← プルタルコス

ポンペイウス伝

§73.1-73.7

ポンペイウスの海岸への逃避行とペティキウスの船

パルサロスの敗戦後、少数の供とともに逃れたポンペイウスはテンペを抜けて海に至り、夢の予兆によって彼を出迎えた船長ペティキウスの船に乗船した。同行したファオニウスは召使いに代わって自ら身をかがめ、至れり尽くせりの忠勤で彼に仕えた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§73.1

Πομπήϊος δὲ μικρὸν ἔξω τοῦ χάρακος προελθὼν τὸν μὲν ἵππον ἀφῆκεν, ὀλίγων δὲ κομιδῇ περὶ αὑτὸν ὄντων, ὡς οὐδεὶς ἐδίωκεν, ἀπῄει καθʼ ἡσυχίαν, ἐν διαλογισμοῖς ὢν οἵους εἰκὸς λαμβάνειν ἄνθρωπον ἔτη τέτταρα καὶ τριάκοντα νικᾶν καὶ κρατεῖν ἁπάντων εἰθισμένον, ἥττης δὲ καὶ φυγῆς τότε πρῶτον ἐν γήρᾳ λαμβάνοντα πεῖραν, ἐννοούμενον δὲ ἐξ ὅσων ἀγώνων καὶ πολέμων ηὐξημένην ἀποβαλὼν ὥρᾳ μιᾷ δόξαν καὶ δύναμιν, ὁ πρὸ μικροῦ τοσούτοις ὅπλοις καὶ ἵπποις καὶ στόλοις δορυφορούμενος ἀπέρχεται μικρὸς οὕτω γεγονὼς καὶ συνεσταλμένος ὥστε λανθάνειν ζητοῦντας τοὺς πολεμίους,1 παραμειψάμενος δὲ Λάρισσαν, ὡς ἦλθεν ἐπὶ τὰ Τέμπη, καταβαλὼν ἑαυτὸν ἐπὶ στόμα δεδιψηκὼς ἔπινε τοῦ ποταμοῦ, καὶ πάλιν ἀναστὰς ἐβάδιζε διὰ τῶν Τεμπῶν, ἄχρι οὗ κατῆλθεν ἐπὶ θάλατταν.

ポンペイウスは陣営から少し外へ出たところで馬を放ち、周囲にはごくわずかの者しかおらず、追撃する者が誰もいないのを見ると、静かに立ち去った。三十四年のあいだ勝ち続け、すべてを支配することに慣れ親しんできた人間が、老境に至って初めて敗北と逃走の辛酸を舐めることになり、これほど多くの戦いと戦争から増大してきた名声と権力とをただ一刻のうちに失って、直前まではあれほど多くの武具や騎兵や艦隊に護衛されていたこの自分が、敵の捜索を逃れるほど小さく落ちぶれ果てて立ち去るのだと心に思い巡らす、その胸の内にあるような思索に沈んでいたのである。ラリッサを通り過ぎ、テンペの谷に到達すると、喉の渇きに耐えかねて身を突っ伏し、川の水を飲み、再び立ち上がってテンペを歩み抜け、海へと下り立った。

§73.3

ἐκεῖ δὲ τῆς νυκτὸς τὸ λοιπὸν ἀναπαυσάμενος ἐν καλυβίῳ τινὶ σαγηνέων, καὶ περὶ τὸν ὄρθρον ἐπιβὰς ποταμίου πλοίου, καὶ τῶν ἑπομένων τοὺς ἐλευθέρους ἀναλαβὼν, τοὺς δὲ θεράποντας ἀπιέναι πρὸς Καίσαρα κελεύσας καὶ μὴ δεδιέναι, παρὰ γῆν κομιζόμενος εἶδεν εὐμεγέθη φορτηγὸν ἀνάγεσθαι μέλλουσαν, ἧς ἐναυκλήρει Ῥωμαῖος ἀνὴρ οὐ πάνυ Πομπηΐῳ συνήθης, γινώσκων δὲ τὴν ὄψιν αὐτοῦ· Πετίκιος ἐπεκαλεῖτο.

そこで夜の残りを地曳網の漁師たちの粗末な小屋で休息し、夜明け頃に川船に乗り込み、従者のうち自由民の者たちを連れ、召使いたちには恐れずにカエサルのもとへ行くよう命じて、海岸沿いに進むと、出航しようとしている大型の商船を目にした。その船長を務めていたのはローマ人で、ポンペイウスと格別の懇意ではなかったが、その容貌を知っているペティキウスという名の者であった。

§73.4

τούτῳ συνεβεβήκει τῆς παρῳχημένης νυκτὸς ἰδεῖν κατὰ τοὺς ὕπνους Πομπήϊον, οὐχ ὃν ἑωράκει πολλάκις, ἀλλὰ ταπεινὸν καὶ κατηφῆ, προσδιαλεγόμενον αὐτῷ. καὶ ταῦτα τοῖς συμπλέουσιν ἐτύγχανε διηγούμενος, ὡς δὴ φιλεῖ περὶ πραγμάτων τηλικούτων λόγον ἔχειν ἀνθρώπους σχολὴν ἄγοντας.

この男は過ぎ去った夜に、夢の中でポンペイウスを見たのであるが、それは度々見慣れた姿ではなく、卑しく悄然とした様子で自分と語り合う姿であった。そして暇を持て余した人々がこの手の重大事について話したがる常のとおり、同乗者たちにその夢を語っていたところであった。

§73.5

ἐξαίφνης δέ τις τῶν ναυτῶν ἔφρασε κατιδὼν ὅτι πλοῖον ποτάμιον ἀπὸ τῆς γῆς ἐρέσσεται καὶ κατασείουσί τινες ἄνθρωποι τὰ ἱμάτια καὶ τὰς χεῖρας ὀρέγουσι πρὸς αὐτούς, ἐπιστήσας οὖν ὁ Πετίκιος εὐθὺς ἔγνω τὸν Πομπήϊον, οἷον ὄναρ εἶδε· καὶ πληξάμενος τὴν κεφαλὴν ἐκέλευσε τοὺς ναύτας τὸ ἐφόλκιον παραβαλεῖν, καὶ τὴν δεξιὰν ἐξέτεινε καὶ προσεκάλει τὸν Πομπήϊον, ἤδη συμφρονῶν τῷ σχήματι τὴν τύχην καὶ μεταβολὴν τοῦ ἀνδρός.

すると突然、船員の一人が、川船が陸から漕ぎ寄せてきており、何人かの人間が上着を振り、自分たちに向けて手を差し伸べているのを見定めて告げた。そこでペティキウスは注意を凝らすと、夢で見た姿そのままのポンペイウスであるとただちに気づいた。そして頭を打って嘆き、船員たちに艀を横付けするよう命じ、右手を差し伸べてポンペイウスを招き入れた。彼の身なりから、その男の運命と急変をすでに察していたからである。

§73.6

ὅθεν οὔτε παράκλησιν ἀναμείνας οὔτε λόγον, ἀλλʼ ἀναλαβὼν ὅσους ἐκέλευσε μετʼ αὐτοῦ (Λέντουλοι δὲ ἦσαν ἀμφότεροι καὶ Φαώνιος) ἀνήχθη· καὶ μικρὸν ὕστερον ἰδόντες ἀπὸ γῆς ἁμιλλώμενον Δηϊόταρον τὸν βασιλέα προσαναλαμβάνουσιν. ἐπεὶ δὲ καιρὸς ἦν δείπνου καὶ παρεσκεύασεν ὁ ναύκληρος ἐκ τῶν παρόντων, ἰδὼν ὁ Φαώνιος οἰκετῶν ἀπορίᾳ τὸν Πομπήϊον ἀρχόμενον αὑτὸν ὑπολύειν προσέδραμε καὶ ὑπέλυσε καὶ συνήλειψε.

そのため、いかなる嘆願も言葉も待つことなく、ポンペイウスがともに連れて行くよう命じた者たち(両レントゥルスとファオニウスであった)を船に乗せて出航した。そして少しのち、陸から急ぎ追いつこうとするデイオタロス王を見かけて船に収容した。夕食の時となり、船長があり合わせのもので用意を整えると、ファオニウスは召使いがいないためにポンペイウスが自ら履物を脱ぎ始めているのを見て、駆け寄って履物を脱がせ、油を塗ってやった。

§73.7

καὶ τὸ λοιπὸν ἐκ τούτου περιέπων καὶ θεραπεύων ὅσα δεσπότας δοῦλοι, μέχρι νίψεως ποδῶν καὶ δείπνου παρασκευῆς, διετέλεσεν, ὥστε τὴν ἐλευθεριότητα τῆς ὑπουργίας ἐκείνης θεασάμενον ἄν τινα καὶ τὸ ἀφελὲς καὶ ἄπλαστον εἰπεῖν·2 "φεῦ τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν."

そしてそれ以後も、主に対する奴隷のように、足を洗うことや食事の用意に至るまで世話をし仕え続けたため、その奉仕の高潔さと素朴で飾らない真心を目にした者なら、誰でもこう言ったことだろう。 「ああ、気高き人々にとっては、すべての行いが美しい。」

構文注2 件
  1. 73.1ἐν διαλογισμοῖς ὢν οἵους εἰκὸς λαμβάνειν ἄνθρωπον ἔτη τέτταρα καὶ τριάκοντα νικᾶν καὶ κρατεῖν ἁπάντων εἰθισμένον, ἥττης δὲ καὶ φυγῆς τότε πρῶτον ἐν γήρᾳ λαμβάνοντα πεῖραν, ἐννοούμενον δὲ ἐξ ὅσων ἀγώνων καὶ πολέμων ηὐξημένην ἀποβαλὼν ὥρᾳ μιᾷ δόξαν καὶ δύναμιν, ὁ πρὸ μικροῦ τοσούτοις ὅπλοις καὶ ἵπποις καὶ στόλοις δορυφορούμενος ἀπέρχεται μικρὸς οὕτω γεγονὼς καὶ συνεσταλμένος ὥστε λανθάνειν ζητοῦντας τοὺς πολεμίους

    長大な句構造と関係代名詞の係り受け。関係代名詞 οἵους は先行詞 διαλογισμοῖς に一致し、「〜な人間が抱くような(思索)」を導く。不定詞 λαμβάνειν の意味上の主語が ἄνθρωπον であり、これに分詞 εἰθισμένον, λαμβάνοντα, ἐννοούμενον が並列して係る。さらに ἐννοούμενον が間接話法的に「(ὁ πρὸ μικροῦ... ἀπέρχεται と)思い巡らす」という内容節を従えているが、主語が ἄνθρωπον から文脈上のポンペイウスへと移り、直接話法的な直説法現在(ἀπέρχεται)で生々しく提示されている。

  2. 73.7ὥστε τὴν ἐλευθεριότητα τῆς ὑπουργίας ἐκείνης θεασάμενον ἄν τινα καὶ τὸ ἀφελὲς καὶ ἄπλαστον εἰπεῖν

    結果節(ὥστε+不定詞 εἰπεῖν)の中に潜在を表す ἄν が組み込まれた構文。不定詞 εἰπεῖν の意味上の主語は不定代名詞の対格 τινά であり、条件文の帰結節「(もし見たなら)誰しも言ったであろう」に相当するニュアンス(潜在・仮定)を ἄν が付与している。θεασάμενον は τινά を修飾する一致した対格分詞で、仮定条件的な意味合い(「目にしたなら」)を担う。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:73.1-73.7