἰς μὲν τὸ πλῆθος οὐκ ἐπιεικεῖς οὐδὲ χρηστοὺς κατέσπειραν λόγους ὑπὲρ τοῦ Καίσαρος, αὐτὸν δὲ Πομπήϊον ἐλπίσι κεναῖς διέφθειραν, ὡς ποθούμενον ὑπὸ τῆς Καίσαρος στρατιᾶς καὶ τὰ μὲν ἐνταῦθα διὰ φθόνον πολιτείας ὑπούλου μόλις ἔχοντα, τῆς δὲ ἐκεῖ δυνάμεως ἑτοίμης ὑπαρχούσης αὐτῷ, κἂν μόνον ὑπερβάλωσιν εἰς Ἰταλίαν εὐθὺς ἐσομένης πρὸς ἐκεῖνον οὕτως γεγονέναι τὸν Καίσαρα πλήθει στρατειῶν λυπηρὸν αὐτοῖς καὶ φόβῳ μοναρχίας ὕποπτον.

これらの兵士をポンペイウスのもとへ連れてきた者たちは、民衆の間にはカエサルについて寛大でも好意的でもない風説を撒き散らし、ポンペイウス自身を根拠のない期待で惑わした。すなわち、ポンペイウスはカエサルの軍勢から慕われており、ここでは不健全な政治への嫉妬ゆえに辛うじて優勢を保っているにすぎないが、あちらの軍事力は彼のために整っており、イタリアへ渡りさえすれば直ちに彼の味方になるだろう、なぜならカエサルは度重なる遠征の多さゆえに兵士たちにとって重荷となり、君主制の懸念から疑念を持たれているからだ、と。

§29.5

ἐπὶ τούτοις Πομπήϊος ἐχαυνοῦτο καὶ παρασκευῆς μὲν ἠμέλει στρατιωτῶν, ὡς μὴ δεδοικώς, λόγοις δὲ καὶ γνώμαις κατεπολιτεύετο τῷ δοκεῖν Καίσαρα, καταψηφιζόμενος ὧν ἐκεῖνος οὐδὲν ἐφρόντιζεν· ἀλλὰ καὶ λέγεταί τινα τῶν ἀφιγμένων παρʼ αὐτὸν ταξιάρχων ἑστῶτα πρὸ τοῦ βουλευτηρίου καὶ πυθόμενον ὡς οὐ δίδωσιν ἡ γερουσία Καίσαρι χρόνον τῆς ἀρχῆς, ἀλλʼ αὕτη φάναι δώσει, κρούσαντα τῇ χειρὶ τὴν λαβὴν τῆς μαχαίρας.3

これに対してポンペイウスは慢心し、何も恐れていないかのように兵の備えを怠り、カエサルが何ら意に介さないような決議を可決させながら、言論と見解によってうわべだけカエサルを圧倒している気になっていた。それどころか、彼のもとへやって来たある百人隊長が元老院の前に立ち、元老院がカエサルに指揮権の期間延長を与えないと知ったとき、「しかしこれが」と彼は言った、「与えるだろう」と、自らの剣の柄を手で叩きながら。

構文注3 件
  1. 29.2τοῦ μὴ Ῥωμαῖον εἶναι

    属格冠詞つき不定詞構文(articular infinitive)で、名詞 παράσημα に係る同格的・説明的属格(appositive / explanatory genitive)。「彼がローマ市民でないという印」を意味する。

  2. 29.2μετὰ δὲ Μάρκελλον, ἤδη Καίσαρος τὸν Γαλατικὸν πλοῦτον ἀρύεσθαι ῥύδην ἀφεικότος πᾶσι τοῖς πολιτευομένοις, καὶ Κουρίωνα μὲν δημαρχοῦντα πολλῶν ἐλευθερώσαντος δανείων, Παύλῳ δὲ ὑπατεύοντι χίλια καὶ πεντακόσια τάλαντα δόντος, οὕτω δὴ φοβηθεὶς τὴν σύστασιν ὁ Πομπήϊος

    前置詞句 μετὰ δὲ Μάρκελλον(「マルケッルスの任期の後」)に続き、カエサルを意味上の主語とする3つの属格絶対構文(ἀφεικότος, ἐλευθερώσαντος, δόντος)が並列され、その後に主節の主語 ὁ Πομπήϊος と主動詞 ἔπραττεν へと至る。長大な挿入構造の中で、ポンペイウスが危機感を抱いた背景(カエサルによる政界の買収結託)が示されている。

  3. 29.5ἀλλὰ καὶ λέγεταί τινα τῶν ἀφιγμένων παρʼ αὐτὸν ταξιάρχων ἑστῶτα πρὸ τοῦ βουλευτηρίου καὶ πυθόμενον ὡς οὐ δίδωσιν ἡ γερουσία Καίσαρι χρόνον τῆς ἀρχῆς, ἀλλʼ αὕτη φάναι δώσει, κρούσαντα τῇ χειρὶ τὴν λαβὴν τῆς μαχαίρας.

    非人称動詞 λέγεται に導かれる対格不定詞構文(accusativus cum infinitivo)。不定詞 φάναι の意味上の主語として対格分詞を伴う τινα τῶν ... ταξιάρχων(ἑστῶτα, πυθόμενον, κρούσαντα)が置かれ、直接話法「ἀλλʼ αὕτη δώσει(しかしこれが与えるだろう)」を挟む構造となっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:29.1-29.5