← プルタルコス

ポンペイウス伝

§28.1-28.4

海賊の完全平定と降伏者たちの各地への定住

ポンペイウスはコラケシオン沖で海賊の主力を破り、3か月足らずで戦争を終結させた。彼は2万人以上の降伏者を処刑せず、各地の荒廃した都市やアカイアのデュメ等に分散定住させて農耕に従事させた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§28.1

οἱ δὲ πλεῖστοι καὶ δυνατώτατοι γενεὰς μὲν αὑτῶν καὶ χρήματα καὶ τὸν ἄχρηστον ὄχλον ἐν φρουρίοις καὶ πολίσμασι καρτεροῖς περὶ τὸν Ταῦρον εἶχον ἀποκείμενα,1 τὰς δὲ ναῦς πληρώσαντες αὐτοὶ περὶ τὸ Κορακήσιον τῆς Κιλικίας ἐπιπλέοντα τὸν Πομπήϊον ἐδέξαντο· καὶ μάχης γενομένης νικηθέντες ἐπολιορκοῦντο. τέλος δὲ πέμψαντες ἱκετηρίας παρέδωκαν ἑαυτοὺς καὶ πόλεις καὶ νήσους ὧν ἐπεκράτουν ἐντειχισάμενοι, χαλεπὰς βιασθῆναι καὶ δυσπροσπελάστους.2

しかし、海賊たちの大部分と最も有力な者たちは、自分たちの家族や財貨や非戦闘員たちを、タウロス山脈周辺の強固な砦や小都市に預けておき、自らは船に乗り組んで、キリキアのコラケシオン沖で来航するポンペイウスを待ち構えた。そして海戦が起こり、敗北した彼らは包囲された。最後には嘆願の印を送り、自らの身と、城塞化して手中に収めていた諸都市および島々を明け渡したが、それらは力づくで落とすことが難しく、容易には近づけない場所であった。

§28.2

κατελύθη μὲν οὖν ὁ πόλεμος καὶ τὰ πανταχοῦ λῃστήρια τῆς θαλάσσης ἐξέπεσεν οὐκ ἐν πλείονι χρόνῳ τριῶν μηνῶν, ναῦς δὲ πολλὰς μὲν ἄλλας, ἐνενήκοντα δὲ χαλκεμβόλους παρέλαβεν. αὐτοὺς δὲ δισμυρίων πλείονας γενομένους ἀνελεῖν μὲν οὐδὲ ἐβουλεύσατο, μεθεῖναι δὲ καὶ περιϊδεῖν σκεδασθέντας ἢ συστάντας αὖθις,3 ἀπόρους καὶ πολεμικοὺς καὶ πολλοὺς ὄντας, οὐκ ᾤετο καλῶς ἔχειν.

こうして戦争は終結し、あらゆる場所の海賊勢力は三か月を超えない期間のうちに海から一掃され、彼は他の多くの船のほかに、青銅の衝角を持つ船九十隻を接収した。しかし、二万人を超えた彼ら自身について言えば、殺害することは考えすらせず、かといって、無一文で好戦的かつ多数である彼らを解き放ち、散り散りになるか再び結集するのを放置することも得策ではないと考えた。

§28.3

ἐννοήσας οὖν ὅτι φύσει μὲν ἄνθρωπος οὔτε γέγονεν οὔτʼ ἔστιν ἀνήμερον ζῷον οὐδʼ ἄμικτον, ἀλλʼ ἐξίσταται τῇ κακίᾳ παρὰ φύσιν χρώμενος, ἔθεσι δὲ καὶ τόπων καὶ βίων μεταβολαῖς ἐξημεροῦται, καὶ θηρία δὲ διαίτης κοινωνοῦντα πρᾳοτέρας ἐκδύεται τὸ ἄγριον καὶ χαλεπόν, ἔγνω τοὺς ἄνδρας εἰς γῆν μεταφέρειν ἐκ τῆς θαλάσσης καὶ βίου γεύειν ἐπιεικοῦς, συνεθισθέντας ἐν πόλεσιν οἰκεῖν καὶ γεωργεῖν.

そこで、人間とは生まれつき野蛮でも孤立的な生き物でもなく、本性に反して悪徳に身を委ねることで道を外れるのであり、良き習俗や、土地および生活様式の変化によって穏やかになるものであって、野獣ですらより穏やかな暮らしを共にすることで凶暴さや獰猛さを脱ぎ捨てるのだと考えた彼は、この男たちを海から陸へと移し、都市に住み農耕を行うことに慣れさせて、穏和な生活の味を覚えさせようと決意した。

§28.4

ἐνίους μὲν οὖν αἱ μικραὶ καὶ ὑπέρημοι τῶν Κιλίκων πόλεις ἐδέξαντο καὶ κατέμιξαν ἑαυταῖς χώραν προσλαβοῦσαι, τὴν δὲ Σολίων ἠρημωμένην ἔναγχος ὑπὸ Τιγράνου τοῦ Ἀρμενίων βασιλέως ἀναλαβὼν ἵδρυσε πολλοὺς ἐν αὐτῇ. τοῖς δὲ πολλοῖς οἰκητήριον ἔδωκε Δύμην τὴν Ἀχαΐδα, χηρεύουσαν ἀνδρῶν τότε, γῆν δὲ πολλὴν καὶ ἀγαθὴν ἔχουσαν.

そこで、キリキアの小さく荒廃した都市群が土地の加増を受けて一部の者を受け入れて自らに同化させ、また〔ポンペイウスは〕、先頃アルメニア王ティグラネスによって荒廃させられていたソロイの町を再興して、そこに多くの者を定住させた。さらに大多数の者には、当時人手不足でありながら豊かで広大な土地を有していたアカイアのデュメを定住地として与えた。

構文注3 件
  1. 28.1γενεὰς μὲν αὑτῶν καὶ χρήματα καὶ τὸν ἄχρηστον ὄχλον ἐν φρουρίοις καὶ πολίσμασι καρτεροῖς περὶ τὸν Ταῦρον εἶχον ἀποκείμενα

    完了受動分詞 ἀποκείμενα は文法上の中性複数対格であり、性・数が異なる複数の目的語(女性複数 γενεάς、中性複数 χρήματα、男性単数 ὄχλον)を総括して述語的に修飾している。事物だけでなく人物(家族や非戦闘員)も財産や荷物と同列に「預け置かれたもの」として中性複数で包括されている。

  2. 28.1ὧν ἐπεκράτουν ἐντειχισάμενοι, χαλεπὰς βιασθῆναι καὶ δυσπροσπελάστους

    χαλεπὰς ... καὶ δυσπροσπελάστους は、関係詞節 ὧν ἐπεκράτουν の先行詞である対格名詞句(πόλεις καὶ νήσους)に係り戻る同格・修飾形容詞。βιασθῆναι は形容詞 χαλεπάς を修飾する限定的不定詞(epexegetic infinitive)で、「力づくで奪取するのに困難な」の意。

  3. 28.2μεθεῖναι δὲ καὶ περιϊδεῖν σκεδασθέντας ἢ συστάντας αὖθις

    περιϊδεῖν は分詞補語を伴って「〜するのを見過ごす・放置する」を意味する(σκεδασθέντας ἢ συστάντας が分詞)。μεθεῖναι(解放する)と περιϊδεῖν(放置する)が並列され、全体として οὐκ ᾤετο καλῶς ἔχειν(得策ではないと考えた)の主語(不定詞)を構成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:28.1-28.4