← プルタルコス

アレクサンドロス大王伝

§31.1-31.8

ガウガメラでの対陣と夜襲策の拒否

ユーフラテス以西を平定したアレクサンドロスはガウガメラでダレイオスの大軍と対峙し、夜襲を勧める老将パルメニオンらの進言を「私は勝利を盗まない」と拒絶して正々堂々の昼間決戦を選択する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§31.1

Ἀλέξανδρος δὲ τὴν ἐντὸς τοῦ Εὐφράτου πᾶσαν ὑφʼ ἑαυτῷ ποιησάμενος ἤλαυνεν ἐπὶ Δαρεῖον ἑκατὸν μυριάσι στρατοῦ καταβαίνοντα. καί τις αὐτῷ φράζει τῶν ἑταίρων, ὡς δὴ γέλωτος ἄξιον πρᾶγμα, τοὺς ἀκολούθους παίζοντας εἰς δύο μέρη διῃρηκέναι σφᾶς αὐτούς, ὧν ἑκατέρου στρατηγὸν εἶναι καὶ ἡγεμόνα, τὸν μὲν Ἀλέξανδρον, τὸν δὲ Δαρεῖον ὑπʼ αὐτῶν προσαγορευόμενον·1

アレクサンドロスはユーフラテス川以西の全域を手中に収めると、百万人規模の軍勢を率いて下ってきたダレイオスに向かって進軍した。すると仲間の将校の一人が、笑うべき出来事として彼に告げたところでは、従者たちが戯れに二陣に分かれ、その双方の将軍かつ指導者として、一方をアレクサンドロス、他方をダレイオスと彼らは呼んでいた。

§31.2

ἀρξαμένους δὲ βώλοις ἀκροβολίζεσθαι πρὸς ἀλλήλους, εἶτα πυγμαῖς, τέλος ἐκκεκαῦσθαι τῇ φιλονεικίᾳ καὶ μέχρι λίθων καὶ ξύλων, πολλοὺς καὶ δυσκαταπαύστους γεγονότας. ταῦτα ἀκούσας ἐκέλευσεν αὐτοὺς μονομαχῆσαι τοὺς ἡγεμόνας καὶ τὸν μὲν Ἀλέξανδρον αὐτὸς ὥπλισε, τὸν δὲ Δαρεῖον Φιλώτας, ἐθεᾶτο δὲ ὁ στρατός, ἐν οἰωνῷ τινι τοῦ μέλλοντος τιθέμενος τὸ γιγνόμενον. ἰσχυρᾶς δὲ τῆς μάχης γενομένης ἐνίκησεν ὁ καλούμενος Ἀλέξανδρος, καὶ δωρεὰν ἔλαβε δώδεκα κώμας καὶ στολῇ Περσικῇ χρῆσθαι. ταῦτα μὲν οὖν Ἐρατοσθένης ἱστόρηκε.

そして互いに土塊を投げ合って小ぜり合いを始めたが、やがて拳を用い、ついには勝ち気さから熱狂して石や棍棒にまで至り、人数も多く制止しがたい状態に陥ったという。これを聞いたアレクサンドロスは、指導者たち自身に一騎打ちをさせるよう命じ、アレクサンドロス役には彼自らが、ダレイオス役にはフィロタスが武装を施し、全軍がこれを見物して、生じた事態を未来の吉凶の兆しと見なした。激しい戦いの末に、アレクサンドロスと呼ばれた側が勝利し、褒美として十二の村とペルシアの装束を纏う権利を与えられた。これらはエラトステネスが記すところである。

§31.3

τὴν δὲ μεγάλην μάχην πρὸς Δαρεῖον οὐκ ἐν Ἀρβήλοις, ὥσπερ οἱ πολλοὶ γράφουσιν, ἀλλὰ ἐν Γαυγαμήλοις γενέσθαι συνέπεσε, σημαίνειν δέ φασιν οἶκον καμήλου τὴν διάλεκτον, ἐπεὶ τῶν πάλαι τις βασιλέων ἐκφυγὼν πολεμίους ἐπὶ καμήλου δρομάδος ἐνταῦθα καθίδρυσεν αὐτήν, ἀποτάξας τινὰς κώμας καὶ προσόδους εἰς τὴν ἐπιμέλειαν.

ダレイオスとの大決戦は、多くの者が書くようにアルベラにおいてではなく、ガウガメラにおいて生じることになったが、現地の言葉でそれは「ラクダの家」を意味するという。昔の王の一人が一頭の早駆けラクダに乗って敵から逃れ、そのラクダの世話のために幾つかの村と歳入を割り当てた上で、この地に安住させたからである。

§31.4

ἡ μὲν οὖν σελήνη τοῦ Βοηδρομιῶνος ἐξέλιπε περὶ τὴν τῶν μυστηρίων τῶν Ἀθήνησιν ἀρχήν, ἑνδεκάτῃ δὲ ἀπὸ τῆς ἐκλείψεως νυκτὶ τῶν στρατοπέδων ἐν ὄψει γεγονότων, Δαρεῖος μὲν ἐν ὅπλοις συνεῖχε τὴν δύναμιν, ὑπὸ λαμπάδων ἐπιπορευόμενος τὰς τάξεις, Ἀλέξανδρος δὲ τῶν Μακεδόνων ἀναπαυομένων αὐτὸς πρὸ τῆς σκηνῆς μετὰ τοῦ μάντεως Ἀριστάνδρου διέτριβεν, ἱερουργίας τινὰς ἀπορρήτους ἱερουργούμενος καὶ τῷ Φόβῳ σφαγιαζόμενος.

ボエドロミオン月の月食がアテナイの秘儀の始まりの頃に起こったが、月食ののち十一日目の夜に両軍が互いに視界に入ると、ダレイオスは松明の明かりのもと隊列を巡検しながら自軍を武装したまま待機させ、アレクサンドロスはマケドニア兵たちが休息をとる中、自らは予言者アリスタンドロスとともに天幕の前に留まり、秘儀の祭儀を執り行い、恐怖の神に犠牲を捧げていた。

§31.5

οἱ δὲ πρεσβύτεροι τῶν ἑταίρων, καὶ μάλιστα Παρμενίων, ὡς τὸ μὲν πεδίον τὸ μεταξὺ τοῦ Νιφάτου καὶ τῶν ὀρῶν τῶν Γορδυαίων ἅπαν ἑωρᾶτο καταλαμπόμενον τοῖς βαρβαρικοῖς φέγγεσιν, ἀτέκμαρτος δέ τις φωνὴ συμμεμιγμένη καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου καθάπερ ἐξ ἀχανοῦς προσήχει πελάγους, θαυμάσαντες τὸ πλῆθος καὶ πρὸς ἀλλήλους διαλεχθέντες ὡς μέγα καὶ χαλεπὸν ἔργον εἴη συμπεσόντας ἐκ προφανοῦς τοσοῦτον ὤσασθαι πόλεμον, ἀπὸ τῶν ἱερῶν γενομένῳ τῷ βασιλεῖ προσελθόντες2 ἔπειθον αὐτὸν ἐπιχειρῆσαι νύκτωρ τοῖς πολεμίοις καὶ τῷ σκότῳ τὸ φοβερώτατον συγκαλύψαι τοῦ μέλλοντος ἀγῶνος.

仲間のうちの古参の者たち、とりわけパルメニオンは、ニパテス山とゴルデュアイアの山々に挟まれた平原全体が異民族の放つ光によって照らし出され、測り知れない入り混じった叫びと騒擾が、あたかも底知れぬ大海からであるかのように陣営から響き渡るのを見ると、その大軍に驚嘆し、公然と激突してこれほどの大規模な軍勢を撃退するのは過酷で至難の業であろうと互いに語り合い、祭儀を終えた王のもとに歩み寄り、夜間に敵に急襲をかけ、暗闇によって来たるべき戦いの最も恐ろしい光景を覆い隠すよう説得しようとした。

§31.7

ὁ δὲ τὸ μνημονευόμενον εἰπὼν, οὐ κλέπτω τὴν νίκην, ἐνίοις μὲν ἔδοξε μειρακιώδη καὶ κενὴν ἀπόκρισιν πεποιῆσθαι, παίζων πρὸς τοσοῦτον κίνδυνον, ἐνίοις δὲ καὶ τῷ παρόντι θαρρεῖν καὶ στοχάζεσθαι τοῦ μέλλοντος ὀρθῶς, μὴ διδοὺς πρόφασιν ἡττηθέντι Δαρείῳ πρὸς ἄλλην αὖθις ἀναθαρρῆσαι πεῖραν, αἰτιωμένῳ τούτων νύκτα καὶ σκότος, ὡς ὄρη καὶ στενὰ καὶ θάλασσαν τῶν προτέρων.3

しかしアレクサンドロスは語り継がれるあの言葉を発した。 「私は勝利を盗まない。」 ある者たちには、彼がこれほどの危機に対して戯れを弄し、子供じみた空疎な返答をしたかのように思われたが、またある者たちには、彼が現状に対して大胆不敵であると同時に未来を正しく見据えており、敗北したダレイオスが、以前の〔敗北〕について山々や隘路や海を口実にしたように、今回の敗北の原因を夜と暗闇に帰して、再び新たな試みへと奮起する口実を与えないようにしたのだと思われた。

§31.8

οὐ γὰρ ὅπλων οὐδὲ σωμάτων ἀπορίᾳ παύσεσθαι πολεμοῦντα Δαρεῖον ἀπὸ τηλικαύτης δυνάμεως καὶ χώρας τοσαύτης, ἀλλʼ ὅταν ἀφῇ τὸ φρόνημα καὶ τὴν ἐλπίδα, διʼ ἐμφανοῦς ἥττης κατὰ κράτος ἐξελεγχθείς.

というのも、ダレイオスはこれほどの軍事力と広大な領土を有しながら、武器や兵士の欠乏ゆえに戦いをやめることはなく、公然たる徹底的な敗北によって力で論破され、その矜持と希望を捨て去ったときにこそ戦いをやめるであろうからである。

構文注3 件
  1. 31.1ὧν ἑκατέρου στρατηγὸν εἶναι καὶ ἡγεμόνα, τὸν μὲν Ἀλέξανδρον, τὸν δὲ Δαρεῖον ὑπʼ αὐτῶν προσαγορευόμενον·

    間接話法(φράζει に後続する対格不定詞 διῃρηκέναι)から継続する関係節内の構文。関係代名詞 ὧν は二つの党派(δύο μέρη)を受け、関係節内で不定詞 εἶναι が用いられ(間接話法の影響による不定詞構文)、その述語として στρατηγὸν καὶ ἡγεμόνα が置かれ、後続の分詞 προσαγορευόμενον も対格として述語部分を修飾している。

  2. 31.6ἀπὸ τῶν ἱερῶν γενομένῳ τῷ βασιλεῖ προσελθόντες

    「儀式・犠牲式を終えた」を意味する慣用句(ἀπό τινος γίγνεσθαι)。与格 τῷ βασιλεῖ は動詞 προσελθόντες の目的語であり、分詞 γενομένῳ は王の直前の状態(神聖な儀礼を終えて退席したところ)を示す一致与格である。

  3. 31.7αἰτιωμένῳ τούτων νύκτα καὶ σκότος, ὡς ὄρη καὶ στενὰ καὶ θάλασσαν τῶν προτέρων.

    αἰτιάομαι 動詞が非難の対象(対格:νύκτα καὶ σκότος)と、その理由・事由(属格:τούτων)を同時に取る二重補語構文。後半の ὡς ὄρη καὶ στενὰ καὶ θάλασσαν τῶν προτέρων は前文の構造を受けた強い省略で、αἰτιασαμένῳ が補われ、属格 τῶν προτέρων(以前の敗北)に対して原因・口実とされた対格(山々、隘路、海)が対比されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:31.1-31.8