- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:42.1-42.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスが日常の雑事や家臣のために手紙を書き、初期の裁判で公平を保った逸話が語られた後、ダレイオス追撃の過酷な行軍において、喉の渇きに苦しみながらも部下を思いやって差し出された水を拒否し、将兵の士気を鼓舞した出来事が記される。
θαυμάσαι δὲ αὑτὸν ἔστιν1 ὅτι καὶ μέχρι τοιούτων ἐπιστολῶν τοῖς φίλοις ἐσχόλαζεν, οἷα γράφει παῖδα Σελεύκου εἰς Κιλικίαν ἀποδεδρακότα κελεύων ἀναζητῆσαι, καὶ Πευκέσταν ἐπαινῶν ὅτι Νίκωνα, Κρατεροῦ δοῦλον, συνέλαβε, καὶ Μεγαβύζῳ περὶ τοῦ θεράποντος τοῦ ἐν τῷ ἱερῷ καθεζομένου, κελεύων αὐτὸν, ἂν δύνηται, συλλαβεῖν ἔξω τοῦ ἱεροῦ προκαλεσάμενος, ἐν δὲ τῷ ἱερῷ μὴ προσάπτεσθαι.
また、彼が友人たちのためにこのような手紙にまで時間を割いていたことには驚嘆させられる。例えば、キリキアへ逃走したセレウコスの奴隷を捜索するよう命じる手紙や、クラテロスの奴隷ニコンを捕縛したとしてペウケスタスを称賛する手紙、さらには神殿に籠もっている従僕についてメガビュゾスに宛て、可能ならば神殿の外へ誘い出して捕縛するよう命じつつも、神殿の内では手を触れてはならないと命じる手紙のようなものである。
λέγεται δὲ καὶ τὰς δίκας διακρίνων ἐν ἀρχῇ τὰς θανατικὰς τὴν χεῖρα τῶν ὤτων τῷ ἑτέρῳ προστιθέναι τοῦ κατηγόρου λέγοντος,2 ὅπως τῷ κινδυνεύοντι καθαρὸν φυλάττηται καὶ ἀδιάβλητον. ἀλλʼ ὕστερόν γε αὑτὸν ἐξετράχυναν αἱ πολλαὶ διαβολαί, διὰ τῶν ἀληθῶν πάροδον ἐπὶ τὰ ψευδῆ λαβοῦσαι. καὶ μάλιστα κακῶς ἀκούων ἐξίστατο τοῦ φρονεῖν καὶ χαλεπὸς ἦν καὶ ἀπαραίτητος, ἅτε δὴ τὴν δόξαν ἀντὶ τοῦ ζῆν καὶ τῆς βασιλείας ἠγαπηκώς.
また、初期のころには死刑に処すべき裁判を裁く際、告発人が発言している間は一方の耳に手を当てていたと言われている。危険にさらされている被告人のために、その耳を偏見のない清らかな状態に保っておくためであった。しかし後になると、多くの讒言が真実を足がかりとして虚偽へと入り込むようになり、彼を苛烈な性格に変えてしまった。とりわけ自分の悪口を聞くときには理性を失い、過酷で容赦のない者となった。命や王位に代えて名声を愛していたからにほかならない。
τότε δὲ ἐξήλαυνεν ἐπὶ Δαρεῖον ὡς πάλιν μαχούμενος ἀκούσας δὲ τὴν ὑπὸ Βήσσου γενομένην αὐτοῦ σύλληψιν ἀπέλυσε τοὺς Θεσσαλοὺς οἴκαδε, δισχίλια τάλαντα δωρεὰν ἐπιμετρήσας ταῖς μισθοφοραῖς. πρὸς δὲ τὴν δίωξιν ἀργαλέαν καὶ μακρὰν γινομένην3 ἕνδεκα γὰρ ἡμέραις ἱππάσατο τρισχιλίους καὶ τριακοσίους σταδίους ἀπηγόρευσαν μὲν οἱ πλεῖστοι, καὶ μάλιστα κατὰ τὴν ἀνυδρίαν.
そのころ、彼は再び戦いを交えるつもりでダレイオスに向かって進軍していたが、ベッソスによるダレイオスの捕縛の報を聞くと、給料に二千タラントンの報奨金を上乗せしてテッサリア人部隊を帰国させた。しかし、追撃が過酷で長大なものとなったため――実に十一日間で三千三百スタディオンを騎行したのである――大半の兵士が力尽き、とりわけ水不足の折には著しかった。
ἔνθα δὴ Μακεδόνες ἀπήντησαν αὐτῷ τινες ὕδωρ ἐν ἀσκοῖς ἐφʼ ἡμιόνων κομίζοντες ἀπὸ τοῦ ποταμοῦ· καὶ θεασάμενοι τὸν Ἀλέξανδρον ἤδη μεσημβρίας οὔσης κακῶς ὑπὸ δίψους ἔχοντα ταχὺ πλησάμενοι κράνος προσήνεγκαν. πυθομένου δὲ αὐτοῦ τίσι κομίζοιεν, υἱοῖς, ἔφασαν, ἰδίοις· ἀλλὰ σοῦ ζῶντος ἑτέρους ποιησόμεθα, κἂν ἐκείνους ἀπολέσωμεν.4
そのとき、川からラバの背に革袋を載せて水を運んできたあるマケドニア人たちが彼に行き会った。そして真昼のころにアレクサンドロスが渇きのためにひどく苦しんでいるのを見ると、素早く兜に水を満たして差し出した。彼が誰のために運んでいるのかと尋ねると、「自分の息子たちのためです」と彼らは言った、「ですが、あなたがご無事でいらっしゃるならば、たとえ息子たちを失おうとも、私たちはまた別の息子たちを得ることができるでしょう」。
ταῦτα ἀκούσας ἔλαβεν εἰς τὰς χεῖρας τὸ κράνος· περιβλέψας δὲ καὶ θεασάμενος τοὺς περὶ αὑτὸν ἱππεῖς ἅπαντας ἐγκεκλικότας ταῖς κεφαλαῖς καὶ πρὸς τὸ ποτὸν βλέποντας ἀπέδωκεν οὐ πιών, ἀλλʼ ἐπαινέσας τοὺς ἀνθρώπους, ἄν γὰρ αὐτὸς, ἔφη, πίω μόνος, ἀθυμήσουσιν οὗτοι.
これを聞くと、彼は兜を手に取った。しかし周囲を見回し、周りの騎兵たち全員が首を傾け、その飲み水を見つめているのを目にすると、飲まずに兜を返し、その人びとを称賛してこう言った。 「というのも、もし私ひとりが飲むならば、この者たちが気落ちしてしまうからだ」。
θεασάμενοι δὲ τὴν ἐγκράτειαν αὐτοῦ καὶ μεγαλοψυχίαν οἱ ἱππεῖς ἄγειν ἀνέκραγον θαρροῦντα καὶ τοὺς ἵππους ἐμάστιζον· οὔτε γὰρ κάμνειν οὔτε διψᾶν οὔθʼ ὅλως θνητοὺς εἶναι νομίζειν αὑτούς, ἕως ἂν ἔχωσι βασιλέα τοιοῦτον.
騎兵たちは彼の自制と度量の大きさを目の当たりにすると、勇気をもって前進するよう叫び、馬に鞭をあてた。このような王を戴いている限り、自分たちは疲労もせず、渇きも覚えず、そもそも死すべき人間であるとさえ思わない、と信じていたからである。
- 42.1θαυμάσαι δὲ αὑτὸν ἔστιν
非人称動詞 ἔστι(〜することが可能である、〜しうる)に不定詞 θαυμάσαι が後続し、αὑτόν(または αὐτόν)はその不定詞の目的語(彼を称賛/驚嘆すること)となっている。文全体として「彼に驚嘆することができる」という構文を形成している。
- 42.2τὴν χεῖρα τῶν ὤτων τῷ ἑτέρῳ προστιθέναι τοῦ κατηγόρου λέγοντος
τῶν ὤτων τῷ ἑτέρῳ は与格句で、全体(両耳)に対する部分(一方の耳)を表す部分属格(τῶν ὤτων)が与格(τῷ ἑτέρῳ)を修飾し、動詞 προστιθέναι に係っている(「両耳のうちの一方に手を当てる」)。τοῦ κατηγόρου λέγοντος は時を示す属格独立構文(「告発人が述べている間」)。
- 42.3πρὸς δὲ τὴν δίωξιν ἀργαλέαν καὶ μακρὰν γινομένην
前置詞句 πρὸς δὲ τὴν δίωξιν ... γινομένην は、主動詞 ἀπηγόρευσαν(力尽きた、脱落した)に係る。挿入節 ἕνδεκα γὰρ ἡμέραις ἱππάσατο τρισχιλίους καὶ τριακοσίους σταδίους が挟まるため離隔(hyperbaton)が生じているが、構文の骨格は πρὸς τὴν δίωξιν ... ἀπηγόρευσαν μὲν οἱ πλεῖστοι(追撃に直面して大半の者が力尽きた)である。
- 42.4σοῦ ζῶντος ἑτέρους ποιησόμεθα, κἂν ἐκείνους ἀπολέσωμεν
σοῦ ζῶντος は条件を表す属格独立構文(「あなたが生きている限り/生きているならば」)。κἂν ἐκείνους ἀπολέσωμεν は καὶ ἐὰν ... の縮約による譲歩節(「たとえ彼らを失うことになろうとも」)であり、主文 ἑτέρους [υἱοὺς] ποιησόμεθα(「別の息子たちを得るであろう」)に係る。
