← プルタルコス

アレクサンドロス大王伝

§22.1-22.5

アレクサンドロスの性や食に対する節制と質素

アレクサンドロスは美少年たちの斡旋や兵士の婦女暴行を厳しく罰し、ダレイオスの妻への禁欲や自らの節制ぶりを語るとともに、食に溺れず質素を守った少年時代の教育を振り返る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§22.1

ἐπεὶ δὲ Φιλόξενος ὁ τῶν ἐπὶ θαλάττῃ στρατηγὸς ἔγραψεν εἶναι παρʼ αὐτῷ Θεόδωρόν τινα Ταραντῖνον ἔχοντα παῖδας ὠνίους δύο τὴν ὄψιν ὑπερφυεῖς, καὶ πυνθανόμενος εἰ πρίηται, χαλεπῶς ἐνεγκὼν ἐβόα πολλάκις πρὸς τοὺς φίλους, ἐρωτῶν τί πώποτε Φιλόξενος αἰσχρὸν αὐτῷ συνεγνωκώς τοιαῦτα ὀνείδη προξενῶν κάθηται, τὸν δὲ Φιλόξενον αὐτόν ἐν ἐπιστολῇ πολλὰ λοιδορήσας ἐκέλευσεν αὐτοῖς φορτίοις1 τὸν Θεόδωρον εἰς τὸν ὄλεθρον ἀποστέλλειν.

海岸地方の将軍ピロクセノスが、ずば抜けて容姿の優れた二人の売り物の少年を抱えるテオドロスというタレントゥム人が自分の手元にいると書き送り、買い取るべきかを尋ねてきたとき、アレクサンドロスは激怒し、友たちに向かって何度も大声を上げ、ピロクセノスがこれまでに自分のいかなる恥ずべき行状を知って、このような恥ずべきものを斡旋しようなどと構えているのかと詰問した。そしてピロクセノス本人に対しても手紙の中で激しく罵倒し、その売り物諸共テオドロスを破滅の底へ送り去れと命じた。

§22.2

ἐπέπληξε δὲ καὶ Ἅγνωνι γράψαντι πρὸς αὐτόν ὅτι Κρωβύλον εὐδοκιμοῦντα ἐν Κορίνθῳ βούλεται πριάμενος ἀγαγεῖν πρὸς αὐτόν, πυνθανόμενος δὲ μισθοφόρων τινῶν γύναια διεφθαρκέναι Δάμωνα καὶ Τιμόθεον Μακεδόνας τῶν ὑπὸ Παρμενίωνι στρατευομένων, ἔγραψε Παρμενίωνι κελεύων, ἐὰν ἐλεγχθῶσιν, ὡς θηρία ἐπὶ καταφθορᾷ τῶν ἀνθρώπων γεγονότα τιμωρησάμενον ἀποκτεῖναι.

また彼は、ハグノンがコリントスで名声の高いクロビュロスを買い取って連れてきたいと書き送ってきたときにもこれを叱責した。さらに、パルメニオンの指揮下で従軍しているマケドニア人のダモンとティモテオスがある傭兵たちの妻を陵辱したと聞き知るや、もし有罪と立証されたなら、人間を害するために生まれた野獣として断罪し処刑するよう命じる手紙をパルメニオンに送った。

§22.3

καὶ περὶ ἑαυτοῦ κατὰ λέξιν ἐν ταύτῃ τῇ ἐπιστολῇ γέγραφεν· ἐγὼ γὰρ οὐχ ὅτι ἑωρακὼς ἂν εὑρεθείην τὴν Δαρείου γυναῖκα ἢ βεβουλημένος ἰδεῖν, ἀλλʼ οὐδὲ τῶν λεγόντων περὶ τῆς εὐμορφίας αὐτῆς προσδεδεγμένος2 τὸν λόγον ἔλεγε δὲ μάλιστα συνιέναι θνητὸς ὢν3 ἐκ τοῦ καθεύδειν καὶ συνουσιάζειν, ὡς ἀπὸ μιᾶς ἐγγινόμενον ἀσθενείας τῇ φύσει καὶ τὸ πονοῦν καὶ τὸ ἡδόμενον.4

そして自分自身についても、この手紙の中で一言一句違わずに次のように書き記している。 「なぜなら、私がダレイオスの妻を見たり見たいと望んだりしたなどと判明するはずがないばかりか、彼女の美貌について語る者たちの言葉に耳を傾けることさえしなかったからである。」 また彼は、眠ることと性交することから、自分が死すべき人間であることを最も痛感すると語っていた。疲労を覚えることも快楽を覚えることも、ともに人間の本性の同一の弱さに由来して生じるものであると考えたからである。

§22.4

ἢν δὲ καὶ γαστρὸς ἐγκρατέστατος, καὶ τοῦτο ἄλλοις τε πολλοῖς ἐδήλωσε καὶ τοῖς πρὸς Ἄδαν λεχθεῖσιν, ἣν ἐποιήσατο μητέρα καὶ Καρίας βασίλισσαν ἀπέδειξεν. ὡς γὰρ ἐκείνη φιλοφρονουμένη πολλὰ μὲν ὄψα καθʼ ἡμέραν ἀπέστελλεν αὐτῷ καὶ πέμματα, τέλος δὲ τοὺς δοκοῦντας εἶναι δεινοτάτους ὀψοποιοὺς καὶ ἀρτοποιούς, ἔφη τούτων μηδενὸς δεῖσθαι·

彼は食に対しても極めて自制心があり、このことは他の多くの事例や、自ら母と仰ぎカリアの女王に任じたアダへの言葉によっても示された。すなわち、彼女が好意から日々多くの料理やお菓子を彼に送り、最後には最も腕が立つと評判の料理人やパン職人たちまで送ってきたのに対し、自分にはこれらはいずれも必要ないとアレクサンドロスは答えた。

§22.5

βελτίονας γὰρ ὀψοποιοὺς ἔχειν ὑπὸ τοῦ παιδαγωγοῦ Λεωνίδου δεδομένους αὐτῷ, πρὸς μὲν τὸ ἄριστον, νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον, ὀλιγαριστίαν. ὁ δʼ αὐτὸς οὗτος ἀνὴρ, ἔφη, καὶ τῶν στρωμάτων ἐπιὼν τὰ ἀγγεῖα καὶ τῶν ἱματίων ἔλυεν, ἐπισκοπῶν μή τί μοι τρυφερὸν ἢ περισσὸν ἡ μήτηρ ἐντέθεικεν.

というのも、養育係のレオニダスから与えられたもっと優れた料理人を自分は抱えているからであり、朝食のためには夜間の行軍を、夕食のためにはわずかな朝食を持っているのだ、と。 「まさにこの同じ人物は」と彼は言った、「私の敷布や衣服の包みまで巡回して解き、母が私に何か贅沢なものや余計なものを入れ込んでいないか検分したものであった。」

構文注4 件
  1. 22.1αὐτοῖς φορτίοις

    随伴の与格(dative of accompaniment)の慣用表現。「商品・荷物諸共」を意味し、αὐτός の与格形を伴って「〜もろとも」「〜ごと」という全体的な巻き込みを表す。

  2. 22.3οὐχ ὅτι ἑωρακὼς ἂν εὑρεθείην ... ἀλλʼ οὐδὲ ... προσδεδεγμένος

    οὐχ ὅτι ... ἀλλʼ οὐδέ は「〜でないばかりか、…さえもしない」を表す慣用構文。前半の ἂν εὑρεθείην はアオリスト希求法+ἄν で潜在を表し、後半は (ἂν εὑρεθείην) ... προσδεδεγμένος と完了分詞補語が共通の構文枠組みに接続している。

  3. 22.3συνιέναι θνητὸς ὢν

    知覚・認識を表す動詞 συνίημι が主格分詞 θνητὸς ὢν を補語に取る構文(主節の主語と分詞の意味上の主語が一致するため対格不定詞構文ではなく主格分詞となる)。「自身が死すべき者であることを自覚する」という意味をなす。

  4. 22.3ὡς ἀπὸ μιᾶς ἐγγινόμενον ἀσθενείας τῇ φύσει καὶ τὸ πονοῦν καὶ τὸ ἡδόμενον

    主語である中性実質化分詞句 καὶ τὸ πονοῦν καὶ τὸ ἡδόμενον に対し、分詞 ἐγγινόμενον が中性単数で述語的に呼応し、全体が主格的または対格絶対の枠組みをとりつつ ὡς に導かれて主語の主観的見解・理由を示している(「苦痛を覚えることも快楽を覚えることも、同一の弱さから本性に生じるものであるとして」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:22.1-22.5