- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:6.1-6.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ピケーヌムにいた若きポンペイウスは、名誉ある形でスッラに合流すべく独自に兵を挙げ、周囲の支持を得て三個軍団を編成して進軍した。
τότε οὖν ὁ Πομπήϊος ἐν τῇ Πικηνίδι τῆς Ἰταλίας διέτριβεν, ἔχων μὲν αὐτόθι καὶ χωρία, τὸ δέ πλέον ταῖς πόλεσιν ἡδόμενος οἰκείως καὶ φιλικῶς πατρόθεν ἐχούσαις πρὸς αὐτόν, ὁρῶν δὲ τοὺς ἐπιφανεστάτους καὶ βελτίστους τῶν πολιτῶν ἀπολείποντας τὰ οἰκεῖα καὶ πανταχόθεν εἰς τὸ Σύλλα στρατόπεδον ὥσπερ εἰς λιμένα καταθέοντας, αὐτὸς οὐκ ἠξίωσεν ἀποδρὰς οὐδὲ ἀσύμβολος οὐδὲ χρῄζων βοηθείας, ἀλλὰ ὑπάρξας τινος χάριτος ἐνδόξως καὶ μετὰ δυνάμεως ἐλθεῖν πρὸς αὐτόν.1
その当時、ポンペイウスはイタリアのピケーヌム地方に滞在していた。そこに私有地を持っていたこともあるが、それ以上に、父の代から彼に親密で友好的であった諸都市に親しみを感じていたからである。そして、最も著名で最良の市民たちが自らの家財を捨て、港へ向かうかのようにあらゆる場所からスッラの陣営へと逃げ走っているのを見ても、ポンペイウス自身は逃亡者としてでも、何ら手土産も持たない者としてでも、あるいは助けを求める身としてでもなく、自ら恩義を先に施したうえで、名誉を帯び軍勢を率いて彼のところへ赴こうと考えた。
ὅθεν ἐκίνει τοὺς Πικηνοὺς ἀποπειρώμενος. οἱ δὲ ὑπήκουον αὐτῷ προθύμως καὶ τοῖς παρὰ Κάρβωνος ἥκουσιν οὐ προσεῖχον. Οὐηδίου δέ τινος εἰπόντος ὅτι δημαγωγὸς αὐτοῖς ἐκ παιδαγωγείου παραπεπήδηκεν ὁ Πομπήϊος, οὕτως ἠγανάκτησαν ὥστε εὐθὺς ἀνελεῖν προσπεσόντες τὸν Οὐήδιον.
そこで彼は、ピケーヌムの人々を試しながら蜂起させようとした。すると彼らは熱心にポンペイウスに従い、カルボから遣わされた者たちには耳を貸さなかった。あるウェディウスという男が、ポンペイウスは学校から飛び出してきたような民衆扇動者だと口にすると、人々は激怒するあまり、たちまちウェディウスに襲いかかって殺害してしまった。
ἐκ τούτου Πομπήϊος ἔτη μὲν τρία καὶ εἴκοσι γεγονώς, ὑπʼ οὐδενὸς δὲ ἀνθρώπων ἀποδεδειγμένος στρατηγός, αὐτὸς ἑαυτῷ δοὺς τὸ ἄρχειν, ἐν Αὐξίμῳ, πόλει μεγάλῃ, βῆμα θεὶς ἐν ἀγορᾷ, καὶ τοὺς πρωτεύοντας αὐτῶν ἀδελφοὺς δύο Οὐεντιδίους ὑπὲρ Κάρβωνος ἀντιπράττοντας διατάγματι μεταστῆναι τῆς πόλεως κελεύσας, στρατιώτας κατέλεγε, καὶ λοχαγοὺς καὶ ταξιάρχους κατὰ κόσμον ἀποδείξας ἑκάστοις τὰς κύκλῳ πόλεις ἐπῄει τὸ αὐτὸ ποιῶν.
これを機に、ポンペイウスは二十三歳になったばかりで、誰からも将軍に任命されていなかったにもかかわらず、自ら指揮権を我が身に付与し、主要都市アウクシムムの広場に演壇を設け、カルボの側について敵対行動をとっていた有力者のウェンティディウス兄弟二人を布告によって市外へ退去させると、兵士たちを徴募し始めた。そしてそれぞれに百人隊長や部隊長を秩序正しく任命し、周辺の都市を巡っては同じことを繰り返した。
ἐξανισταμένων δὲ καὶ ὑποχωρούντων ὅσοι τὰ Κάρβωνος ἐφρόνουν,2 τῶν δὲ ἄλλων ἀσμένως ἐπιδιδόντων αὑτούς, οὕτω κατανείμας ἐν ὀλίγῳ χρόνῳ τρία τάγματα τέλεια, καὶ τροφὴν πορίσας καὶ σκευαγωγὰ καὶ ἁμάξας καὶ τὴν ἄλλην πᾶσαν παρασκευήν, ἦγε πρὸς Σύλλαν, οὐκ ἐπειγόμενος οὐδὲ τὸ λαθεῖν ἀγαπῶν, ἀλλὰ διατρίβων καθʼ ὁδὸν ἐν τῷ κακῶς ποιεῖν τοὺς πολεμίους, καὶ πᾶν ὅσον ἐπῄει τῆς Ἰταλίας πειρώμενος ἀφιστάναι τοῦ Κάρβωνος.
カルボを支持する者たちがことごとく退去して立ち去る一方で、それ以外の者たちは喜んで我が身を差し出したため、こうして短期間のうちに完全な三個軍団を編成し、糧食、荷駄、荷車、その他あらゆる軍備を整えると、スッラのもとへ進軍させた。彼は急ぎもしなければ人目を盗んで進むことをよしともせず、道すがら敵に損害を与えることに時を費やし、立ち寄るイタリアのあらゆる地をカルボから離反させようと試みながら行軍を続けた。
- 6.1αὐτὸς οὐκ ἠξίωσεν ἀποδρὰς οὐδὲ ἀσύμβολος οὐδὲ χρῄζων βοηθείας, ἀλλὰ ὑπάρξας τινος χάριτος ἐνδόξως καὶ μετὰ δυνάμεως ἐλθεῖν πρὸς αὐτόν
主動詞 οὐκ ἠξίωσεν に対し、不定詞 ἐλθεῖν が目的語として係る構文。主語 αὐτός を修飾する主格の分詞・形容詞(否定辞 οὐδέ で結ばれる ἀποδράς, ἀσύμβολος, χρῄζων と、対比の ἀλλά に導かれる ὑπάρξας)が、どのような身分・姿勢で赴くかを説明している。また「先んじて(恩義・好意などを)施す」という意味の動詞 ὑπάρχω は属格(τινος χάριτος)をとる慣用構文である。
- 6.4ἐξανισταμένων δὲ καὶ ὑποχωρούντων ὅσοι τὰ Κάρβωνος ἐφρόνουν
ἐξανισταμένων καὶ ὑποχωρούντων は属格分詞であるが、意味上の主語として先行詞を含んだ関係代名詞節 ὅσοι τὰ Κάρβωνος ἐφρόνουν(主格)がそのまま置かれている変則的な独立属格構文。後続の τῶν δὲ ἄλλων ἀσμένως ἐπιδιδόντων αὑτούς(正規の独立属格)と対比を成している。
