- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:52.1-52.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カトーの支援を受けたドミティウスの立候補をポンペイウス派が武力で阻止し、執政官となったポンペイウスとクラッススは不正な手段を用いて三頭政治派に有利な法案や属州配分を強行し、その後ポンペイウスは壮大な劇場奉納競技会を催した。
οὐ μὴν ἀλλὰ τῶν ἄλλων ἀποστάντων τοῦ παραγγέλλειν ὑπατείαν, Λεύκιον Δομέτιον Κάτων ἔπεισε καὶ παρεθάρρυνε μὴ ἀπειπεῖν οὐ γὰρ ὑπὲρ ἀρχῆς, ἀλλʼ ὑπὲρ ἐλευθερίας εἶναι τὸν ἀγῶνα1 πρὸς τοὺς τυράννους, οἱ δὲ περὶ τὸν Πομπήϊον φοβηθέντες τὸν τόνον τοῦ Κάτωνος, μὴ τὴν βουλὴν ἔχων ἅπασαν ἀποσπάσῃ καὶ μεταβάλῃ τοῦ δήμου τὸ ὑγιαῖνον,2 οὐκ εἴασαν εἰς ἀγορὰν κατελθεῖν τὸν Δομέτιον, ἀλλʼ ἐπιπέμψαντες ἐνόπλους ἄνδρας ἀπέκτειναν μὲν τὸν προηγούμενον λυχνοφόρον, ἐτρέψαντο δὲ τοὺς ἄλλους· ἔσχατος δὲ Κάτων ἀνεχώρησε, τρωθεὶς τὸν δεξιὸν πῆχυν3 ἀμυνόμενος πρὸ τοῦ Δομετίου. τοιαύτῃ δὲ ὁδῷ παρελθόντες ἐπὶ τὴν ἀρχὴν οὐδὲ τἆλλα κοσμιώτερον ἔπραττον. ἀλλὰ πρῶτον μὲν τὸν Κάτωνα τοῦ δήμου στρατηγὸν αἱρουμένου καὶ τὴν ψῆφον ἐπιφέροντος,4 Πομπήϊος ἔλυσε τὴν ἐκκλησίαν οἰωνοὺς αἰτιώμενος, ἀντὶ δὲ Κάτωνος Βατίνιον ἀνηγόρευσαν, ἀργυρίῳ τὰς φυλὰς διαφθείραντες.
しかしながら、他の者たちが執政官職への立候補を取り下げたにもかかわらず、カトーはルキウス・ドミティウスを説得し、僭主たちに対する戦いは公職のためではなく自由のためのものであるとして、断念しないよう勇気づけた。だがポンペイウスの取り巻きたちは、カトーの気骨を恐れ、彼が元老院全体を味方にして民衆の健全な部分をも引き離し転向させてしまうのではないかと危惧し、ドミティウスが広場へ降りて行くのを許さなかった。それどころか武装した部隊を差し向けて、先導していた松明持ちの奴隷を殺害し、残りの者たちを敗走させた。カトーはドミティウスの前に立って防戦し、右の前腕を負傷しながら最後に退却した。このようなやり口で公職に就いた彼らは、その後の諸事においても決して穏当に振る舞うことはなかった。まず民衆がカトーを法務官に選ぼうとして票を投じていたとき、ポンペイウスは不吉な鳥兆を口実にして民会を散会させ、彼らは部族に金銭をばらまいて買収し、カトーの代わりにバティニウスを当選者として宣言した。
ἔπειτα νόμους διὰ Τρεβωνίου δημαρχοῦντος εἰσέφερον, Καίσαρι μέν, ὥσπερ ὡμολόγητο, δευτέραν ἐπιμετροῦντας πενταετίαν, Κράσσῳ δὲ Συρίαν καὶ τὴν ἐπὶ Πάρθους στρατείαν διδόντας, αὐτῷ δὲ Πομπηΐῳ Λιβύην ἅπασαν καὶ Ἰβηρίαν ἑκατέραν καὶ τέσσαρα τάγματα στρατιωτῶν, ὧν ἐπέχρησε δύο Καίσαρι δεηθέντι πρὸς τὸν ἐν Γαλατίᾳ πόλεμον.
続いて彼らは、護民官トレボニウスを通じて法律を提出させ、盟約通りカエサルには二度目の五年間の任期を付加し、クラッススにはシリアとパルティアに対する遠征を与え、ポンペイウス自身にはリビア全土と二つのイベリア、および軍団兵四個軍団を与えさせた。そのうち二個軍団をポンペイウスは、懇請してきたカエサルにガリアでの戦争のために貸し与えた。
ἀλλὰ Κράσσος μὲν ἐξῆλθεν εἰς τὴν ἐπαρχίαν ἀπαλλαγεὶς τῆς ὑπατείας, Πομπήϊος δὲ τὸ θέατρον ἀναδείξας ἀγῶνας ἦγε γυμνικοὺς καὶ μουσικοὺς ἐπὶ τῇ καθιερώσει, καὶ θηρῶν ἁμίλλας ἐν οἷς πεντακόσιοι λέοντες ἀνῃρέθησαν, ἐπὶ πᾶσι δὲ τὴν ἐλεφαντομαχίαν, ἐκπληκτικώτατον θέαμα, παρέ
そしてクラッススは執政官職から退くと任地へと出発したが、ポンペイウスは劇場を落成させ、その奉納に際して体育や文芸の競技会、五百頭のライオンが殺された野獣狩りを催し、最後には最も驚異的な見世物として象の戦いを提供した。
- 52.1οὐ γὰρ ὑπὲρ ἀρχῆς, ἀλλʼ ὑπὲρ ἐλευθερίας εἶναι τὸν ἀγῶνα
間接話法における対格不定詞構文。明示的な発話動詞がないが、先行する動詞 ἔπεισε καὶ παρεθάρρυνε に含まれる発話・主張の意味から導かれ、カトーの主張内容「戦いは公職のためではなく自由のためである」を表している。
- 52.1μὴ τὴν βουλὴν ἔχων ἅπασαν ἀποσπάσῃ καὶ μεταβάλῃ τοῦ δήμου τὸ ὑγιαῖνον
懸念を表す接続詞 μή が導く従属節(φοβηθέντες に係る)。分詞 ἔχων は条件あるいは手段(「元老院全体を味方に保持して」)を表し、接続法 ἀποσπάσῃ と μεταβάλῃ の主語(カトー)を修飾する。τοῦ δήμου τὸ ὑγιαῖνον は中性単数分詞を名詞化した表現で、「民衆の健全な部分」を意味する。
- 52.2τρωθεὶς τὸν δεξιὸν πῆχυν
受動態分詞 τρωθείς に対し、τὸν δεξιὸν πῆχυν は「関係の対格(いわゆるギリシア的対格)」として傷を負った身体部位を限定・指定している。
- 52.2τὸν Κάτωνα τοῦ δήμου στρατηγὸν αἱρουμένου καὶ τὴν ψῆφον ἐπιφέροντος
独立属格構文(τοῦ δήμου ... αἱρουμένου καὶ ... ἐπιφέροντος)において、被選択者・目的語である τὸν Κάτωνα が文頭に倒置(前置)され、二重対格の語順(τὸν Κάτωνα ... στρατηγόν)をとっている。
