- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:60.1-60.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスは暴風雨の夜にヒュダスペス川を渡河して奇襲し、インド王ポーロスの軍と象部隊を打ち破った。捕虜となったポーロスが「王らしく」扱われることを求めると、アレクサンドロスはその誇り高い態度を称賛して旧領の支配を認め、さらに広大な領土を加増した。
τὰ δὲ πρὸς Πῶρον αὐτὸς ἐν ταῖς ἐπιστολαῖς ὡς ἐπράχθη γέγραφε. φησὶ γάρ ἐν μέσῳ τῶν στρατοπέδων τοῦ Ὑδάσπου ῥέοντος ἀντιπόρους ἱστάντα τοὺς ἐλέφαντας ἀεὶ τὸν Πῶρον ἐπιτηρεῖν τὴν διάβασιν. αὐτόν μὲν οὖν καθʼ ἡμέραν ἑκάστην ψόφον ποιεῖν καὶ θόρυβον ἐν τῷ στρατοπέδῳ πολύν, ἐθίζοντα τοὺς βαρβάρους μὴ φοβεῖσθαι·
ポーロスに対する戦いについては、アレクサンドロス自身が書簡の中でどのように行われたかを記している。彼が言うには、陣営の間にヒュダスペス川が流れており、ポーロスは象を対岸に配置して常に渡河を警戒していた。そこで彼自身は毎日陣営の中で大きな騒音と混乱を起こし、バルバロイたちが恐れをなさないように慣れさせた。
νυκτὸς δὲ χειμερίου καὶ ἀσελήνου λαβόντα τῶν πεζῶν μέρος, ἱππεῖς δὲ τοὺς κρατίστους, καὶ προελθόντα πόρρω τῶν πολεμίων διαπερᾶσαι πρὸς νῆσον οὐ μεγάλην. ἐνταῦθα δὲ ῥαγδαίου μὲν ἐκχυθέντος ὄμβρου, πρηστήρων δὲ πολλῶν καὶ κεραυνῶν εἰς τὸ στρατόπεδον φερομένων, ὅμως ὁρῶν ἀπολλυμένους τινὰς καὶ συμφλεγομένους ὑπὸ τῶν κεραυνῶν ἀπὸ τῆς νησῖδος ἄρας προσφέρεσθαι ταῖς ἀντιπέρας ὄχθαις.
そして嵐の月なき夜に、歩兵の一部と最精鋭の騎兵を率い、敵から遠く離れた地点を進んで、それほど大きくない島へと渡った。そこで激しい豪雨が注ぎ、多数のつむじ風と雷が陣営に襲いかかったが、それでも何人かが落雷によって命を落とし焼け焦げるのを見ながら、小島から進発して対岸の堤へと向かった。
τραχὺν δὲ τὸν Ὑδάσπην ὑπὸ τοῦ χειμῶνος ἐπιόντα καὶ μετέωρον, ἔκρηγμα ποιῆσαι μέγα, καὶ πολὺ μέρος ἐκείνῃ φέρεσθαι τοῦ ῥεύματος· αὐτοὺς δὲ δέξασθαι τὸ μέσον οὐ βεβαίως, ἅτε δὴ συνολισθάνον καὶ περιρρηγνύμενον. ἐνταῦθα δὲ εἰπεῖν φασιν αὐτόν· ὦ Ἀθηναῖοι, ἆρά γε πιστεύσαιτε ἂν ἡλίκους ὑπομένω κινδύνους ἕνεκα τῆς παρʼ ὑμῖν εὐδοξίας;
しかしヒュダスペス川は嵐によって激流となり水かさを増して、大きな破堤(中州の水路)を作り出し、流れの大部分がそちらへと激しく流れていた。そして彼らは、足場が崩れ周囲が削り取られていたため、その中間の地面に不安定な足取りで降り立った。このとき彼がこう言ったと人々は伝えている。 「アテナイの人々よ、あなた方のもとで得られる名声のために、私がどれほど大きな危険を耐え忍んでいるか、信じられるだろうか。」
ἀλλὰ τοῦτο μὲν Ὀνησίκριτος εἴρηκεν, αὐτὸς δέ φησι τὰς σχεδίας ἀφέντας αὐτοὺς μετὰ τῶν ὅπλων τὸ ἔκρηγμα διαβαίνειν ἄχρι μαστῶν βρεχομένους, διαβὰς δὲ τῶν πεζῶν εἴκοσι σταδίους προϊππεῦσαι,1 λογιζόμενος, εἰ μὲν οἱ πολέμιοι τοῖς ἵπποις προσβάλοιεν, πολὺ κρατήσειν, εἰ δὲ κινοῖεν τὴν φάλαγγα, φθήσεσθαι τοὺς πεζοὺς αὐτῷ προσγενομένους2 θάτερον δὲ συμβῆναι.3
もっとも、これはオネシクリトスが語っていることであり、アレクサンドロス自身が言うには、彼らは筏を捨て、胸まで濡れながら武具を携えてその破堤の水流を渡り、渡河を終えると歩兵部隊の二十スタディオン前方を馬で先行した。敵が騎兵で攻撃してくるなら大いに圧倒できるし、ファランクスを動かしてくるなら歩兵が合流する方が先になるだろうと計算したからである。そして二つのうちの一方の事態が起こった。
τῶν γάρ ἱππέων χιλίους καὶ τῶν ἁρμάτων ἑξήκοντα συμπεσόντα τρεψάμενος, τὰ μὲν ἅρματα λαβεῖν ἅπαντα, τῶν δʼ ἱππέων ἀνελεῖν τετρακοσίους, οὕτω δὴ συμφρονήσαντα τὸν Πῶρον ὡς αὐτὸς εἴη διαβεβηκὼς Ἀλέξανδρος, ἐπιέναι μετὰ πάσης τῆς δυνάμεως, πλὴν ὅσον ἐμποδὼν εἶναι τοῖς διαβαίνουσι τῶν Μακεδόνων ἀπέλιπε. φοβηθεὶς δὲ τὰ θηρία καὶ τὸ πλῆθος τῶν πολεμίων αὐτὸς μὲν ἐνσεῖσαι κατὰ θάτερον κέρας, Κοῖνον δὲ τῷ δεξιῷ προσβαλεῖν κελεῦσαι, γενομένης δὲ τροπῆς ἑκατέρωθεν ἀναχωρεῖν ἀεὶ πρὸς τὰ θηρία καὶ συνειλεῖσθαι τοὺς ἐκβιαζομένους, ὅθεν ἤδη τὴν μάχην ἀναμεμιγμένην εἶναι, καὶ μόλις ὀγδόης ὥρας ἀπειπεῖν τοὺς πολεμίους, ταῦτα μὲν οὖν ὁ τῆς μάχης ποιητὴς αὐτὸς ἐν ταῖς ἐπιστολαῖς εἴρηκεν. οἱ δὲ πλεῖστοι τῶν συγγραφέων ὁμολογοῦσι τὸν Πῶρον ὑπεραίροντα τεσσάρων πηχῶν σπιθαμῇ τὸ μῆκος ἱππότου μηδὲν ἀποδεῖν πρὸς τὸν ἐλέφαντα συμμετρίᾳ4 διὰ τὸ μέγεθος καὶ τὸν ὄγκον τοῦ σώματος·
すなわち、敵の騎兵千騎と戦車六十台が突撃してきたのを敗走させ、戦車はすべて鹵獲し、騎兵四百騎を討ち取った。ここで初めて、アレクサンドロス自身が渡河したのだと悟ったポーロスは、マケドニア兵の渡河を妨げるために残した分を除き、全軍を率いて進軍してきた。象たちと敵の大軍を恐れたアレクサンドロスは、自ら一方の翼に突入し、コイノスには右翼を攻撃するよう命じた。両側から敗走が生じると、撃退された者たちは常に象たちの群れへと退却して密集したため、戦闘は入り乱れたものとなり、ようやく第八時(午後二時頃)になって敵は力尽きた。この戦闘の当事者自身が、書簡の中でこのように述べている。 多くの著述家たちの一致した見解によれば、ポーロスは身長が四キュビトを一スピタメ上回り(約二メートル強)、その体の大きさと堂々たる体躯のために、象に対する均斉において騎馬の兵に少しも引けを取らなかった。
καίτοι μέγιστος ἦν ὁ ἐλέφας σύνεσιν δὲ θαυμαστὴν ἐπεδείξατο καὶ κηδεμονίαν τοῦ βασιλέως, ἐρρωμένου μὲν ἔτι θυμῷ τοὺς προσμαχομένους ἀμυνόμενος καὶ ἀνακόπτων, ὡς δὲ ᾔσθετο βελῶν πλήθει καὶ τραυμάτων κάμνοντα, δείσας μὴ περιρρυῇ, τοῖς μὲν γόνασιν εἰς γῆν ὑφῆκε πρᾴως ἑαυτόν, τῇ δὲ προνομαίᾳ λαμβάνων ἀτρέμα τῶν δορατίων ἕκαστον ἐξῄρει τοῦ σώματος.
しかもその象は極めて巨大であったが、王に対する驚くべき知恵と配慮を示した。王がまだ気力盛んな間は、襲いかかる敵を防ぎ、撃退していたが、無数の矢や傷に苦しんでいると気づくと、王が転落することを恐れ、自らの膝を静かに地に着けて屈み、鼻で慎重に投げ槍を一本ずつ王の体から抜き取ったのである。
ἐπεὶ δὲ ληφθέντα τὸν Πῶρον ὁ Ἀλέξανδρος ἠρώτα πῶς αὐτῷ χρήσηται, βασιλικῶς, εἶπε προσπυθομένου δὲ μή τι ἄλλο λέγει, πάντα, εἶπεν, ἐστὶν ἐν τῷ βασιλικῶς. οὐ μόνον οὖν ἀφῆκεν αὐτόν ἄρχειν ὧν ἐβασίλευε, σατράπην καλούμενον, ἀλλὰ καὶ προσέθηκε χώραν τοὺς αὐτονόμους καταστρεψάμενος, ἐν ᾗ πεντεκαίδεκα μὲν ἔθνη, πόλεις δὲ πεντακισχιλίας ἀξιολόγους, κώμας δὲ παμπόλλας εἶναί φασιν ἄλλην δὲ τρὶς τοσαύτην ἧς Φίλιππόν τινα τῶν ἑταίρων σατράπην ἀπέδειξεν.
捕虜となったポーロスに対し、アレクサンドロスがどのように処遇されたいかと尋ねると、「王らしく。」 と彼は答えた。さらに何か付け加えることはないかと尋ねられると、「すべては、」と彼は言った。 「『王らしく』という言葉の中に含まれている。」 そこでアレクサンドロスは、彼が統治していた地の支配をサトラップの名の下に許しただけでなく、自治を保っていた部族を征服してその領土を付け加えた。その領地には十五の民族、五千の著名な都市、無数の村落があったと言われる。さらにその三倍の広さの地を別に定め、ヘタイロイの一人ピリッポスをそのサトラップに任命した。
- 60.4διαβὰς δὲ τῶν πεζῶν εἴκοσι σταδίους προϊππεῦσαι
属格 τῶν πεζῶν は動詞 προϊππεῦσαι の接頭辞 προ-(〜に先んじて)に呼応する比較・先行の属格(あるいは空間的分離の属格)。「歩兵部隊より20スタディオン先んじて馬を進めた」の意。
- 60.4φθήσεσθαι τοὺς πεζοὺς αὐτῷ προσγενομένους
動詞 φθάνω + 分詞構文(「〜するより先になる」「先んじて〜する」)の間接話法形(未来不定詞)。対格 τοὺς πεζούς が分詞 προσγενομένους の意味上の主語。「歩兵が彼に合流する方が(敵の陣形変更よりも)先になるだろう」という確信を表す。
- 60.4θάτερον δὲ συμβῆναι
θάτερον(= τὸ ἕτερον)は前文の条件文二項(騎兵突撃かファランクス移動か)の「二つのうちの一方」を意味し、直後の γάρ 以下の文で敵の騎兵千騎と戦車六十台の突撃を敗走させたと説明されている通り、実際には前者の事態が実現したことを指す。
- 60.6ἱππότου μηδὲν ἀποδεῖν πρὸς τὸν ἐλέφαντα συμμετρίᾳ
ἱππότου は比較の属格で、πρὸς τὸν ἐλέφαντα συμμετρίᾳ(象に対するプロポーションにおいて)と連動する。直訳は「象に対する均斉において騎手(馬に乗った兵士)に何ら劣るところがなかった」。ポーロスの巨躯が、通常の兵が馬に乗った時と同じような絶妙な釣合を象の巨体との間に保っていたことを表す。
