- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:13.1-13.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサルは凱旋式と執政官選挙の同時出馬を阻む法規を回避しようと不在立候補を願うが、カトーの議事妨害に遭い凱旋式を諦めて立候補を選ぶ。入市したカエサルはポンペイウスとクラッススを和解させて自らの権力基盤とし、後の内乱の種を蒔いた。
ἐπεὶ δὲ τοὺς μὲν μνωμένους θρίαμβον ἔξω διατρίβειν ἔδει, τοὺς δὲ μετιόντας ὑπατείαν παρόντας ἐν τῇ πόλει τοῦτο πράττειν, ἐν τοιαύτῃ γεγονὼς ἀντινομίᾳ καὶ πρὸς αὐτὰς τὰς ὑπατικὰς ἀφιγμένος ἀρχαιρεσίας ἔπεμψε πρὸς τὴν σύγκλητον αἰτούμενος αὐτῷ δοθῆναι παραγγέλλειν εἰς ὑπατείαν ἀπόντι διὰ τῶν φίλων. Κάτωνος δὲ πρῶτον μὲν ἰσχυριζομένου τῷ νόμῳ πρὸς τὴν ἀξίωσιν, εἶτα, ὡς ἑώρα πολλοὺς τεθεραπευμένους ὑπὸ τοῦ Καίσαρος, ἐκκρούσαντος τῷ χρόνῳ τὸ πρᾶγμα καὶ τὴν ἡμέραν ἐν τῷ λέγειν κατατρίψαντος,1 ἔγνω τὸν θρίαμβον ἀφεὶς ὁ Καῖσαρ ἔχεσθαι τῆς ὑπατείας.
凱旋式を求める者は市外に留まらねばならず、執政官職を求める者は自ら市内に居合わせてそれを行わねばならなかったため、カエサルはこのような法的な相克に直面し、執政官選挙そのものの間際に到着しており、友人を介して不在のまま執政官への立候補を自らに許可してほしいと元老院へ使者を送って求めた。しかしカトーが当初はその要求に対して法を根拠に強硬に反対し、次いで多くの者がカエサルに取り込まれているのを見て、時間を引き延ばして議事を妨害し、演説で一日を費やしたため、カエサルは凱旋式を断念して執政官職を追求することを決断した。
καὶ παρελθὼν εὐθὺς ὑποδύεται πολίτευμά τι πάντας ἀνθρώπους ἐξαπατῆσαν πλὴν Κάτωνος, ἦν δὲ τοῦτο διαλλαγὴ Πομπηΐου καὶ Κράσσου τῶν μέγιστον ἐν τῇ πόλει δυναμένων οὓς συναγαγὼν ὁ Καῖσαρ εἰς φιλίαν ἐκ διαφορᾶς, καὶ τὴν ἀπʼ ἀμφοῖν συνενεγκάμενος ἰσχὺν εἰς ἑαυτόν, ἔργῳ φιλάνθρωπον ἔχοντι προσηγορίαν ἔλαθε μεταστήσας2 τὴν πολιτείαν.
そして市街に入ると、直ちに彼はカトーを除くすべての人々を欺いたある政治的策謀に着手した。それは、市で最大の勢力をもつポンペイウスとクラッススの和解であった。カエサルは二人を不和から友情へと導き、双方から得られる力を自身へと集中させ、友愛という呼び名をもつ事業によって、気づかれぬうちに国制を変革してしまったのである。
οὐ γάρ, ὡς οἱ πλεῖστοι νομίζουσιν, ἡ Καίσαρος καὶ Πομπηΐου διαφορὰ τοὺς ἐμφυλίους ἀπειργάσατο πολέμους, ἀλλὰ μᾶλλον ἡ φιλία, συστάντων ἐπὶ καταλύσει τῆς ἀριστοκρατίας τὸ πρῶτον, εἶτα οὕτως καὶ πρὸς ἀλλήλους διαστάντων. Κάτωνι δὲ πολλάκις τὰ μέλλοντα προθεσπίζοντι περιῆν δυσκόλου μὲν ἀνθρώπου τότε καὶ πολυπράγμονος, ὕστερον δὲ φρονίμου μέν, οὐκ εὐτυχοῦς δὲ συμβούλου λαβεῖν δόξαν.3
というのも、世の多くの者が考えているようにカエサルとポンペイウスの不和が内乱を引き起こしたのではなく、むしろ彼らの友情が原因だったのであり、彼らはまず貴族政の打倒のために結託し、その後に今度は互いに反目し合ったからである。そして、しばしば未来を予言していたカトーには、当時は偏屈で余計なお節介を焼く人物という評判を、後には賢明ではあるが不運な助言者であったという評判を得ることが残されたのであった。
- 13.1ἐκκρούσαντος τῷ χρόνῳ τὸ πρᾶγμα καὶ τὴν ἡμέραν ἐν τῷ λέγειν κατατρίψαντος
独立属格構文(Κάτωνος ... ἐκκρούσαντος ... καὶ ... κατατρίψαντος)で、カトーが時間を引き延ばす(τῷ χρόνῳ)ことによって案件の議決を妨害し、演説で日没まで費やして元老院の会期を終了させた(議事妨害=フィリバスター)様子を描いている。
- 13.2ἔλαθε μεταστήσας
動詞 λανθάνω と補足分詞 μεταστήσας の結合構文。「気づかれずに/知らぬ間に…した」を意味し、友愛の修復という表向きの善行(ἔργῳ φιλάνθρωπον ἔχοντι προσηγορίαν)の背後で、結果として国家の政制そのものを変質・顛覆させてしまったことを示す。
- 13.3Κάτωνι δὲ πολλάκις τὰ μέλλοντα προθεσπίζοντι περιῆν δυσκόλου μὲν ἀνθρώπου τότε καὶ πολυπράγμονος, ὕστερον δὲ φρονίμου μέν, οὐκ εὐτυχοῦς δὲ συμβούλου λαβεῖν δόξαν
構文の骨格は περιῆν(非人称的に「結果として〜が残された、割り当てられた」)+与格(Κάτωνι ... προθεσπίζοντι)+不定詞(λαβεῖν δόξαν)。δυσκόλου ... πολυπράγμονος と φρονίμου ... οὐκ εὐτυχοῦς δὲ συμβούλου はともに δόξαν にかかる属格で、当時の評判と後世の評判が対比されている。
