← プルタルコス

ポンペイウス伝

§8.1-8.6

スッラによるインペラトル待遇とガリアでの軍功

スッラはポンペイウスの救援に駆けつけるが、その見事な軍勢を見て彼をインペラトルと呼び厚遇する。ポンペイウスはガリアに赴いてメテッルスを補佐し功績を立てるが、著者は後年の偉業に焦点を当てるため初期の武勲の詳述を控えると述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.1

οὔπω δὲ ταῦτα Σύλλας ἐπέπυστο, πρὸς δὲ τὰς πρώτας ἀγγελίας καὶ φήμας ὑπὲρ αὐτοῦ δεδοικὼς ἐν τοσούτοις καὶ τηλικούτοις ἀναστρεφομένου στρατηγοῖς πολεμίοις, ἐδίωκε βοηθήσων. γνοὺς δὲ ὁ Πομπήϊος ἐγγὺς ὄντα προσέταξε τοῖς ἡγεμόσιν ἐξοπλίζειν καὶ διακοσμεῖν τὴν δύναμιν, ὡς καλλίστη τῷ αὐτοκράτορι καὶ λαμπροτάτη φανείη μεγάλας γὰρ ἤλπιζε παρʼ αὐτοῦ τιμάς, ἔτυχε δὲ μειζόνων.

しかしスッラはまだこれらの知らせを受けていなかった。彼についての最初の報告や風聞を聞いて、これほど多数かつ強大な敵の将軍たちに囲まれていることを案じ、救援のために急行していたのである。ポンペイウスはスッラが近づいていることを知ると、最高司令官の目にできる限り見事で輝かしく映るよう、軍勢を武装させ整列させるよう指揮官たちに命じた。彼から大きな栄誉を与えられることを期待していたからであるが、実際にはそれ以上の栄誉を受けることになった。

§8.2

ὡς γὰρ εἶδεν αὐτὸν ὁ Σύλλας προσιόντα καὶ τὴν στρατιὰν παρεστῶσαν εὐανδρίᾳ τε θαυμαστὴν καὶ διὰ τὰς κατορθώσεις ἐπηρμένην καὶ ἱλαράν, ἀποπηδήσας τοῦ ἵππου καὶ προσαγορευθείς, ὡς εἰκός, αὐτοκράτωρ ἀντιπροσηγόρευσεν αὐτοκράτορα τὸν Πομπήϊον, οὐδενὸς ἂν προσδοκήσαντος1 ἀνδρὶ νέῳ καὶ μηδέπω βουλῆς μετέχοντι κοινώσασθαι τοὔνομα τοῦτο Σύλλαν, περὶ οὗ Σκηπίωσι καὶ Μαρίοις ἐπολέμει.

というのも、スッラはポンペイウスが近づいてくる姿と、兵員の威容において見事であり、相次ぐ成功によって意気盛んで喜びに満ちて整列している軍勢を目にするや、馬から飛び降り、通例に従って自らが最高司令官と呼びかけられると、返礼としてポンペイウスをも最高司令官と呼びかけたからである。これほど若い人物で、しかもまだ元老院の議席さえ持たない男と、スッラがスキピオらやマリウスらと争っていたこの称号を分かち合おうとは、誰も予想もしなかったであろう。

§8.3

καὶ τἆλλα δὲ ἦν ὁμολογοῦντα ταῖς πρώταις φιλοφροσύναις, ὑπεξανισταμένου τε προσιόντι τῷ Πομπηΐῳ καὶ τῆς κεφαλῆς ἀπάγοντος τὸ ἱμάτιον,2 ἃ πρὸς ἄλλον οὐ ῥᾳδίως ἑωρᾶτο ποιῶν, καίπερ ὄντων πολλῶν καὶ ἀγαθῶν περὶ αὐτόν.

それ以外の点でも、スッラの態度はこの最初の厚遇と一致していた。ポンペイウスが近づくと立ち上がり、頭からトガを外したのである。周囲に数多くの高貴な人々が控えていたにもかかわらず、彼が他の誰に対してもめったに見せない振る舞いであった。

§8.4

οὐ μὴν ἐκουφίσθη γε τούτοις ὁ Πομπήϊος, ἀλλʼ εὐθὺς εἰς τὴν Κελτικὴν ὑπʼ αὐτοῦ πεμπόμενος, ἣν ἔχων ὁ Μέτελλος ἐδόκει μηδὲν ἄξιον πράττειν τῆς παρασκευῆς, οὐ καλῶς ἔφη ἔχειν πρεσβύτερον καὶ προὔχοντα δόξῃ στρατηγίας ἀφαιρεῖσθαι, βουλομένῳ μέντοι τῷ Μετέλλῳ καὶ κελεύοντι συμπολεμεῖν καὶ βοηθεῖν ἕτοιμος εἶναι.

しかしポンペイウスはこれによって慢心することはなかった。スッラによって直ちにケルト人の地へと派遣されることになったが、そこを担当していたメテッルスはその軍備に値するような成果を何も上げていないと見なされていた。ポンペイウスは、年長で名声において勝る人物から指揮権を奪うのは良からぬことであると述べ、メテッルスが望み、求めるのであれば、ともに戦い救援に赴く用意はあると語った。

§8.5

δεξαμένου δὲ τοῦ Μετέλλου καὶ γράψαντος ἥκειν, ἐμβαλὼν εἰς τὴν Κελτικὴν αὐτός τε καθʼ ἑαυτὸν ἔργα θαυμαστὰ διεπράττετο, καὶ τοῦ Μετέλλου τὸ μάχιμον καὶ θαρσαλέον ἤδη σβεννύμενον ὑπὸ γήρως αὖθις ἐξερρίπιζε καὶ συνεξεθέρμαινεν, ὥσπερ ὁ ῥέων καὶ πεπυρωμένος χαλκὸς τῷ πεπηγότι καὶ ψυχρῷ περιχυθεὶς λέγεται τοῦ πυρὸς μᾶλλον ἀνυγραίνειν καὶ συνανατήκειν.

メテッルスがこれを受け入れ、来るよう手紙を送ってきたため、ポンペイウスはケルト人の地に進軍した。彼は自ら単独でもめざましい武勲を立てるとともに、高齢ゆえに衰えかけていたメテッルスの闘志と勇気を再び燃え立たせ、熱気を取り戻させた。それは、流動し灼熱した青銅が、冷たく固まった青銅に注ぎかけられたとき、火そのものよりもよくそれを溶かし一体化させると言われるのと同様であった。

§8.6

ἀλλὰ γάρ, ὥσπερ ἀθλητοῦ πρωτεύσαντος ἐν ἀνδράσι καὶ τοὺς πανταχοῦ καθελόντος ἐνδόξως ἀγῶνας εἰς οὐδένα λόγον τὰς παιδικὰς τίθενται νίκας οὐδʼ ἀναγράφουσιν, οὕτως ἃς ἔπραξε τότε πράξεις ὁ Πομπήϊος, αὐτὰς καθʼ ἑαυτὰς ὑπερφυεῖς οὔσας, πλήθει δὲ καὶ μεγέθει τῶν ὑστέρων ἀγώνων καὶ πολέμων κατακεχωσμένας, ἐδεδίειν κινεῖν,3 μὴ περὶ τὰ πρῶτα πολλῆς διατριβῆς γενομένης τῶν μεγίστων καὶ μάλιστα δηλούντων τὸ ἦθος ἔργων καὶ παθημάτων τοῦ ἀνδρὸς ἀπολειφθῶμεν.

しかしながら、成人男子の部で優勝し至る所の競技会で輝かしい勝利を収めた競技者の少年時代の勝利など誰も意に介さず記録にも留めないのと同様に、ポンペイウスが当時成し遂げた数々の武勲も、それ自体としては並外れたものでありながら、後年の夥しく巨大な戦いや戦争の陰に覆い隠されている。最初の時期の事柄にあまりに多くの時間を費やして、この人物の最大にしてその人柄を最もよく示す業績や体験を語り落としてしまうことを恐れ、私はこれらに触れるのを差し控えてきたのである。

構文注3 件
  1. 8.2οὐδενὸς ἂν προσδοκήσαντος

    小辞 ἄν を伴う独立属格(分詞)で、過去における潜在・反実仮想(「誰も予想しなかったであろうに」)を表す。後続する不定詞 κοινώσασθαι の意味上の主語は対格の Σύλλαν であり、「スッラがその称号を共有すること」を補足している。

  2. 8.3ὑπεξανισταμένου τε προσιόντι τῷ Πομπηΐῳ καὶ τῆς κεφαλῆς ἀπάγοντος τὸ ἱμάτιον

    主節に続く、スッラを意味上の主語とする独立属格構文(ὑπεξανισταμένου ... ἀπάγοντος)。τε ... καί で結ばれた二つの属格分詞によって、スッラが具体的にどのような敬意を示したかという状況・様態を敷衍して説明している。

  3. 8.6ἃς ἔπραξε τότε πράξεις ὁ Πομπήϊος ... ἐδεδίειν κινεῖν

    先行詞(πράξεις)が関係節内に組み込まれた構文。主節の動詞 ἐδεδίειν(一人称単数)に続く不定詞 κινεῖν がこの関係節全体(「当時ポンペイウスが成し遂げた数々の武勲」)を目的語として取り、直後に恐れを表す接続詞 μὴ 以下の従属節(「~してしまわぬかと恐れて」)へと展開している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:8.1-8.6