- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:64.1-64.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスは捕らえた十人の裸身修行者たちに難問を出して試すが、修行者たちは巧みな回答を返し、審判役も機知を利かせて処刑の脅迫を退ける。
τῶν δὲ Γυμνοσοφιστῶν τοὺς μάλιστα τὸν Σάββαν ἀναπείσαντας ἀποστῆναι καὶ κακὰ πλεῖστα τοῖς Μακεδόσι παρασχόντας λαβὼν δέκα, δεινοὺς δοκοῦντας εἶναι περὶ τὰς ἀποκρίσεις καὶ βραχυλόγους, ἐρωτήματα προὔβαλεν αὐτοῖς ἄπορα, φήσας ἀποκτενεῖν τὸν μὴ ὀρθῶς ἀποκρινάμενον πρῶτον, εἶτα ἐφεξῆς οὕτω τοὺς ἄλλους ἕνα δὲ τὸν πρεσβύτατον ἐκέλευσε κρίνειν.
アレクサンドロスは、サッバスに叛乱を最も強く勧め、マケドニア兵たちに最大の災禍をもたらした裸身修行者たちの中から、応答に巧みで簡潔な物言いをすると目される十人を捕らえ、彼らに難問を突きつけ、正しく答えなかった者をまず処刑し、それから順次他の者たちも同様にする、と言い渡し、最年長の一人に判定するよう命じた。
ὁ μὲν οὖν πρῶτος ἐρωτηθείς πότερον οἴεται τοὺς ζῶντας εἶναι πλείονας ἢ τοὺς τεθνηκότας, ἔφη τοὺς ζῶντας οὐκέτι γὰρ εἶναι τοὺς τεθνηκότας. ὁ δὲ δεύτερος, πότερον τὴν γῆν ἢ τὴν θάλατταν μείζονα τρέφειν θηρία, τὴν γῆν ταύτης γὰρ μέρος εἶναι τὴν θάλατταν. ὁ δὲ τρίτος, ποῖόν ἐστι ζῷον πανουργότατον, ὃ μέχρι νῦν, εἶπεν, ἄνθρωπος οὐκ ἔγνωκεν.
まず最初の者が、生きている者と死んだ者のどちらが多いと思うか、と尋ねられると、生きている者だ、死んだ者はもはや存在しないのだから、と答えた。二人目は、大地と海原のどちらがより巨大な野獣を育むか、と問われると、大地だ、海もこの大地の一部なのだから、と答えた。三人目は、最も悪賢い動物は何か、と問われると、これまで、と彼は言った、人間が知り得なかったものだ。
ὁ δὲ τέταρτος ἀνακρινόμενος τίνι λογισμῷ τὸν Σάββαν ἀπέστησεν, ἀπεκρίνατο, καλῶς ζῆν βουλόμενος αὐτὸν ἢ καλῶς ἀποθανεῖν. ὁ δὲ πέμπτος ἐρωτηθείς πότερον οἴεται τὴν ἡμέραν ἢ τὴν νύκτα προτέραν γεγονέναι, τὴν ἡμέραν, εἶπεν, ἡμέρᾳ μιᾷ καὶ προσεπεῖπεν οὗτος, θαυμάσαντος τοῦ βασιλέως, ὅτι τῶν ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι.1
四人目は、いかなる思惑からサッバスに叛乱を起こさせたのか、と糾問されると、彼に美しく生きるか、あるいは美しく死ぬことを望んだからだ、と答えた。 五人目は、昼と夜のどちらが先に生じたと思うか、と尋ねられると、昼である、と彼は言った、一日だけ先に。 そして王が驚いたのを見て、この男は、難問に対しては答えもまた難解にならざるを得ないのだ、と言い添えた。
μεταβαλὼν οὖν τὸν ἕκτον ἠρώτα πῶς ἄν τις φιληθείη μάλιστα· ἂν κράτιστος ὤν, ἔφη, μὴ φοβερὸς ᾖ. τῶν δὲ λοιπῶν τριῶν ὁ μὲν ἐρωτηθείς πῶς ἄν τις ἐξ ἀνθρώπων γένοιτο θεός, εἴ τι πράξειεν, εἶπεν, ὃ πρᾶξαι δυνατὸν ἀνθρώπῳ μὴ ἔστιν ὁ δὲ περὶ ζῳῆς καὶ θανάτου, πότερον ἰσχυρότερον, ἀπεκρίνατο τὴν ζῳήν τοσαῦτα κακὰ φέρουσαν.
そこで王は向きを変えて六人目に、どうすれば人は最も愛されるか、と尋ねた。 最大の権力者でありながら、と彼は言った、恐れられないならば。 残る三人のうち、一人は、どうすれば人は人間から神になれるか、と尋ねられると、人間に成し遂げることのできないことを、と彼は言った、何か成し遂げるならば。 もう一人は、生と死ではどちらがより強いか、と問われて、これほど多くの災厄に耐える生である、と答えた。
ὁ δὲ τελευταῖος, μέχρι τίνος ἀνθρώπῳ καλῶς ἔχον ζῆν,2 μέχρι οὗ μὴ νομίζει τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον. οὕτω δὴ τραπόμενος πρὸς τὸν δικαστήν ἐκέλευσεν ἀποφαίνεσθαι. τοῦ δὲ ἕτερον ἑτέρου χεῖρον εἰρηκέναι φήσαντος οὐκοῦν ἔφη, σὺ πρῶτος ἀποθανῇ τοιαῦτα κρίνων οὐκ ἄν γε,3 εἶπεν, ὦ βασιλεῦ, εἰ μὴ σὺ ψεύδῃ φήσας πρῶτον ἀποκτενεῖν τὸν ἀποκρινάμενον κάκιστα.
最後の者は、人にとって生きるのが良いのはいつまでか、と問われると、死ぬことが生きることよりも善いと思わない間である、と答えた。 そこで王は裁判人に向き直り、判断を下すよう命じた。だが彼が、どの者の答えも他の者の答えよりも悪い、と言うと、 「それなら、 と王は言った、 そのような判定を下したお前が最初に死ぬことになる」 「いいえ、決してそうはならないでしょう、 と彼は言った、 王よ、最悪の回答をした者をまず処刑すると言われたあなたご自身が、嘘をつかれない限りは」
- 64.3τῶν ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι
属格 τῶν ἀπόρων ἐρωτήσεων は、文脈上「難問に関しては/難問に由来して」という意味を表す連関・原因の属格(genitive of respect / cause)として ἀνάγκη ... εἶναι に係っている。「難問に対しては、その答えもまた難問(不可解なもの)にならざるを得ない」という対比構造を示す。
- 64.5καλῶς ἔχον ζῆν
間接疑問節 μέχρι τίνος [ἐστὶν] ἀνθρώπῳ καλῶς ἔχον ζῆν において、繋ぎ動詞 ἐστίν が省略され、中性分詞 καλῶς ἔχον(καλῶς ἔχει に相当する非人称表現)が述語となり、不定詞 ζῆν が主語として機能している構文。
- 64.5οὐκ ἄν γε
条件文の帰結節における動詞の省略。直前の王の発言 σὺ πρῶτος ἀποθανῇ(直説法未来)に対し、οὐκ ἄν [ἀποθάνοιμι] γε(希求法動詞の省略)として潜在的否定を表し、後続の条件節 εἰ μὴ σὺ ψεύδῃ と結びつく。
