- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:18.1-18.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスはゴルディオンで車輪の結び目を解き、小アジア内陸諸国を従道させた後、好敵手メムノンの死を受けて内陸進軍を加速させる一方、大流士もまた大軍と都合よく解釈された夢を頼みに進撃を開始する。
μετὰ ταῦτα Πισιδῶν τε τοὺς ἀντιστάντας ᾕρει καί Φρυγίαν ἐχειροῦτο καί Γόρδιον πόλιν, ἑστίαν Μίδου τοῦ παλαιοῦ γενέσθαι λεγομένην, παραλαβών, τὴν θρυλουμένην ἅμαξαν εἶδε φλοιῷ κρανείας ἐνδεδεμένην, καί λόγον ἐπʼ αὐτῇ πιστευόμενον ὑπὸ τῶν βαρβάρων ἤκουσεν, ὡς τῷ λύσαντι τὸν δεσμὸν εἵμαρται βασιλεῖ γενέσθαι τῆς οἰκουμένης.
この後、彼は抵抗するピシディア人を制圧し、フリュギアを屈服させ、かつてのミダスの本拠であったと言われる都市ゴルディオンを接収すると、かの有名なサンシュユの樹皮で縛られた荷車を目にし、この結び目を解いた者は全世界の王となる運命にあるという、現地の人々に信じられている伝承を耳にした。
οἱ μὲν οὖν πολλοί φασι, τῶν δεσμῶν τυφλὰς ἐχόντων τὰς ἀρχὰς καί διʼ ἀλλήλων πολλάκις σκολιοῖς ἑλιγμοῖς ὑποφερομένων, τὸν Ἀλέξανδρον ἀμηχανοῦντα λῦσαι διατεμεῖν τῇ μαχαίρᾳ τὸ σύναμμα, καί πολλὰς ἐξ αὐτοῦ κοπέντος ἀρχὰς φανῆναι. Ἀριστόβουλος δὲ καί πάνυ λέγει ῥᾳδίαν αὐτῷ τὴν λύσιν γενέσθαι, ἐξελόντι τοῦ ῥυμοῦ τὸν ἕστορα καλούμενον, ᾧ συνείχετο τὸ ζυγόδεσμον, εἶθʼ οὕτως ὑφελκύσαντι1 τὸν ζυγόν.
そこで世の多くの者たちは、結び目の端が見当たらず、入り組んだ折れ曲がりによって互いに何度も潜り合っていたため、解く術に窮したアレクサンドロスが剣でその結び目を断ち切り、切断された結び目から多くの端が現れたのだと語っている。しかしアリストブロスは、轅からいわゆるヘストール(留め釘)――これによって軛を結ぶ綱が留められていた――を抜き取り、その上で軛を引き抜いた彼にとって、解くことはきわめて容易であったと語っている。
ἐντεῦθεν Παφλαγόνας τε καί Καππαδόκας προσαγαγόμενος, καὶ τὴν Μέμνονος ἀκούσας τελευτήν, ὃς τῶν ἐπὶ θαλάττῃ Δαρείου στρατηγῶν ἐπίδοξος ἦν Ἀλεξάνδρῳ πολλὰ πράγματα καί μυρίας ἀντιλήψεις καί ἀσχολίας παρέξειν,2 ἐπερρώσθη πρὸς τὴν ἄνω στρατείαν μᾶλλον.
そこからパフラゴニア人とカッパドキア人を服属させ、また海沿いのダレイオスの将軍たちの中でアレクサンドロスに多大の困難と無数の抵抗と煩瑣をもたらす見込みのあったメムノンの死を聞いた彼は、奥地への遠征に向けていっそう奮い立った。
ἤδη δὲ καί Δαρεῖος ἐκ Σούσων κατέβαινεν, ἐπαιρόμενός τε τῷ πλήθει τῆς δυνάμεως ἑξήκοντα γὰρ ἦγε μυριάδας στρατοῦ, καί τινος ὀνείρου θαρρύνοντος αὐτόν, ὃν οἱ μάγοι πρὸς χάριν ἐξηγοῦντο μᾶλλον ἢ κατὰ τὸ εἰκός, ἔδοξε γὰρ πυρὶ νέμεσθαι πολλῷ τὴν Μακεδόνων φάλαγγα, τὸν δὲ Ἀλέξανδρον ἔχοντα στολήν ἣν αὐτὸς ἐφόρει πρότερον ἀστάνδης ὢν βασιλέως, ὑπηρετεῖν αὐτῷ· παρελθόντα δὲ εἰς τὸ τοῦ Βήλου τέμενος ἀφανῆ γενέσθαι.3
その頃にはダレイオスもまたスーサから下ってきていた。兵力の多さに慢心し――実に六十万の軍勢を率いていた――、またある夢に励まされていたからであるが、マゴスたちはその夢をもっともらしさに従うのではなくむしろ阿諛追従して解釈した。というのも、マケドニア人のファランクスが激しい火に包まれて焼き尽くされ、アレクサンドロスはかつてダレイオス自身が王の伝令使であった頃に着ていた衣服を身にまとい、彼に仕えているように見え、さらにベロス(バアル)の神域へと進み入って姿を消したように見えたからである。
διὰ τούτων, ὡς ἔοικεν, ὑπεδηλοῦτο παρὰ τοῦ θεοῦ λαμπρὰ μὲν γενήσεσθαι καί περιφανῆ τὰ τῶν Μακεδόνων, Ἀλέξανδρον δὲ τῆς μὲν Ἀσίας κρατήσειν, ὥσπερ ἐκράτησε Δαρεῖος ἐξ ἀστάνδου βασιλεὺς γενόμενος, ταχὺ δὲ σὺν δόξῃ τὸν βίον ἀπολείψειν.
これらによって、どうやら神からは、マケドニア側の情勢が輝かしく華々しいものとなること、そしてアレクサンドロスは、ダレイオスが伝令使から王となって支配したようにアジアを支配するであろうが、栄光のうちに速やかに命を終えるであろうということが暗に示されていたのであった。
- 18.2ἐξελόντι ... ὑφελκύσαντι
直前の αὐτῷ に一致する与格分詞。「(彼が)引き抜いたことによって(容易になった)」という様態・手段あるいは時間(「引き抜いたとき」)を表す副詞的分詞構文である。不定詞 γενέσθαι の意味上の主語は対格 τὴν λύσιν であり、行為者であるアレクサンドロスが形容詞 ῥᾳδίαν にかかる与格 αὐτῷ で示されているため、それに呼応して与格形をとっている。
- 18.3ἐπίδοξος ἦν ... παρέξειν
形容詞 ἐπίδοξος に未来不定詞 παρέξειν が後続する構文で、「〜することが予想されていた」「〜する見込みであった」という意味の慣用表現である。関係代名詞 ὃς(主格・男性単数)が関係節内の主語であり、先行詞は Μέμνονος である。
- 18.4ἔδοξε γὰρ πυρὶ νέμεσθαι πολλῷ τὴν Μακεδόνων φάλαγγα, τὸν δὲ Ἀλέξανδρον ἔχοντα στολήν ἣν αὐτὸς ἐφόρει πρότερον ἀστάνδης ὢν βασιλέως, ὑπηρετεῖν αὐτῷ· παρελθόντα δὲ εἰς τὸ τοῦ Βήλου τέμενος ἀφανῆ γενέσθαι.
動詞 ἔδοξε(非人称で「夢の中で〜のように見えた」)に導かれる三つの対格不定詞構文((1) τὴν ... φάλαγγα / νέμεσθαι, (2) τὸν δὲ Ἀλέξανδρον ... / ὑπηρετεῖν, (3) [Ἀλέξανδρον] παρελθόντα ... / ἀφανῆ γενέσθαι)が並列されている。παρελθόντα は第三の不定詞 γενέσθαι の意味上の主語(対格に置かれたアレクサンドロス)に一致する対格分詞である。
