- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:39.1-39.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスの寛大さと施しに関する様々な逸話(兵士、友人、臣下への巨額の賜与)と、母オリュンピアスからの諌めの手紙や彼女との関係が語られる。
φύσει δὲ ὢν μεγαλοδωρότατος ἔτι μᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγμάτων αὐξομένων· καὶ προσῆν ἡ φιλοφροσύνη, μεθʼ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντες χαρίζονται, μνησθήσομαι δὲ ὀλίγων. ἀρίστων ὁ τῶν Παιόνων ἡγούμενος ἀποκτείνας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπιδειξάμενος αὐτῷ, τοῦτο, εἶπεν, ὦ βασιλεῦ, παρʼ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον.1
彼は生まれつき極めて気前が良かったが、事態が発展するにつれてこの点においていっそう拍車がかかった。また、それには温情が伴っていたが、これがあって初めて与える者たちは真に恵みを与えるのである。そのうちのわずかな例を挙げることにしよう。パイオニア人の指揮官アリストンは、敵兵を討ち取ってその首を彼に見せ、 「王よ、 と言った、 わが国ではこの賜物は黄金の杯の価値に値します」するとアレクサンドロスは笑って、 「空の杯だろう。
ὁ δὲ Ἀλέξανδρος γελάσας, κενοῦ γε, εἶπεν, ἐγὼ δέ σοι μεστὸν ἀκράτου προπίομαι. τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν ἡμίονον βασιλικὸν χρυσίον κομίζοντα· κάμνοντος δὲ τοῦ κτήνους αὐτὸς ἀράμενος ἐκόμιζε τὸ φορτίον. ἰδὼν οὖν ὁ βασιλεὺς θλιβόμενον αὐτὸν σφόδρα καὶ πυθόμενος τὸ πρᾶγμα, μέλλοντος κατατίθεσθαι, μὴ κάμῃς, εἶπεν, ἀλλὰ πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ τοῦτο κομίσας.2 ὅλως δὲ ἤχθετο τοῖς μὴ λαμβάνουσι μᾶλλον ἢ τοῖς αἰτοῦσι. καὶ Φωκίωνι μὲν ἔγραψεν ἐπιστολήν ὡς οὐ χρησόμενος αὐτῷ φίλῳ τὸ λοιπόν, εἰ διωθοῖτο τὰς χάριτας. Σεραπίωνι δὲ τῶν ἀπὸ σφαίρας τινὶ νεανίσκων οὐδὲν ἐδίδου διὰ τὸ μηδὲν αἰτεῖν. ὡς οὖν εἰς τὸ σφαιρίζειν παραγενόμενος ὁ Σεραπίων ἄλλοις ἔβαλλε τὴν σφαῖραν, εἰπόντος δὲ τοῦ βασιλέως, ἐμοὶ δὲ οὐ δίδως; οὐ γὰρ αἰτεῖς, εἶπε, τούτῳ μὲν δὴ γελάσας πολλὰ ἔδωκε.
と言った、 しかし私はそなたに生酒で満ちた杯で乾杯しよう」また、マケドニア人の一兵卒が王の金貨を運ぶラバを追っていたが、その獣が疲れ果てると、自ら荷を背負い上げて運んでいた。そこで王は彼がひどく苦しんでいるのを見、事情を尋ねて、彼が荷を下ろそうとしたとき、 「くたびれてはならぬ。 と言った、 むしろ残りの道をも天幕まで歩き通し、これを自分自身のために運ぶがよい」総じて彼は、請い求める者たちよりも受け取らない者たちに対して腹を立てた。そしてフォキオンには、もしその好意を拒絶するならば、以後は彼を友人として遇することはないだろうという手紙を書き送った。また球戯をする若者の一人であるセラピオンには、彼が何も請い求めないために何も与えずにいた。そこでセラピオンが球戯に加わった際、ほかの者たちにばかり球を投げていたので、王が、「私にはよこさないのか」と言うと、彼は、「あなたが求めないからです」と言った。これに対して王は笑い、彼に多くの物を与えた。
Πρωτέᾳ δέ τινι τῶν περὶ σκώμματα καὶ πότον οὐκ ἀμούσων ἔδοξε διʼ ὀργῆς γεγονέναι τῶν δὲ φίλων δεομένων κἀκείνου δακρύοντος ἔφη διαλλάττεσθαι κἀκεῖνος, οὐκοῦν, εἶπεν, ὦ βασιλεῦ, δός τί μοι πιστὸν πρῶτον. ἐκέλευσεν οὖν αὐτῷ πέντε τάλαντα δοθῆναι. περὶ δὲ τῶν τοῖς φίλοις καὶ τοῖς σωματοφύλαξι νεμομένων πλούτων, ἡλίκον εἶχον ὄγκον, ἐμφαίνει3 διʼ ἐπιστολῆς Ὀλυμπιάς, ἣν ἔγραψε πρὸς αὐτόν.
また、冗談や酒盛りにかけて風流を解するプロテアスという男に対しては、怒りを抱いたように思われたが、友人たちが執り成し、当人も涙を流したため、王は和解すると述べた。するとその男は、 「それなら、 と言った、 王よ、まず私に何か確かな証をください」そこで王は彼に五タラントンを与えるよう命じた。友や親衛兵たちに分配された富がどれほど莫大な規模であったかについては、オリュンピアスが彼に宛てて書いた手紙の中で明らかにしている。
ἄλλως, φησὶν, εὖ ποίει τοὺς φίλους καὶ ἐνδόξους ἄγε νῦν δʼ ἰσοβασιλέας πάντας ποιεῖς καὶ πολυφιλίας παρασκευάζεις αὐτοῖς, ἑαυτὸν δὲ ἐρημοῖς. πολλάκις δὲ τοιαῦτα τῆς Ὀλυμπιάδος γραφούσης ἐφύλαττεν ἀπόρρητα τὰ γράμματα, πλὴν ἅπαξ Ἡφαιστίωνος, ὥσπερ εἰώθει, λυθεῖσαν ἐπιστολήν αὐτῷ συναναγινώσκοντος οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον ἀφελόμενος τὸν αὑτοῦ προσέθηκε τῷ ἐκείνου στόματι τὴν σφραγῖδα.
「ほかの方法で、 と彼女は言う、 友人たちに善を施し、名誉を与えなさい。いまのあなたのようにしては、彼ら全員を王と同等にしてしまい、彼らには多くの友を得させ、自分自身を孤独にしてしまいます」オリュンピアスがしばしばこのようなことを書き送ってきたため、彼はその書簡を秘密に保管していたが、あるとき一度だけ、ヘファイスティオンがいつものように封を切られた手紙を彼と一緒に読んでいた際、彼を遮りはせず、自分自身の指輪を外してその封印をヘファイスティオンの口に押し当てた。
Μαζαίου δὲ τοῦ μεγίστου παρὰ Δαρείῳ γενομένου παιδὶ σατραπείαν ἔχοντι δευτέραν προσετίθει μείζονα, παραιτούμενος δὲ ἐκεῖνος εἶπεν· ὦ βασιλεῦ, τότε μὲν ἦν εἷς Δαρεῖος, νῦν δὲ σὺ πολλοὺς πεποίηκας Ἀλεξάνδρους. Παρμενίωνι μὲν οὖν τὸν Βαγώου ἔδωκεν οἶκον τὸν περὶ Σοῦσα, ἐν ᾧ λέγεται χιλίων ταλάντων εὑρεθῆναι ἱματισμὸν. πρὸς δʼ Ἀντίπατρον ἔγραψε κελεύων ἔχειν φύλακας τοῦ σώματος ὡς ἐπιβουλευόμενον.
また、ダレイオスのもとで最高位にあったマザイオスの息子が太守領を持っていたが、アレクサンドロスはさらに大きな二つ目の太守領を付け加えようとした。しかしその男は辞退してこう言った。 「王よ、かつてダレイオスは一人でしたが、いまやあなたは多くのアレクサンドロスを作られました」さてパルメニオンには、スサ周辺にあるバゴアスの館を与えたが、そこには千タラントン相当の衣服が見出されたと言われる。またアンティパトロスに対しては、陰謀を企てられているとして、身辺警護の兵を置くように命じる手紙を送った。
τῇ δὲ μητρὶ πολλὰ μὲν ἐδωρεῖτο καὶ κατέπεμπεν, οὐκ εἴα δὲ πολυπραγμονεῖν οὐδὲ παραστρατηγεῖν ἐγκαλούσης δὲ πρᾴως ἔφερε τὴν χαλεπότητα. πλὴν ἅπαξ ποτὲ Ἀντιπάτρου μακρὰν κατʼ αὐτῆς γράψαντος ἐπιστολήν ἀναγνοὺς ἀγνοεῖν εἶπεν Ἀντίπατρον ὅτι μυρίας ἐπιστολὰς ἓν δάκρυον ἀπαλείφει μητρός.4
他方、母には多くの贈り物を送ったが、国政に立ち入ることや将軍の職権に口出しすることは許さず、彼女が不平を言ってもその気難しさを穏やかに耐え忍んでいた。ただし一度だけ、アンティパトロスが彼女を告発する長い手紙を送ってきた際、それを読み終えて、母の一粒の涙が幾万通の手紙をも消し去ることをアンティパトロスは知らない、と言った。
- 39.1ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον
ἐκπώματος χρυσοῦ は価格・価値の属格(genitive of value)であり、受動態の動詞 τιμᾶται とともに「この贈り物は黄金の杯の価値に見積もられる」を意味する。主語は τὸ δῶρον で、τοῦτο はそれを修飾・指示する。
- 39.2πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ τοῦτο κομίσας
πρόσθες は προστίθημι の第2アオリスト能動態命令法(2人称単数)。ここでは「残りの行程を進め/付け加えよ」という運動・努力の付加を意味する。分詞 κομίσας にかかる ἑαυτῷ は利益の与格で、「自分自身のためにこれを運びつつ」という意味になり、運んだ金貨をその兵士自身の取り分とすることを認める命令となっている。
- 39.4περὶ δὲ τῶν τοῖς φίλοις καὶ τοῖς σωματοφύλαξι νεμομένων πλούτων, ἡλίκον εἶχον ὄγκον, ἐμφαίνει
先取り構文(prolepsis)。主節の前置詞句 περὶ ... τῶν πλούτων(富について)が、後続する間接疑問節 ἡλίκον εἶχον ὄγκον(それらがどれほどの規模を有していたか)の内容(主語相当の要素)を文頭で先取りして提示している。主動詞は ἐμφαίνει、主語は後続する Ὀλυμπιάς である。
- 39.7ἀγνοεῖν εἶπεν Ἀντίπατρον ὅτι μυρίας ἐπιστολὰς ἓν δάκρυον ἀπαλείφει μητρός
対格不定詞構文。εἶπεν の目的語として Ἀντίπατρον(対格主語)+ ἀγνοεῖν(現在不定詞)を取り、「アンティパトロスは……を知らないと言った」となる。ὅτι 節はその不定詞 ἀγνοεῖν の内容を導く名詞節。
