- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:53.1-53.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
高潔な品性で尊敬を集めつつも孤立していたカリステネスは、宴席でマケドニア人を称賛して喝采を浴びるが、アレクサンドロスに促されて行った反論の演説で彼らの不興を買う。
τοὺς δὲ ἄλλους σοφιστὰς καὶ κόλακας ὁ Καλλισθένης ἐλύπει σπουδαζόμενος μὲν ὑπὸ τῶν νέων διὰ τὸν λόγον, οὐχ ἧττον δὲ τοῖς πρεσβυτέροις ἀρέσκων διὰ τὸν βίον, εὔτακτον ὄντα καὶ σεμνὸν καὶ αὐτάρκη, καὶ βεβαιοῦντα τὴν λεγομένην τῆς ἀποδημίας πρόφασιν, ὅτι τοὺς πολίτας καταγαγεῖν καὶ κατοικίσαι πάλιν τὴν πατρίδα φιλοτιμούμενος ἀνέβη πρὸς Ἀλέξανδρον.
しかしカリステネスは、若者たちにはその弁論のゆえに重んじられ、年長者たちにはその生き方のゆえに劣らず好意を持たれていたことで、他のソフィストや取り巻きたちを苛立たせた。彼の生き方は節度があり、威厳に満ち、自足したものであって、市民たちを帰還させ故郷を再び復興させることを志してアレクサンドロスのもとへ赴いたのだという、旅の口実として語られていたことを裏付けるものであった。
φθονούμενος δὲ διὰ τὴν δόξαν ἔστιν ἃ καὶ καθʼ αὑτοῦ1 τοῖς διαβάλλουσι παρεῖχε, τάς τε κλήσεις τὰ πολλὰ διωθούμενος, ἔν τε τῷ συνεῖναι βαρύτητι καὶ σιωπῇ δοκῶν οὐκ ἐπαινεῖν οὐδὲ ἀρέσκεσθαι τοῖς γινομένοις, ὥστε καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ἐπʼ αὐτῷ "μισῶ σοφιστήν, ὅστις οὐδʼ αὑτῷ σοφός."
しかし彼はその名声ゆえに嫉視され、自分を中傷する者たちに自らを攻撃する口実を与えてしまうこともあった。誘いをたびたび辞退し、同席してもその気難しさと沈黙によって、行われている事柄を称賛もせず気に入ってもいない様子を見せたため、アレクサンドロスも彼について次のように言ったほどであった。
λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας ὁ Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν ὥστε ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπʼ αὐτόν· εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι, κατʼ Εὐριπίδην, τὸν λαβόντα τῶν λόγων "καλὰς ἀφορμὰς οὐ μέγʼ ἔργον εὖ λέγειν·2" ἀλλʼ ἔνδειξαι, φάναι, τὴν αὑτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες ἃ πλημμελοῦσιν. οὕτω δὴ τὸν ἄνδρα πρὸς τὴν παλινῳδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακεδόνων, καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν· "ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς·"
「自分自身に対しても賢明でないソフィストなど、私は憎む」かつて多くの者が宴に招かれた折、カリステネスは杯を交わす中でマケドニア人たちを称賛するよう命じられ、その演題についてあまりに見事によどみなく語ったため、人々は立ち上がって拍手し、彼に向かって花冠を投げたと言われる。そこでアレクサンドロスは、エウリピデスが言うように、弁論の「良き発足点を得た者にとって、巧みに語ることは大した業ではない」と言い、「だが、マケドニア人たちを告発することによって、我々にそなた自身の腕前を示してみよ。自分たちの過ちを学ぶことによって、彼らがより善き者となるようにな」と命じた。 こうしてカリステネスは正反対の歌へと転じ、マケドニア人たちを非難して多くの直言を放ち、ギリシア人の内紛こそがフィリッポスの身辺に生じた増大と権力の原因であると明らかにして、次のように言った。
ἐφʼ ᾧ3 πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσι, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ὡς οὐ τῆς δεινότητος ὁ Καλλισθένης, ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε.
「争いの中にあっては、最悪の者すらも誉れにあずかる」これに対してマケドニア人たちには激しく重苦しい憎悪が生じ、アレクサンドロスは、カリステネスがマケドニア人たちに対して示したのは自らの弁舌の巧みさではなく、悪意の証拠であったと述べた。
- 53.2ἔστιν ἃ καὶ καθʼ αὑτοῦ
ἔστιν ἅ は「いくつかの点・事柄」(sunt quae)を意味する慣用的な句で、動詞 παρεῖχε の直接目的語として機能している。καθʼ αὑτοῦ(自分自身に対して/自分に不利な)は τοῖς διαβάλλουσι(中傷する者たち)と共に παρεῖχε(提供した)に係り、「中傷者たちに自分自身に不利な口実・材料をも提供した」という意味をなす。
- 53.2τὸν λαβόντα τῶν λόγων καλὰς ἀφορμὰς οὐ μέγʼ ἔργον εὖ λέγειν
対格不定詞構文(ἐστί の省略)。οὐ μέγʼ ἔργον [ἐστί](大した業ではない)が述語をなし、不定詞 εὖ λέγειν(巧みに語ること)の意味上の主語として分詞 τὸν λαβόντα(得た者にとって)が対格で置かれている。τῶν λόγων は目的語的属格として καλὰς ἀφορμάς(良き発足点・契機)に係る。
- 53.5ἐφʼ ᾧ
関係代名詞中性単数 ᾧ に前置詞 ἐπί が結びついた成句で、先行する事態全体(カリステネスの痛烈な告発演説)を受けて結果・後続状況を導く接続詞的用法(「それゆえに」「その結果」)。後続の不定詞 ἐγγενέσθαι および εἰπεῖν は間接話法(λέγεται に支配された一連の報告)の構文を継続している。
