← プルタルコス

ポンペイウス伝

§57.1-57.5

ポンペイウスの快気祝いと過信による豪語

ポンペイウスは病からの快復を祝う全イタリアの熱狂的な歓迎によって過信に陥り、さらにガリアから帰還したアッピウスの言動にも煽られてカエサルを侮り、戦争への備えを嘲笑して足を踏み鳴らせば軍勢が湧き出ると豪語する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§57.1

ἐκ τούτου δὲ Πομπήϊος ἐν Νεαπόλει νοσήσας ἐπισφαλῶς ἀνέρρωσε, Πραξαγόρου δὲ πείσαντος τοὺς Νεαπολίτας ἔθυσαν ὑπὲρ αὑτοῦ σωτήρια,1 μιμουμένων δὲ τούτους τῶν προσοίκων καὶ τοῦ πράγματος οὕτω περιϊόντος τὴν Ἰταλίαν πᾶσαν, καὶ μικρὰ καὶ μεγάλη πόλις ἐφʼ ἡμέρας πολλὰς ἑώρταζε.

この後、ポンペイウスはネアポリスで重病を患ったものの、危機を脱して快復した。そしてプラクサゴラスがネアポリス市民たちを説得したため、彼らはポンペイウスのために快気祝いの生贄を捧げたが、近隣の住民たちもこれに倣い、この祝賀がこのように全イタリアに広まったため、大小あらゆる都市が何日にもわたって祝祭を催した。

§57.2

τοὺς δὲ ἀπαντῶντας πανταχόθεν οὐδεὶς ἐχώρει τόπος, ἀλλὰ ὁδοί τε κατεπίμπλαντο καὶ κῶμαι καὶ λιμένες εὐωχουμένων καὶ θυόντων. πολλοὶ δὲ καὶ στεφανηφοροῦντες ὑπὸ λαμπάδων ἐδέχοντο καὶ παρέπεμπον ἀνθοβολούμενον, ὥστε τὴν κομιδὴν αὑτοῦ καὶ πορείαν θέαμα κάλλιστον εἶναι καὶ λαμπρότατον.

四方から出迎える人々を収容しきれる場所はなく、道路も村々も港も、歓宴を催し生贄を捧げる人々で埋め尽くされた。多くの人々は冠をいただき、松明に照らされながら、花を浴びせられる彼を迎え入れ、送り届けたため、彼の旅路と行進は極めて美しく輝かしい壮観となった。

§57.3

οὐδενὸς μέντοι τοῦτο λέγεται τῶν ἀπεργασαμένων τὸν πόλεμον αἰτίων ἔλαττον γενέσθαι,2 φρόνημα γὰρ εἰσῆλθεν ὑπεραῖρον ἅμα τῷ μεγέθει τῆς χαρᾶς τοὺς ἀπὸ τῶν πραγμάτων λογισμούς· καὶ τὴν εἰς ἀσφαλὲς ἀεὶ τὰ εὐτυχήματα καὶ τὰς πράξεις αὑτοῦ θεμένην εὐλάβειαν προέμενος εἰς ἄκρατον ἐξέπεσε θράσος καὶ περιφρόνησιν τῆς Καίσαρος δυνάμεως, ὡς οὔτε ὅπλων ἐπʼ αὐτὸν οὔτε τινὸς ἐργώδους πραγματείας δεησόμενος, ἀλλὰ πολὺ ῥᾷον καθαιρήσων ἢ πρότερον ηὔξησε τὸν ἄνδρα.

しかしながら、この出来事は内乱を引き起こした原因のうちで何ものにも劣らぬ重大なものであったと言われている。というのも、歓喜の大きさとともに、現実の状況に基づく理性的な計算をはるかに凌駕する傲慢さが彼の中に忍び込んだからである。そして、常に自己の幸運と行動を安全な基盤の上に置いてきた慎重さをかなぐり捨て、彼はカエサルの勢力に対する底知れぬ過信と侮りへと堕ちていった。カエサルに対抗するために軍備もいかなる骨の折れる努力も必要とせず、かつてあの男を増長させた時よりもはるかに容易に打ち倒すことができると考えたのである。

§57.4

πρὸς δὲ τούτοις Ἄππιος ἀφίκετο κομίζων ἐκ Γαλατίας ἣν ἔχρησε Πομπήϊος Καίσαρι στρατιάν· καὶ πολλὰ μὲν ἐξεφλαύριζε τὰς ἐκεῖ πράξεις καὶ λόγους ἐξέφερε βλασφήμους περὶ Καίσαρος, αὐτὸν δὲ Πομπήϊον ἀπείρως ἔχειν ἔλεγε τῆς αὑτοῦ δυνάμεως καὶ δόξης, ἑτέροις ὅπλοις πρὸς Καίσαρα φραγνύμενον, ὃν αὐτοῖς κατεργάσεται τοῖς ἐκείνου στρατεύμασιν,3 ὅταν πρῶτον ὀφθῇ· τοσοῦτον καὶ μίσους πρὸς Καίσαρα καὶ πόθου πρὸς Πομπήϊον ἐνυπάρχειν αὐτοῖς.

これらに加えて、アッピウスがポンペイウスがカエサルに貸し与えていた軍勢をガリアから連れて到着した。彼は当地での事績をさんざん見下し、カエサルについて中傷的な言葉を吐き散らしたうえ、ポンペイウス自身は自らの力と名声をよく知らず、カエサルに対して他の軍勢で身を固めようとしているが、〔ポンペイウスが〕一たび姿を現しさえすれば、カエサル自身の軍隊によってカエサルを制圧できるだろうと述べた。それほどまでに兵士たちの中にカエサルへの憎しみとポンペイウスへの憧憬が満ちているというのであった。

§57.5

οὕτω δʼ οὖν ὁ Πομπήϊος ἐπήρθη, καὶ τοιαύτης καὶ τοσαύτης ὀλιγωρίας διὰ τὸ θαρρεῖν ἐγένετο μεστὸς ὥστε καὶ τῶν δεδιότων τὸν πόλεμον κατεγέλα, καὶ τοὺς λέγοντας ἂν ἐλαύνῃ Καῖσαρ ἐπὶ τὴν πόλιν, οὐχ ὁρᾶν δυνάμεις αἷς αὐτὸν ἀμυνοῦνται, μειδιῶν τῷ προσώπῳ καὶ διακεχυμένος ἀμελεῖν ἐκέλευσεν·4 ὅπου γὰρ ἄν, ἔφη, τῆς Ἰταλίας ἐγὼ κρούσω τῷ ποδὶ τὴν γῆν, ἀναδύσονται καὶ πεζικαὶ καὶ ἱππικαὶ δυνάμεις.

このようにしてポンペイウスは慢心し、過信からくるあまりの軽侮に満たされたため、戦争を恐れる者たちを嘲笑し、もしカエサルが都へ進軍してきたなら彼を防ぐ軍勢が見当たらないと言う人々に対しては、満面に笑みを浮かべ、くつろいだ様子で気に病むなと命じたのである。 「どこであれ」と彼は言った。 「私がイタリアの大地を足で踏み鳴らしさえすれば、歩兵も騎兵も湧き出してくるのだから。」

構文注4 件
  1. 57.1ὑπὲρ αὑτοῦ σωτήρια

    αὑτοῦ(= ἑαυτοῦ)は文の文法的主語であるネアポリス市民(τοὺς Νεαπολίτας)ではなく、文脈上の主役であるポンペイウスを指す間接再帰代名詞として用いられている。名詞 σωτήρια は「快気祝い/救済の感謝の生贄」を意味する中性複数対格。

  2. 57.3οὐδενὸς μέντοι τοῦτο λέγεται τῶν ἀπεργασαμένων τὸν πόλεμον αἰτίων ἔλαττον γενέσθαι

    οὐδενὸς... τῶν ἀπεργασαμένων τὸν πόλεμον αἰτίων は比較級 ἔλαττον に係り、「内乱を引き起こした原因のどれよりも劣らない(=匹敵するほど大きな原因となった)」という否定表現による強調構文。全体の骨格は τοῦτο λέγεται... γενέσθαι の主格不定詞構文(ここでは τοῦτο が主格として機能する受動構文の主語)。

  3. 57.4ἑτέροις ὅπλοις πρὸς Καίσαρα φραγνύμενον, ὃν αὐτοῖς κατεργάσεται τοῖς ἐκείνου στρατεύμασιν

    関係代名詞 ὃν の先行詞は直前の Καίσαρα。関係節内の動詞 κατεργάσεται は直説法未来三人称単数で、間接話法(ἔλεγε)の従属節でありながら直説法が維持され、アッピウスの断定的な口調を生き生きと再現している。主語はポンペイウス。

  4. 57.5τοὺς λέγοντας ἂν ἐλαύνῃ Καῖσαρ ἐπὶ τὴν πόλιν, οὐχ ὁρᾶν δυνάμεις αἷς αὐτὸν ἀμυνοῦνται, μειδιῶν τῷ προσώπῳ καὶ διακεχυμένος ἀμελεῖν ἐκέλευσεν

    文の骨格は ἐκέλευσεν(主動詞)+ τοὺς λέγοντας(意味上の主語・対格)+ ἀμελεῖν(不定詞)。分詞 λέγοντας は間接話法として不定詞句 οὐχ ὁρᾶν δυνάμεις を従え、さらにその内容に条件節 ἂν ἐλαύνῃ(未来より真実の条件文)と関係節 αἷς... ἀμυνοῦνται が組み込まれた重層構造。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:57.1-57.5