- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:16.1-16.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサルへの兵士たちの忠誠と勇猛さを示す例として、アキリウス、カッシウス・スケウァ、ブリタンニアの無名兵士、グラニウス・ペトロの壮絶な事績が語られる。
εὐνοίᾳ δὲ καὶ προθυμίᾳ στρατιωτῶν ἐχρήσατο τοσαύτῃ περὶ αὑτόν ὥστε τοὺς ἑτέρων μηδὲν ἐν ταῖς ἄλλαις στρατείαις διαφέροντας ἀμάχους καὶ ἀνυποστάτους φέρεσθαι πρὸς πᾶν δεινὸν ὑπὲρ τῆς Καίσαρος δόξης, οἷος ἦν τοῦτο μὲν Ἀκίλιος, ὃς ἐν τῇ περὶ Μασσαλίαν ναυμαχίᾳ νεὼς πολεμίας ἐπιβεβηκώς τὴν μὲν δεξιὰν ἀπεκόπη χεῖρα1 μαχαίρᾳ, τῇ δὲ2 ἑτέρα τὸν θυρεὸν οὐκ ἀφῆκεν, ἀλλὰ τύπτων εἰς τὰ πρόσωπα τοὺς πολεμίους ἀπέστρεψε πάντας καὶ τοῦ σκάφους ἐπεκράτησε·
またカエサルは、自身に対する兵士たちの並外れた好意と献身を得ていたため、他の遠征では他の者たちと何ら変わるところのなかった兵士たちが、カエサルの栄光のためには無敵となり、いかなる危険に対しても押しとどめがたく突進するほどであった。その一例がアキリウスであり、彼はマルセイユ沖の海戦で敵船に乗り移った際、右手を蛮刀で切り落とされながらも、もう一方の手で盾を決して離さず、敵兵たちの顔面を殴打して皆を撃退し、船を制圧した。
τοῦτο δὲ Κάσσιος Σκεύας, ὃς ἐν τῇ περὶ Δυρράχιον μάχῃ τὸν ὀφθαλμὸν ἐκκοπεὶς τοξεύματι, τὸν δὲ ὦμον ὑσσῷ καὶ τὸν μηρὸν ἑτέρῳ διεληλαμένος, τῷ δὲ θυρεῷ βελῶν ἑκατὸν καὶ τριάκοντα πληγὰς ἀναδεδεγμένος, ἐκάλει τοὺς πολεμίους ὡς παραδώσων ἑαυτόν. δυεῖν δὲ προσιόντων, τοῦ μὲν ἀπέκοψε τὸν ὦμον τῇ μαχαίρᾳ, τὸν δὲ κατὰ τοῦ προσώπου πατάξας ἀπέστρεψεν, αὐτὸς δὲ διεσώθη τῶν οἰκείων περισχόντων.
また別の例はカッシウス・スケウァであり、彼はデュッラキウムの戦いで矢によって片目を抉り取られ、肩を投げ槍で、腿を別の槍で貫かれ、盾には飛び道具の打撃を百三十も受けながらも、まるで自ら投降するかのように敵兵を呼び寄せた。そして二人の敵が近づいてくると、一方の肩を蛮刀で切り落とし、もう一方の顔面を討って撃退し、自らは味方が駆けつけて包囲したことで生還した。
ἐν δὲ Βρεττανίᾳ τῶν πολεμίων εἰς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων ἐμπεσοῦσι τοῖς πρώτοις ταξιάρχοις ἐπιθεμένων3 στρατιώτης, Καίσαρος αὐτοῦ τὴν μάχην ἐφορῶντος, ὠσάμενος εἰς μέσους καὶ πολλὰ καὶ περίοπτα τόλμης ἀποδειξάμενος ἔργα τοὺς μὲν ταξιάρχους ἔσωσε, τῶν βαρβάρων φυγόντων, αὐτὸς δὲ χαλεπῶς ἐπὶ πᾶσι διαβαίνων ἔρριψεν ἑαυτὸν εἰς ῥεύματα τελματώδη, καὶ μόλις ἄνευ τοῦ θυρεοῦ, τὰ μὲν νηχόμενος, τὰ δὲ βαδίζων, διεπέρασε.
またブリタンニアでは、沼地で水浸しの場所に足を取られた前衛の百人隊長たちに敵が襲いかかった際、カエサル自身が戦闘を見守るなかで、ある兵士が敵陣の真ん中へ突入し、武勇に満ちた数々の目覚ましい働きを示して百人隊長たちを救い出し、蛮族を敗走させた。しかし彼自身は殿となって退くさい難渋し、泥濘の奔流へ身を投じ、あるところでは泳ぎ、あるところでは歩いて、盾を失いながらも辛うじて渡りきった。
θαυμαζόντων δὲ τῶν περὶ τὸν Καίσαρα καὶ μετὰ χαρᾶς καὶ κραυγῆς ἀπαντώντων, αὐτὸς εὖ μάλα κατηφὴς καὶ δεδακρυμένος προσέπεσε τῷ Καίσαρι, συγγνώμην αἰτούμενος ἐπὶ τῷ προέσθαι τὸν θυρεόν.4 ἐν δὲ Λιβύῃ ναῦν ἑλόντες οἱ περὶ Σκηπίωνα Καίσαρος, ἐν ᾗ Γράνιος Πέτρων ἐπέπλει ταμίας ἀποδεδειγμένος, τοὺς μὲν ἄλλους ἐποιοῦντο λείαν, τῷ δὲ ταμίᾳ διδόναι τὴν σωτηρίαν ἔφασαν, ὁ δὲ εἰπών ὅτι τοῖς Καίσαρος στρατιώταις οὐ λαμβάνειν, ἀλλὰ διδόναι σωτηρίαν ἔθος ἐστίν, ἑαυτὸν τῷ ξίφει πατάξας ἀνεῖλε.
カエサルの周りの人々が驚嘆し、歓喜と叫び声を上げて迎え出たのに対し、彼自身はひどく打ちひしがれ、涙を流しながらカエサルの足元に身を投げ、盾を遺棄してしまったことへの許しを乞うた。さらにリビュアでは、財務官に任命されていたグラニウス・ペトロが乗船していたカエサルの船をスキピオの部下たちが拿捕した際、他の者たちを戦利品としたが、財務官には助命を与えると告げた。しかし彼は、カエサルの兵士は助命を受けるのではなく他者に与えるのが習わしであると言い放ち、自ら剣で突いて命を絶った。
- 16.1τὴν μὲν δεξιὰν ἀπεκόπη χεῖρα
動詞 ἀποκόπτω の受動態アオリスト ἀπεκόπη に、身体部位を表す対格(いわゆる「限定の対格/関係の対格」ないし能動文の直接目的語が受動文で残存した対格)τὴν δεξιὰν χεῖρα が結びついた構文。「右手を切り落とされた」という意味を表す。
- 16.1τοῦτο μὲν ... τοῦτο δὲ
対格の中性単数代名詞が副詞的に用いられ、「一つには…また一つには…」「一方では…他方では…」と具体例を並列・列挙する相関構文を形成している。ここでは兵士たちの献身ぶりを示す個別の人物(アキリウスとスケウァ)を導入している。
- 16.3τῶν πολεμίων εἰς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων ἐμπεσοῦσι τοῖς πρώτοις ταξιάρχοις ἐπιθεμένων
文全体の主動詞 ἔσωσε に対する属格絶対構文 τῶν πολεμίων ... ἐπιθεμένων(敵が襲いかかった際)の中に、動詞 ἐπιτίθημι が支配する与格目的語 τοῖς πρώτοις ταξιάρχοις(前衛の百人隊長たちに)およびこれにかかる分詞句 εἰς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων ἐμπεσοῦσι(沼地に足を取られた)が挟み込まれた入れ子構造となっている。
- 16.4ἐπὶ τῷ προέσθαι τὸν θυρεόν
原因・理由を示す前置詞 ἐπί に中性定冠詞付き不定詞(προΐημι の第2アオリスト中動態不定詞)が結合した表現。「盾を手放した(遺棄した)ことに対して」の意で、 συγγνώμην αἰτούμενος(許しを乞いながら)にかかる。
