- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:79.1-79.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ポンペイウスは小舟で陸へと向かうが、下船の際にセプティミウス、サルウィウス、アキラスによって刺殺され、59歳の生涯を閉じる。
ταῦτα δʼ ἔσχατα πρὸς τοὺς ἑαυτοῦ φθεγξάμενος ἐνέβη καὶ συχνοῦ διαστήματος ὄντος ἐπὶ τὴν γῆν ἀπὸ τῆς τριήρους, ὡς οὐδεὶς παρὰ τῶν συμπλεόντων ἐγίνετο λόγος φιλάνθρωπος πρὸς αὐτόν, ἀποβλέψας εἰς τὸν Σεπτίμιον, οὐ δή πού σε, εἶπεν, ἐγὼ γεγονότα συστρατιώτην ἐμὸν ἀμφιγνοῶ;1
身内の者たちへこれらの最後の言葉を告げると、彼は舟に乗り込んだ。三段櫂船から陸まではかなりの距離があったが、同乗者たちから彼に対して優しい言葉は一言もかけられなかったので、セプティミウスのほうを見やりながら、「まさか私は、かつて我が戦友であったそなたを見違えているわけではあるまいね」と言った。
κἀκεῖνος ἐπένευσε τῇ κεφαλῇ μόνον, οὐδὲν προσειπὼν οὐδὲ φιλοφρονηθείς, πολλῆς οὖν πάλιν οὔσης σιωπῆς ὁ Πομπήϊος ἔχων ἐν βιβλίῳ μικρῷ γεγραμμένον ὑπʼ αὐτοῦ λόγον Ἑλληνικόν, ᾧ παρεσκεύαστο χρῆσθαι πρὸς τὸν Πτολεμαῖον, ἀνεγίνωσκεν.
しかしセプティミウスはただ頷くだけで、言葉も返さず親愛の情も示さなかった。そこで再び重い沈黙が流れる中、ポンペイウスはプトレマイオスに対して用いるために準備していた、みずから小さな巻物にギリシア語で書き留めた演説草稿を読み直していた。
ὡς δὲ τῇ γῇ προσεπέλαζον, ἡ μὲν Κορνηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς οὖσα τὸ μέλλον ἀπεσκοπεῖτο, καὶ θαρρεῖν ἤρχετο πολλοὺς ὁρῶσα πρὸς τὴν ἀπόβασιν τῶν βασιλικῶν οἷον ἐπὶ τιμῇ καὶ δεξιώσει συνερχομένους, ἐν τούτῳ δὲ τὸν Πομπήϊον τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρός, ὅπως ῥᾷον ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διελαύνει πρῶτος,2 εἶτα Σάλβιος μετʼ ἐκεῖνον, εἶτα Ἀχιλλᾶς ἐσπάσαντο τὰς μαχαίρας.
舟が陸に近づくと、コルネリアは友人たちとともに三段櫂船から胸を引き裂かれる思いで事の成り行きを見守っていたが、王の臣下たちがまるで敬意と歓迎を示すかのように下船場に大勢集まってくるのを目にして、安堵し始めていた。そのとき、ポンペイウスがより楽に立ち上がろうとしてピリッポスの手につかまると、背後からまずセプティミウスが剣で彼を刺し貫き、次いでその後にサルウィウスが、さらにアキラスが短剣を抜いた。
ὁ δὲ ταῖς χερσὶν ἀμφοτέραις τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώπου, μηδὲν εἰπὼν ἀνάξιον ἑαυτοῦ μηδὲ ποιήσας, ἀλλὰ στενάξας μόνον, ἐνεκαρτέρησε ταῖς πληγαῖς, ἑξήκοντα μὲν ἑνὸς δέοντα βεβιωκὼς ἔτη, μιᾷ δʼ ὕστερον ἡμέρᾳ τῆς γενεθλίου3 τελευτήσας τὸν βίον.
ポンペイウスは両手でトガを顔に引き寄せ、自らにふさわしくないことは何一つ言わず行いもせず、ただ呻き声をあげただけでその刃撃に耐え、六十に一を減じた年(五十九歳)を生き、誕生日の翌日にその生涯を終えた。
- 79.1οὐ δή πού σε... ἐγὼ γεγονότα συστρατιώτην ἐμὸν ἀμφιγνοῶ;
οὐ δή που は疑念・懸念を込めつつ「まさか〜ではないだろう」というニュアンスを添える小辞結合。動詞 ἀμφιγνοῶ は対格(σε)と分詞(γεγονότα)を取り、「そなたが〜であったのを見誤る/疑う」という知覚動詞的構文を形成している。ここでは親密さを思い起こさせようとする控えめな問いかけを表現している。
- 79.3ἐν τούτῳ δὲ τὸν Πομπήϊον τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρός, ὅπως ῥᾷον ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διελαύνει πρῶτος
主動詞 διελαύνει(歴史的現在)の直接目的語である τὸν Πομπήϊον が文頭に前置され、それに分詞 λαμβανόμενον(およびその目的語である部分の属格 τῆς... χειρός)が修飾として続いている。文頭の対格に引っ張られて対格不定詞構文と誤読しやすいが、主文の主語は後続する主格の Σεπτίμιος である。
- 79.4ἑξήκοντα μὲν ἑνὸς δέοντα βεβιωκὼς ἔτη, μιᾷ δʼ ὕστερον ἡμέρᾳ τῆς γενεθλίου
ἑξήκοντα... ἑνὸς δέοντα は分詞 δέοντα が属格 ἑνὸς を取って「一つを欠いた六十」、すなわち五十九を表すギリシア語の慣用表現。また μιᾷ... ἡμέρᾳ τῆς γενεθλίου では、τῆς γενεθλίου [ἡμέρας] が比較級副詞 ὕστερον に伴う比較の属格、μιᾷ... ἡμέρᾳ が差の程度を表す与格である。
