- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:42.1-42.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ミトリダテスの死を確認したポンペイウスは遠征を終えて帰途につき、各地で歓待や講義を受けながらローマを目指すが、妻ムキアの不貞により帰国途上で離縁することになる。
ἐκ τούτου τὸ μὲν στράτευμα τῇ χαρᾷ χρώμενον, ὡς εἰκός, ἐν θυσίαις καὶ συνουσίαις διῆγεν, ὡς ἐν τῷ Μιθριδάτου σώματι μυρίων τεθνηκότων πολεμίων. Πομπήϊος δὲ ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς στρατείαις κεφαλὴν ἐπιτεθεικὼς οὐ πάνυ ῥᾳδίως οὕτω προσδοκηθεῖσαν, εὐθὺς ἀνέζευξεν ἐκ τῆς Ἀραβίας·
これを受けて、軍勢は当然のことながら歓喜に身を任せ、ミトリダテス一人の遺体のうちに一万の敵兵が斃れたかのように、犠牲の儀式や祝宴に日を過ごした。一方ポンペイウスは、その偉業と遠征に、これほど容易には予期されなかった結末をつけたことで、直ちにアラビアから軍を撤収させた。
καὶ ταχὺ τὰς ἐν μέσῳ διεξελθὼν ἐπαρχίας εἰς Ἀμισὸν ἀφίκετο, καὶ κατέλαβε πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκομισμένα, πολλὰ δὲ σώματα τῶν βασιλικῶν, αὐτὸν δὲ τὸν Μιθριδάτου νεκρὸν οὐ πάνυ γνώριμον ἀπὸ τοῦ προσώπου τὸν γὰρ ἐγκέφαλον ἔλαθεν ἐκτῆξαι τοὺς θεραπεύοντας·1 ἀλλὰ ταῖς οὐλαῖς ἐπεγίγνωσκον οἱ δεόμενοι τοῦ θεάματος.
そして中間に位置する属州を速やかに通過してアミソスに到着すると、ファルナケスから送られてきた多くの贈り物や王族の多数の遺体、そして顔からはほとんど判別のつかないミトリダテス自身の遺骸を見出した。防腐処理を施した者たちが脳髄を溶かし出すのを失念していたからである。しかし、見ることを求めた者たちはその傷跡によって見分けた。
οὐ γὰρ αὐτὸς Πομπήϊος ἰδεῖν ὑπέμεινεν, ἀλλʼ ἀφοσιωσάμενος τὸ νεμεσητὸν2 εἰς Σινώπην ἀπέπεμψε, τῆς δʼ ἐσθῆτος, ἣν ἐφόρει, καὶ τῶν ὅπλων τὸ μέγεθος καὶ τήν λαμπρότητα ἐθαύμασε· καίτοι τὸν μὲν ξιφιστῆρα πεποιημένον ἀπὸ τετρακοσίων ταλάντων Πόπλιος κλέψας ἐπώλησεν Ἀριαράθῃ, τὴν δὲ κίταριν Γάϊος ὁ τοῦ Μιθριδάτου σύντροφος ἔδωκε κρύφα δεηθέντι Φαύστῳ τῷ Σύλλα παιδί, θαυμαστῆς οὖσαν ἐργασίας, ὃ τότε τὸν Πομπήϊον διέλαθε. Φαρνάκης δὲ γνοὺς ὕστερον ἐτιμωρήσατο τοὺς ὑφελομένους.
なぜなら、ポンペイウス自身は見届けるに耐えず、神々の怒りを避けるために儀礼を尽くしたうえで遺骸をシノペへと送り返したからであるが、彼が身につけていた衣服や武具の壮大さと華麗さには感嘆した。もっとも、四百タラントンで作られた剣帯はプブリウスが盗み出してアリアラテスに売却し、驚くべき細工の施された王冠はミトリダテスの乳兄弟ガイウスが、頼み込んできたスッラの息子ファウストゥスに密かに渡しており、そのことは当時ポンペイウスの目から逃れていた。ファルナケスはのちにこれを知り、持ち去った者たちを処罰した。
διοικήσας δὲ τὰ ἐκεῖ καὶ καταστησάμενος οὕτως ἤδη πανηγυρικώτερον ἐχρῆτο τῇ πορείᾳ, καὶ γὰρ εἰς Μιτυλήνην ἀφικόμενος τήν τε πόλιν ἠλευθέρωσε διὰ Θεοφάνη, καὶ τὸν ἀγῶνα τὸν πάτριον ἐθεάσατο τῶν ποιητῶν, ὑπόθεσιν μίαν ἔχοντα τὰς ἐκείνου πράξεις, ἡσθεὶς δὲ τῷ θεάτρῳ περιεγράψατο τὸ εἶδος αὐτοῦ καὶ τὸν τύπον, ὡς ὅμοιον ἀπεργασόμενος τὸ ἐν Ῥώμῃ, μεῖζον δὲ καὶ σεμνότερον.
現地の諸事を処理して秩序を整えると、ポンペイウスはいまや行軍をいっそう祝祭的なものとし、ミュティレネに到着するとテオパネスのためにその都市を自由都市とし、詩人たちの伝統的な競技会を観覧した。その詩の主題はただ一つ、彼の偉業であった。また劇場を喜んだ彼は、ローマに建てるものをこれに似せつつ、より壮大かつ荘厳に仕上げようと考え、その外形と設計の輪郭を写し取らせた。
ἐν δὲ Ῥόδῳ γενόμενος πάντων μὲν ἠκροάσατο τῶν σοφιστῶν, καὶ δωρεὰν ἑκάστῳ τάλαντον ἔδωκε· Ποσειδώνιος δὲ καὶ τήν ἀκρόασιν ἀνέγραψεν ἣν ἔσχεν ἐπʼ αὐτοῦ πρὸς Ἑρμαγόραν τὸν ῥήτορα περὶ τῆς καθόλου ζητήσεως ἀντιταξάμενος. ἐν δὲ Ἀθήναις τὰ μὲν πρὸς τοὺς φιλοσόφους ὅμοια τοῦ Πομπηΐου·
ロードス島に入ると、あらゆるソフィストたちの講義を聴講し、各自に一タラントンの下賜金を与えた。ポセイドニオスは、弁論家ヘルマゴラスを相手に対峙し、普遍的探究に関して〔ポンペイウスの〕面前で行った講義を記録にさえ残した。アテナイでも、哲学者たちに対するポンペイウスの態度は同様であった。
τῇ πόλει δὲ ἐπιδοὺς εἰς ἐπισκευὴν πεντήκοντα τάλαντα λαμπρότατος ἀνθρώπων ἤλπιζεν ἐπιβήσεσθαι τῆς Ἰταλίας καὶ ποθῶν ὀφθήσεσθαι τοῖς οἴκοι ποθοῦσιν. ᾧ δʼ ἄρα πρὸς τὰ λαμπρὰ καὶ μεγάλα τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν ἀεί τινα κεραννύναι κακοῦ μοῖραν ἐπιμελές ἐστι δαιμονίῳ, τοῦτο ὑποικούρει3 πάλαι παρασκευάζον αὐτῷ λυπηροτέραν τήν ἐπάνοδον.
都市の修復のために五十タラントンを寄進した彼は、人間の中で最も栄光に満ちた者としてイタリアに上陸することを望み、故郷で自らを待ちわびる者たちに姿を見せることを切望していた。しかし、幸運がもたらす輝かしく偉大な善き事柄に対して、常に何らかの災いの分け前を混ぜ合わすことを怠らない神霊が存在するらしく、それが早くから潜み隠れて、彼のために帰還をより苦いものとすべく準備していたのである。
ἐξύβρισε γὰρ ἡ Μουκία παρὰ τήν ἀποδημίαν αὐτοῦ, καὶ πόρρω μὲν ὢν ὁ Πομπήϊος κατεφρόνει τοῦ λόγου· πλησίον δὲ Ἰταλίας γενόμενος καὶ σχολάζοντι τῷ λογισμῷ μᾶλλον, ὡς ἔοικε, τῆς αἰτίας ἁψάμενος, ἔπεμψεν αὐτῇ τήν ἄφεσιν, οὔτε τότε γράψας οὔθʼ ὕστερον ἐφʼ οἷς ἀφῆκεν ἐξειπών ἐν δʼ ἐπιστολαῖς Κικέρωνος ἡ αἰτία γέγραπται.
というのも、ムキアが彼の不在中に放埒な不義を働いていたからである。遠方にいた間、ポンペイウスはその噂を軽んじていたが、イタリアに近づいて、思慮に余裕が生じたことでどうやらこの非難により深く向き合ったらしく、彼女に離縁状を送った。どのような理由で離縁したのかを、その際に書き記すこともその後に言明することもしなかったが、キケロの書簡群の中にその理由が記されている。
- 42.2τὸν γὰρ ἐγκέφαλον ἔλαθεν ἐκτῆξαι τοὺς θεραπεύοντας
動詞 ἔλαθεν は通例の分詞ではなく不定詞 ἐκτῆξαι を伴っている。非人称の ἔλαθεν が人の対格 τοὺς θεραπεύοντας(「遺体を処置する者たち」)を目的語、不定詞句 τὸν ἐγκέφαλον ἐκτῆξαι(「脳髄を薬品等で溶かし出すこと」、防腐処置の工程。ヘロドトス2.86参照)を主語にとる構文で、「防腐処理を施した者たちが脳髄を溶かし出すのを失念していた」の意。
- 42.3ἀφοσιωσάμενος τὸ νεμεσητὸν
ἀφοσιόομαι は「宗教的儀礼や適切な手続きを行って穢れや神の祟りを避ける・祓う」の意。中性名詞化された τὸ νεμεσητόν(神の怒り・応報を招きかねない事態)を目的語とし、死者や元敵対者に対する過度の尊大さや無礼が神罰(ネメシス)を招かないよう敬意をもって処置したことを示す。
- 42.6ᾧ δʼ ἄρα πρὸς τὰ λαμπρὰ καὶ μεγάλα τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν ἀεί τινα κεραννύναι κακοῦ μοῖραν ἐπιμελές ἐστι δαιμονίῳ, τοῦτο ὑποικούρει
先行詞 δαιμονίῳ が関係節 ᾧ... ἐπιμελές ἐστι に取り込まれた関係詞の先取り(吸引)構文。主節の主語は中性代名詞 τοῦτο であり、先行詞 δαιμόνιον を受けている。全体の骨格は「幸運による輝かしく偉大な善き事柄に災いの分け前を混ぜ合わすことを常の配慮とする神霊、その神霊(τοῦτο)が密かに潜んでいた」となる。
