← プルタルコス

アレクサンドロス大王伝

§47.1-47.7

遠征の継続とロクサネとの婚姻および側近の調停

アレクサンドロスは精鋭を率いて兵を鼓舞し遠征を継続させるとともに、現地民との融和政策やロクサネとの婚姻を進め、側近ヘファイステイオンとクラテロスの対立を厳しく調停した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§47.1

φοβούμενος δὲ τοὺς Μακεδόνας, μὴ εἰς τὰ ὑπόλοιπα τῆς στρατείας ἀπαγορεύσωσι, τὸ μὲν ἄλλο πλῆθος εἴασε κατὰ χώραν, τοὺς δὲ ἀρίστους ἔχων ἐν Ὑρκανίᾳ μεθʼ ἑαυτοῦ, δισμυρίους πεζοὺς καὶ τρισχιλίους ἱππεῖς, προσέβαλε, λέγων ὡς νῦν μὲν αὐτοὺς ἐνύπνιον τῶν βαρβάρων ὁρώντων, ἂν δὲ μόνον ταράξαντες τὴν Ἀσίαν ἀπίωσιν, ἐπιθησομένων εὐθὺς ὥσπερ γυναιξίν.1

しかし彼は、マケドニア兵たちが残りの遠征に音を上げるのではないかと恐れ、残りの大軍はその場に留め置いたものの、ヒュルカニアで最精鋭の歩兵2万と騎兵3千を自らのもとに置いて〔彼らに〕働きかけ、異民族たちが現時点では彼らを夢幻のように見ているにすぎず、もしアジアをただ撹乱しただけで退却するならば、女に対するように直ちに襲いかかってくるであろうと説いた。

§47.2

οὐ μὴν ἀλλʼ ἀπιέναι γε τοὺς βουλομένους ἐφῆκε, μαρτυράμενος ὅτι τὴν οἰκουμένην τοῖς Μακεδόσι κτώμενος ἐγκαταλέλειπται μετὰ τῶν φίλων καὶ τῶν ἐθελόντων στρατεύειν. ταῦτα σχεδὸν αὐτοῖς ὀνόμασιν ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ γέγραπται, καὶ ὅτι ταῦτα εἰπόντος αὐτοῦ πάντες ἐξέκραγον ὅποι βούλεται τῆς οἰκουμένης ἄγειν· δεξαμένων δὲ τούτων τὴν πεῖραν οὐκέτι ἦν χαλεπὸν προσαχθῆναι τὸ πλῆθος, ἀλλὰ ῥᾳδίως ἐπηκολούθησεν.

それにもかかわらず、退却を望む者たちには立ち去ることを許し、自分はマケドニア人のために世界を獲得しようとしているのに、友人たちと自発的に従軍を望む者たちだけとともに見捨てられてしまったのだと言明した。このことはほぼ同じ文言でアンティパトロスへの書簡に記されており、彼がこれを語ると全員が世界のどこへでも望むところへ率いていってほしいと叫んだという。そして彼らがこの試みを受け入れた以上、一般の兵卒たちを味方に引き入れることはもはや困難ではなく、彼らは容易に従った。

§47.3

οὕτω δὴ καὶ τὴν δίαιταν ἔτι μᾶλλον ὡμοίου τε τοῖς ἐπιχωρίοις ἑαυτόν, ἐκεῖνά τε προσῆγε τοῖς Μακεδονικοῖς ἔθεσιν, ἀνακράσει καὶ κοινωνίᾳ μᾶλλον διʼ εὐνοίας καταστήσεσθαι τὰ πράγματα νομίζων ἢ βίᾳ, μακρὰν ἀπαίροντος αὐτοῦ, διὸ καὶ τρισμυρίους παῖδας ἐπιλεξάμενος ἐκέλευσε γράμματά τε μανθάνειν Ἑλληνικὰ καὶ Μακεδονικοῖς ὅπλοις ἐντρέφεσθαι, πολλοὺς ἐπιστάτας καταστήσας.

こうして彼は生活様式においてもいっそう自分を現地の民に似せ、現地風の慣習をマケドニアの慣習へと近づけた。自分が遠く離れるにあたり、武力によるよりも融和と交わりを通じた好意によって事態が安定すると考えたからである。それゆえに3万の少年を選抜し、多くの監督官を任命して、ギリシアの読み書きを学ばせ、マケドニアの武具で鍛えるように命じた。

§47.4

καὶ τὰ περὶ Ῥωξάνην ἔρωτι μὲν ἐπράχθη, καλὴν καὶ ὡραίαν ἔν τινι χορῷ παρὰ πότον ὀφθεῖσαν, ἔδοξε δὲ οὐκ ἀνάρμοστα τοῖς ὑποκειμένοις εἶναι πράγμασιν. ἐθάρρησαν γὰρ οἱ βάρβαροι τῇ κοινωνίᾳ τοῦ γάμου, καὶ τὸν Ἀλέξανδρον ὑπερηγάπησαν, ὅτι σωφρονέστατος περὶ ταῦτα γεγονὼς οὐδὲ ἧς μόνης ἡττήθη γυναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν.2

またロクサネに関する事柄も、酒宴の席での舞踏において見初められた美しく盛りの彼女に対する情熱によってなされたものであったが、眼前の情勢にも不調和ではないと思われた。というのも、異民族たちは婚姻による結びつきに自信を深め、アレクサンドロスがこの種の事柄においてきわめて節度を守り、唯一心を奪われた女性にさえ正式な婚姻なしには触れようとしなかったことに対して、彼をこの上なく愛したからである。

§47.5

ἐπεὶ δὲ καὶ τῶν φίλων ἑώρα τῶν μεγίστων Ἡφαιστίωνα μὲν ἐπαινοῦντα καὶ συμμετακοσμούμενον αὐτῷ, Κρατερὸν δὲ τοῖς πατρίοις ἐμμένοντα· διʼ ἐκείνου μὲν ἐχρημάτιζε τοῖς βαρβάροις, διὰ τούτου δὲ τοῖς Ἕλλησι καὶ τοῖς Μακεδόσι καὶ ὅλως τὸν μὲν ἐφίλει μάλιστα, τὸν δὲ ἐτίμα, νομίζων καὶ λέγων ἀεί τὸν μὲν Ἡφαιστίωνα φιλαλέξανδρον εἶναι, τὸν δὲ Κρατερὸν φιλοβασιλέα.

さらに彼が最も重んじていた友人たちのうち、ヘファイステイオンは彼を称賛してともに身なりを改め、クラテロスは父祖伝来の風習に固執しているのを見て、前者を通じては異民族たちと交渉し、後者を通じてはギリシア人やマケドニア人たちと交渉した。そして全般として前者を最も愛し、後者を最も重んじ、ヘファイステイオンはアレクサンドロスを愛する者であり、クラテロスは王を愛する者であると常に考え、また口にしていた。

§47.6

διὸ καὶ πρὸς ἀλλήλους ὑπούλως ἔχοντες συνέκρουον πολλάκις, ἅπαξ δὲ περὶ τὴν Ἰνδικὴν καὶ εἰς χεῖρας ἦλθον σπασάμενοι τὰ ξίφη, καὶ τῶν φίλων ἑκατέρῳ παραβοηθούντων προσελάσας Ἀλέξανδρος ἐλοιδόρει τὸν Ἡφαιστίωνα φανερῶς, ἔμπληκτον καλῶν καὶ μαινόμενον, εἰ μὴ συνίησιν ὡς, ἐάν τις αὐτοῦ τὸν Ἀλέξανδρον ἀφέληται, μηδέν ἐστιν3 ἰδίᾳ δὲ καὶ τοῦ Κρατεροῦ πικρῶς καθήψατο.

それゆえに二人は互いに反目し合ってしばしば衝突し、かつてインド地方の近くでは剣を抜いて乱闘に及ぶことさえあった。友人たちが双方に加勢する中、アレクサンドロスは馬を駆け寄せて公然とヘファイステイオンを罵り、もし誰かが自分からアレクサンドロスを奪い去れば自分は何者でもなくなるのだということを理解していないのかと、愚か者であり狂人であると呼んだ。また個人的にはクラテロスをも厳しく叱責した。

§47.7

καὶ συναγαγὼν αὐτοὺς καὶ διαλλάξας ἐπώμοσε τὸν Ἄμμωνα καὶ τοὺς ἄλλους θεούς, ἦ μὴν μάλιστα φιλεῖν ἀνθρώπων ἁπάντων ἐκείνους ἂν δὲ πάλιν αἴσθηται διαφερομένους, ἀποκτενεῖν ἀμφοτέρους, ἢ τὸν ἀρξάμενον. ὅθεν ὕστερον οὐδὲ παίζοντες εἰπεῖν τι οὐδὲ πρᾶξαι πρὸς ἀλλήλους λέγονται.

そして二人を引き合わせて和解させ、アモンや他の神々にかけて誓った。すべての人間のうちで最もこの二人を愛している、しかしもし再び争っているのを知ったならば、双方を、あるいは先に仕掛けた者を殺すであろうと。そのため、それ以降は冗談半分にすら二人が互いに何かを口にしたり行ったりすることはなかったと言われている。

構文注3 件
  1. 47.1λέγων ὡς νῦν μὲν αὐτοὺς ἐνύπνιον τῶν βαρβάρων ὁρώντων, ἂν δὲ μόνον ταράξαντες τὴν Ἀσίαν ἀπίωσιν, ἐπιθησομένων εὐθὺς ὥσπερ γυναιξίν.

    接続詞 ὡς のあとに間接話法として属格絶対構文(ὁρώντων および未来分詞 ἐπιθησομένων)が用いられている。特に ἐπιθησομένων は条件節 ἂν ... ἀπίωσιν(接続法)に対する主節(帰結)の内容を担う分詞である。

  2. 47.4ὅτι σωφρονέστατος περὶ ταῦτα γεγονὼς οὐδὲ ἧς μόνης ἡττήθη γυναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν.

    οὐδὲ ἧς μόνης ... γυναικός は関係代名詞の牽引を伴う名詞の組み込み構文(incorporated antecedent)であり、通常の語順では οὐδὲ ταύτης τῆς γυναικὸς ἧς μόνης ἡττήθη となる。不定詞 θιγεῖν は属格支配動詞であるため、関係節全体の格が属格に統一されている。

  3. 47.6εἰ μὴ συνίησιν ὡς, ἐάν τις αὐτοῦ τὸν Ἀλέξανδρον ἀφέληται, μηδέν ἐστιν

    間接話法を導く動詞(καλῶν)に従属する条件文(εἰ μὴ συνίησιν)の内部に、さらに ὡς 節が組み込まれている。ὡς 節内部の条件文(ἐάν τις ... ἀφέληται, μηδέν ἐστιν)は、直接話法の叙述(接続法+直説法現在)の時制と法をそのまま保っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:47.1-47.7