- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:27.1-27.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスは奇跡的な降雨と大烏の誘導によって砂漠を越えてアンモンの神託所に到達し、神の子としての挨拶と世界支配の神託を受ける。さらに神官の言い間違いに関する逸話や、神と人間に関するアレクサンドロスの哲学的見解が記される。
ἐν γοῦν τῇ τότε πορείᾳ τὰ συντυχόντα ταῖς ἀπορίαις παρὰ τοῦ θεοῦ βοηθήματα τῶν ὑστέρων χρησμῶν ἐπιστεύθη μᾶλλον1 τρόπον δέ τινα καὶ τοῖς χρησμοῖς ἡ πίστις ἐκ τούτων ὑπῆρξε, πρῶτον μὲν γὰρ ἐκ Διὸς ὕδωρ πολὺ καὶ διαρκεῖς ὑετοὶ γενόμενοι τόν τε τῆς δίψης φόβον ἔλυσαν, καὶ τὴν ξηρότητα κατασβέσαντες τῆς ἄμμου, νοτερᾶς γενομένης καὶ πρὸς αὑτὴν ξυμπεσούσης, εὔπνουν τόν ἀέρα καὶ καθαρώτερον παρέσχον.
少なくともその折の行軍においては、困窮に際して神から与えられた援助は、のちの神託よりも信じられた。またある意味では、神託への信憑性もこれらによって生じたのである。というのも、まずゼウスから大量の水と不断の雨がもたらされ、渇きへの恐怖を解いたばかりか、砂の乾燥を鎮め、砂が湿り気を帯びて互いに固まったことで、空気を吸いやすく、より清らかなものにしたからである。
ἔπειτα τῶν ὅρων, οἵπερ ἦσαν τοῖς ὁδηγοῖς, συγχυθέντων καὶ πλάνης οὔσης καὶ διασπασμοῦ τῶν βαδιζόντων διὰ τὴν ἄγνοιαν, κόρακες ἐκφανέντες ὑπελάμβανον τὴν ἡγεμονίαν τῆς πορείας, ἑπομένων μὲν ἔμπροσθεν πετόμενοι καὶ σπεύδοντες, ὑστεροῦντας δὲ καὶ βραδύνοντας ἀναμένοντες·
次いで、道案内たちにとっての目印が見失われ、無知のために行軍する者たちの迷走と分散が生じていたとき、大烏たちが姿を現して行軍の先導を引き受け、一行がついてくると前方を飛んで急ぎ、一行が遅れたり歩みを緩めたりすると待った。
ὃ δὲ ἦν θαυμασιώτατον, ὡς Καλλισθένης φησί, ταῖς φωναῖς ἀνακαλούμενοι τοὺς πλανωμένους νύκτωρ καὶ κλάζοντες εἰς ἴχνος καθίστασαν τῆς πορείας. ἐπεὶ δὲ διεξελθὼν τὴν ἔρημον ἧκεν εἰς τόν τόπον, ὁ μὲν προφήτης αὐτὸν ὁ Ἄμμωνος ἀπὸ τοῦ θεοῦ χαίρειν, ὡς ἀπὸ πατρὸς, προσεῖπεν ὁ δὲ ἐπήρετο μή τις αὐτὸν εἴη διαπεφευγὼς τῶν τοῦ πατρὸς φονέων.2
そして最も驚嘆すべきことには、カリステネスが述べるように、大烏たちは夜間に迷った者たちを鳴き声で呼び戻し、叫び声をあげて行軍の道筋へと引き戻したのである。彼が砂漠を踏破してその場所に到着すると、アンモンの預言者は神から、あたかも父からのように彼に挨拶の言葉をかけた。一方彼は、父の暗殺者たちの誰かが自らを逃れていないかどうかを尋ねた。
εὐφημεῖν δὲ τοῦ προφήτου κελεύσαντος, οὐ γὰρ εἶναι πατέρα θνητὸν αὐτῷ, μεταβαλὼν ἐπυνθάνετο, τοὺς Φιλίππου φονεῖς εἰ πάντας εἴη τετιμωρημένος εἶτα περὶ τῆς ἀρχῆς, εἰ πάντων αὐτῷ δίδωσιν ἀνθρώπων κυρίῳ γενέσθαι, χρήσαντος δὲ τοῦ θεοῦ καὶ τοῦτο διδόναι καὶ Φίλιππον ἀπέχειν ἔκπλεω τὴν δίκην, ἐδωρεῖτο τόν θεὸν ἀναθήμασι λαμπροῖς καὶ χρήμασι τοὺς ἀνθρώπους.
預言者が、彼には死すべき身の父はいないのだから言葉を慎むように命ずると、彼は言い方を変えて、ピリッポスの暗殺者たちを全員処罰したかどうかを尋ね、次いで支配権について、すべての人間を支配する主となることを神が自分に許しているのかどうかを尋ねた。神がこれも与えること、そしてピリッポスは十分な報復を得たという託宣を下すと、彼は見事な奉納物で神に贈り物をし、金銭で人間たちに報いた。
ταῦτα περὶ τῶν χρησμῶν οἱ πλεῖστοι γράφουσιν αὐτὸς δὲ Ἀλέξανδρος ἐν ἐπιστολῇ πρὸς τὴν μητέρα φησὶ γεγονέναι τινὰς αὐτῷ μαντείας ἀπορρήτους, ἃς αὐτὸς ἐπανελθὼν φράσει πρὸς μόνην ἐκείνην. ἔνιοι δέ φασι τόν μὲν προφήτην Ἑλληνιστὶ βουλόμενον προσειπεῖν μετά τινος φιλοφροσύνης ὦ παιδίον, ἐν τῷ τελευταίῳ τῶν φθόγγων ὑπὸ βαρβαρισμοῦ πρὸς τὸ σίγμα ἐξενεχθῆναι καὶ εἰπεῖν, ὧ παιδίος, ἀντὶ τοῦ νῦ τῷ σίγμα χρησάμενον,3 ἀσμένῳ δὲ τῷ Ἀλεξάνδρῳ τὸ σφάλμα τῆς φωνῆς γενέσθαι καὶ διαδοθῆναι λόγον ὡς παῖδα Διὸς αὐτὸν τοῦ θεοῦ προσειπόντος.
神託については大半の著述家がこのように記している。しかしアレクサンドロス自身は母への手紙の中で、自分にはある秘密の神託が下されたのであり、帰還したのちに彼女一人にだけそれを語るつもりであると述べている。またある人々は、預言者が親愛の情を込めてギリシア語で挨拶しようとして、「おお、我が子よ」と呼びかけようとしたところ、最後の音で言葉の不慣れさからシグマの発音へと滑り落ち、「おお、パイディオス」とニューの代わりにシグマを用いたのであり、この言い間違いはアレクサンドロスにとって喜ばしいものとなり、神が彼を「ゼウスの子」と呼んだという風評が広まったのだと述べている。
λέγεται δὲ καὶ Ψάμμωνος ἐν Αἰγύπτῳ τοῦ φιλοσόφου διακούσας ἀποδέξασθαι μάλιστα τῶν λεχθέντων, ὅτι πάντες οἱ ἄνθρωποι βασιλεύονται ὑπὸ θεοῦ· τὸ γὰρ ἄρχον ἐν ἑκάστῳ καὶ κρατοῦν θεῖόν ἐστιν ἔτι δὲ μᾶλλον αὐτὸς περὶ τούτων φιλοσοφώτερον δοξάζειν καὶ λέγειν,4 ὡς πάντων μὲν ὄντα κοινὸν ἀνθρώπων πατέρα τόν θεόν, ἰδίους δὲ ποιούμενον ἑαυτοῦ τοὺς ἀρίστους.
また彼がエジプトで哲学者プサンモンの教えを聴いた際、語られたことのうちで、すべての人間は神によって治められている、なぜなら各人のうちにあり統御し支配するものは神的なものであるからだという言葉を最も受け入れたと言われている。しかし彼自身はこれらについてさらにいっそう哲学的な見解を持ち、神はすべての人間の共通の父であるが、最も優れた者たちをご自身の固有の者とする、と語っていたという。
- 27.1τῶν ὑστέρων χρησμῶν ἐπιστεύθη μᾶλλον
比較を表す属格 τῶν ὑστέρων χρησμῶν が副詞 μᾶλλον に係り、「その後の神託よりも(神からの援助の方が)信じられた」という意味をなす。受動態 ἐπιστεύθη の主語は中性複数名詞 τὰ βοηθήματα であり、ギリシア語の通則に従って単数動詞となっている。
- 27.3μή τις αὐτὸν εἴη διαπεφευγὼς τῶν τοῦ πατρὸς φονέων
間接疑問文を導く μή。「父の暗殺者のうち誰かが自らを免れて逃げ果せていないか」という懸念・危惧を含んだ問いを表す。主動詞 ἐπήρετο が過去時称であるため、従属節の動詞は希求法完了(完了分詞+εἴη)となっている。
- 27.5ἀντὶ τοῦ νῦ τῷ σίγμα χρησάμενον
対格分詞 χρησάμενον は直前の不定詞 ἐξενεχθῆναι καὶ εἰπεῖν の意味上の主語(τὸν προφήτην)と一致している。神官がギリシア語の呼びかけ ὦ παιδίον(子よ)の語尾 ν を σ と言い誤り、ὦ παιδίος と発音したことで、ギリシア語話者には ὦ παῖ Διός(ゼウスの子よ)と聞こえたという音韻的逸話。
- 27.6ἔτι δὲ μᾶλλον αὐτὸς περὶ τούτων φιλοσοφώτερον δοξάζειν καὶ λέγειν
人称受動態 λέγεται に続く不定詞構文において、先行の主格分詞 διακούσας と同様、不定詞 δοξάζειν καὶ λέγειν にも主語に一致する主格 αὐτός が用いられている。これは先行の哲学者と対比してアレクサンドロス自身を際立たせる強意用法である。
