← プルタルコス

アレクサンドロス大王伝

§67.1-67.4

カルマニアでのバッコス的行進とバゴアスへの口づけ

アレクサンドロスは兵を休養させた後、カルマニアを7日間にわたりバッコス的な大狂宴を行進しながら通過し、ゲドロシアの王宮に至ると祝祭を開いて愛童バゴアスに口づけを交わした。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§67.1

ἀναλαβὼν οὖν ἐνταῦθα τὴν δύναμιν ἐξώρμησε κώμῳ χρώμενος ἐφʼ ἡμέρας ἑπτὰ διὰ τῆς Καρμανίας, αὐτὸν μὲν οὖν ἵπποι σχέδην ἐκόμιζον ὀκτώ, μετὰ τῶν ἑταίρων ὑπὲρ θυμέλης ἐν ὑψηλῷ καὶ περιφανεῖ πλαισίῳ πεπηγυίας εὐωχούμενον συνεχῶς ἡμέρας καὶ νυκτός· ἅμαξαι δὲ παμπληθεῖς, αἱ μὲν ἁλουργοῖς καὶ ποικίλοις περιβολαίοις, αἱ δʼ ὕλης ἀεὶ προσφάτου καὶ χλωρᾶς σκιαζόμεναι κλάδοις,1 εἵποντο τοὺς ἄλλους ἄγουσαι φίλους καὶ ἡγεμόνας ἐστεφανωμένους καὶ πίνοντας.

そこで彼はこの地で軍勢を休養させると、7日間にわたって祝宴の行列を行いながらカルマニアを進軍した。彼自身は、高く目立つ枠組みの上に築かれた舞台の上で友愛の徒たちとともに昼夜を分かたず絶え間なく歓宴に興じつつ、8頭の馬によって緩やかに運ばれていた。そして、無数の荷車が、あるものは紫と多彩な覆い布で覆われ、あるものは常に新鮮で青々とした樹木の枝で日よけを作って、花冠をいただき酒を飲むその他の友人たちや指揮官たちを乗せて従っていた。

§67.2

εἶδες δʼ ἂν2 οὐ πέλτην, οὐ κράνος, οὐ σάρισαν, ἀλλὰ φιάλαις καὶ ῥυτοῖς καὶ θηρικλείοις παρὰ τὴν ὁδὸν ἅπασαν οἱ στρατιῶται βαπτίζοντες ἐκ πίθων μεγάλων καὶ κρατήρων ἀλλήλοις προέπινον, οἱ μὲν ἐν τῷ προάγειν ἅμα καὶ βαδίζειν, οἱ δὲ κατακείμενοι. πολλὴ δὲ μοῦσα συρίγγων καὶ αὐλῶν ᾠδῆς τε καὶ ψαλμοῦ καὶ βακχείας γυναικῶν κατεῖχε πάντα τόπον.

そこでは盾も兜もサリサも見られず、道じゅう至る所で兵士たちが大きな甕や混酒器から杯や角杯やテリクレス杯で酒を汲み出し、ある者は進軍して歩きながら、ある者は横たわりながら、互いに祝杯を交わし合っていた。そして葦笛や笛の豊かな調べ、歌や弦の音、女たちのバッコス的狂乱が津々浦々を支配していた。

§67.3

τῷ δὲ ἀτάκτῳ καὶ πεπλανημένῳ τῆς πορείας παρείπετο καὶ παιδιὰ βακχικῆς ὕβρεως, ὡς τοῦ θεοῦ παρόντος αὐτοῦ καὶ συμπαραπέμποντος τὸν κῶμον. ἐπεὶ δὲ ἧκε τῆς Γεδρωσίας εἰς τὸ βασίλειον, αὖθις ἀνελάμβανε τὴν στρατιὰν πανηγυρίζων.

この秩序なく乱れ彷徨う行軍には、まるで神自らが臨在してこの祝宴の隊列を護送しているかのように、バッコス的放縦の戯れが伴っていた。そしてゲドロシアの王宮に至ると、彼はふたたび祝祭を催して軍を休養させた。

§67.4

λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν3 ἀγῶνας χορῶν, τὸν δὲ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμημένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαι παρʼ αὐτόν· ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχρι οὗ περιβαλὼν κατεφίλησεν.

伝えられるところでは、彼は酒に酔って合唱隊の競演を観覧していたが、愛童バゴアスが踊って勝利を収め、装飾をまとって劇場を通り抜けて彼の傍らに座った。これを見たマケドニア兵たちは拍手を送り、口づけするよう叫び求め、ついに彼はバゴアスを抱き寄せて熱く口づけしたという。

構文注3 件
  1. 67.1αἱ μὲν ἁλουργοῖς καὶ ποικίλοις περιβολαίοις, αἱ δʼ ὕλης ἀεὶ προσφάτου καὶ χλωρᾶς σκιαζόμεναι κλάδοις

    αἱ μέν 節において分詞 σκιαζόμεναι(あるいは ἐσκεπασμέναι などの「覆われた」を意味する分詞)が省略されている。後続する αἱ δέ 節の σκιαζόμεναι ... κλάδοις(枝によって日よけを作られた)と意味的に呼応しており、与格の句(手段・道具の与格)が対比的に並列されている。

  2. 67.2εἶδες δʼ ἂν

    ἄν と直説法アオリスト2人称単数(εἶδες)の組み合わせによる過去の潜在(反実仮想的表現)。「(その場にいたなら誰でも)見ただろう/見ることができただろう」という不定の人称に対する観察の叙述をなす。

  3. 67.4λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν

    非人称動詞 λέγεται に導かれる対格不定詞構文(間接話法)の連続。主語となる対格 αὐτόν と不定詞 θεωρεῖν に始まり、さらに τὸν δὲ ἐρώμενον Βαγώαν ... νικῆσαι ... καθίσαι、および ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν と、複数の対格不定詞句が接続詞(δέ)によって緊密に連結されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:67.1-67.4