← プルタルコス

アレクサンドロス大王伝

§51.1-51.6

アレクサンドロスによるクレイトスの刺殺と後悔

宴席での激しい口論の末、クレイトスの執拗な挑発と風刺詩の朗誦に激昂したアレクサンドロスは、護衛兵の槍を奪って彼を刺殺し、正気に返って自決を図るも制止される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§51.1

παροξυνθεὶς οὖν ὁ Ἀλέξανδρος, ἦ ταῦτα, εἶπεν, ὦ κακὴ κεφαλὴ, σὺ περὶ ἡμῶν ἑκάστοτε λέγων καὶ διαστασιάζων Μακεδόνας χαιρήσειν1 νομίζεις; ἀλλʼ οὐδὲ νῦν, ἔφη, χαίρομεν, Ἀλέξανδρε, τοιαῦτα τέλη τῶν πόνων κομιζόμενοι, μακαρίζομεν δὲ τοὺς ἤδη τεθνηκότας πρὶν ἐπιδεῖν2 Μηδικαῖς ῥάβδοις ξαινομένους Μακεδόνας, καὶ Περσῶν δεομένους ἵνα τῷ βασιλεῖ προσέλθωμεν. τοιαῦτα τοῦ Κλείτου παρρησιαζομένου καὶ τῶν περὶ Ἀλέξανδρον ἀντανισταμένων καὶ λοιδορούντων αὐτόν, οἱ πρεσβύτεροι κατέχειν ἐπειρῶντο τὸν θόρυβον. ὁ δὲ Ἀλέξανδρος ἀποστραφεὶς πρὸς Ξενόδοχον τὸν Καρδιανὸν καὶ τὸν Κολοφώνιον Ἀρτέμιον, οὐ δοκοῦσιν, εἶπεν, ὑμῖν οἱ Ἕλληνες ἐν τοῖς Μακεδόσιν ὥσπερ ἐν θηρίοις ἡμίθεοι περιπατεῖν; τοῦ δὲ Κλείτου μὴ εἴκοντος, ἀλλὰ εἰς μέσον ἃ βούλεται λέγειν τὸν Ἀλέξανδρον κελεύοντος, ἢ μὴ καλεῖν ἐπὶ δεῖπνον ἄνδρας ἐλευθέρους καὶ παρρησίαν ἔχοντας, ἀλλὰ μετὰ βαρβάρων ζῆν καὶ ἀνδραπόδων, οἳ τὴν Περσικὴν ζώνην καὶ τὸν διάλευκον αὐτοῦ χιτῶνα προσκυνήσουσιν, οὐκέτι φέρων τὴν ὀργὴν Ἀλέξανδρος μήλων παρακειμένων ἑνὶ βαλὼν ἔπαισεν αὐτὸν καὶ τὸ ἐγχειρίδιον ἐζήτει.

そこでアレクサンドロスは激昂して言った。「おい、くたばり損ない、お前は我々のことをいつもそのように語り、マケドニア人たちを不和に陥れておきながら、ただで済むと思っているのか」しかしクレイトスは言った。「いいや、いまの我々とて喜んではいませんぞ、アレクサンドロス。苦労に対してこのような報いを受け取っているのですから。そして、マケドニア人がメディア人の鞭で打たれ、王に謁見するためにペルシア人に頼み込むのを目にする前にすでに死んだ者たちこそ、我々は仕合わせであると考えているのです」クレイトスがこのようにあけすけに語り、アレクサンドロスの周囲の者たちが立ち上がって彼を罵倒するなか、年長者たちは騒ぎを抑えようと努めた。しかしアレクサンドロスはカルディアのクセノドコスとコロフォンのアルテミオスの方を向いて言った。「君たちには、ギリシア人たちがマケドニア人たちの中を歩くのは、まるで野獣の中を半神たちが歩いているように見えないか」しかしクレイトスが屈せず、言いたいことがあるなら公の場で言うか、あるいは自由で率直な言葉を持つ者たちを宴に招くのをやめ、王のペルシア風の帯や白い筋の入った下着にひれ伏すような蛮族や奴隷たちと暮らすべきだとアレクサンドロスに命じたため、アレクサンドロスはもはや怒りを抑えきれず、手元にあった林檎の一つを投げつけて彼に当て、短剣を探した。

§51.4

τῶν δὲ σωματοφυλάκων ἑνὸς Ἀριστοφάνους φθάσαντος ὑφελέσθαι, καὶ τῶν ἄλλων περιεχόντων καὶ δεομένων, ἀναπηδήσας ἀνεβόα Μακεδονιστὶ καλῶν τοὺς ὑπασπιστάς τοῦτο δὲ ἦν σύμβολον θορύβου μεγάλου, καὶ τὸν σαλπιγκτὴν ἐκέλευσε σημαίνειν, καὶ πὺξ ἔπαισεν ὡς διατρίβοντα καὶ μὴ βουλόμενον. οὗτος μὲν οὖν ὕστερον εὐδοκίμησεν ὡς τοῦ μὴ συνταραχθῆναι τὸ στρατόπεδον αἰτιώτατος γενόμενος,3 τὸν δὲ Κλεῖτον οὐχ ὑφιέμενον οἱ φίλοι μόλις ἐξέωσαν τοῦ ἀνδρῶνος.

護衛兵の一人アリストパネスが機転を利かせてあらかじめ短剣を取り去っており、他の者たちも取りすがって懇願したが、王は跳び起きてマケドニア語で叫びつつ近衛兵らを呼び寄せた――これは極めて深刻な騒乱の合図であった――そして喇叭手に合図を吹くよう命じ、引き延ばしてためらっているのを見て拳で殴りつけた。この喇叭手は、軍営全体が混乱に陥るのを防いだ最大の功労者として、後に高い評判を得た。一方、友人たちは、一歩も引こうとしないクレイトスを宴の間からかろうじて押し出した。

§51.5

ὁ δὲ κατʼ ἄλλας θύρας αὖθις εἰσῄει, μάλα ὀλιγώρως καὶ θρασέως Εὐριπίδου τὰ ἐξ Ἀνδρομάχης ἰαμβεῖα ταῦτα περαίνων "οἴμοι, καθʼ Ἑλλάδʼ ὡς κακῶς νομίζεται." οὕτω δὴ λαβὼν παρά τινος τῶν δορυφόρων Ἀλέξανδρος αἰχμήν ἀπαντῶντα τὸν Κλεῖτον αὐτῷ καὶ παράγοντα τὸ πρὸ τῆς θύρας παρακάλυμμα διελαύνει.

しかしクレイトスは別の扉から再び入ってきて、極めて尊大かつ不遜にもエウリピデスの『アンドロマケ』の次の短長格の詩行を朗誦した。 「ああ、ギリシア全土で行われている慣習の何と邪悪なことか」ここに至ってアレクサンドロスは護衛兵の一人から槍を奪い、向かってきて扉の前の垂れ幕を押し分けていたクレイトスを刺し貫いた。

§51.6

πεσόντος δὲ μετὰ στεναγμοῦ καὶ βρυχήματος εὐθὺς ἀφῆκεν ὁ θυμὸς αὐτόν, καὶ γενόμενος παρʼ ἑαυτῷ καὶ τοὺς φίλους ἰδὼν ἀφώνους ἑστῶτας ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμήν ἔφθασε, παῖσαι δʼ ἑαυτὸν ὁρμήσας παρά τὸν τράχηλον ἐπεσχέθη,4 τῶν σωματοφυλάκων τὰς χεῖρας αὐτοῦ λαβόντων καὶ τὸ σῶμα βίᾳ παρενεγκόντων εἰς τὸν θάλαμον.

クレイトスが唸り声と呻きを上げて倒れると、たちまち王の激昂は去った。我に返ったアレクサンドロスは、友人たちが言葉を失って立ち尽くしているのを見て、死体から槍を引き抜くことまではできたものの、それをもって自らの喉を突こうと身を投げたところで制止された。護衛兵たちが彼の手を押さえ、力ずくでその身を寝室へと運び込んだからである。

構文注4 件
  1. 51.1χαιρήσειν

    動詞 χαίρω の未来不定詞であるが、慣用句として「無罰ですむ」「ただで済む」を意味する(χαίρων と同趣)。単に「喜ぶ」と解するのではなく、罪や無礼の報いを受けずに済むと過信しているかを問う表現。

  2. 51.1πρὶν ἐπιδεῖν

    接続詞 πρίν に不定詞 ἐπιδεῖν(ἐφοράω のアオリスト)が後続する構文。その目的語として、対格分詞 ξαινομένους と δεομένους が Μακεδόνας を修飾し、さらに後半は ἵνα 節へと接続して従属節の主語が一人称複数(προσέλθωμεν)へと移行する構造を取っている。

  3. 51.4τοῦ μὴ συνταραχθῆναι τὸ στρατόπεδον αἰτιώτατος γενόμενος

    冠詞付き不定詞(否定詞 μή を伴うアオリスト受動態)の属格 τοῦ μὴ συνταραχθῆναι が最上級形容詞 αἰτιώτατος(~の原因となった、~の責任がある)の補足語(原因・関係の属格)として機能している。全体で「軍営が混乱に陥らないことの最大の功労者となって」の意。

  4. 51.6ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμήν ἔφθασε, παῖσαι δʼ ἑαυτὸν ὁρμήσας παρά τὸν τράχηλον ἐπεσχέθη

    μὲν... δέ による対比構文。前半は動詞 φθάνω が不定詞 ἑλκύσασθαι を伴い、「死体から槍を引き抜くことには先んじた(成功した)」ことを表す。後半は分詞句 παῖσαι... ὁρμήσας(突こうと突進したものの)を挟んで受動態動詞 ἐπεσχέθη(制止された)が主動詞となる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:51.1-51.6