← プルタルコス

ポンペイウス伝

§20.1-20.4

ペルペンナの撃退と書簡の破棄による内乱終結

軍資金不足を理由にイタリア帰還をほのめかすポンペイウスに対し、ルクッルスは権限争奪の思惑から資金を工面する。その後、暗殺されたセルトリウスの跡を継いだペルペンナをポンペイウスは策を用いて破り、ローマ有力者からの反逆の書簡とともに彼を処刑・隠滅した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§20.1

Πομπήϊος δὲ τὰ πλεῖστα τῶν ἰδίων ἐξανηλωκὼς καὶ κατακεχρημένος εἰς τόν πόλεμον, ᾔτει χρήματα τὴν σύγκλητον, ὡς ἀφιξόμενος εἰς Ἰταλίαν μετὰ τῆς δυνάμεως εἰ μὴ πέμποιεν.1 ὑπατεύων δὲ Λεύκολλος τότε καὶ Πομπηΐῳ μὲν ὢν διάφορος, μνώμενος δʼ ἑαυτῷ τόν Μιθριδατικὸν πόλεμον, ἔσπευσεν ἀποσταλῆναι τὰ χρήματα, φοβούμενος αἰτίαν Πομπηΐῳ παρασχεῖν δεομένῳ Σερτώριον ἀφεῖναι καὶ πρὸς Μιθριδάτην τραπέσθαι, λαμπρὸν μὲν εἰς δόξαν, εὐμεταχείριστον δὲ φαινόμενον ἀνταγωνιστήν.

ポンペイウスは私財の大半を使い果たし戦争のために費やし尽くしていたため、元老院に資金を要求し、もし送ってこないなら軍勢を率いてイタリアへ戻るつもりだと申し送った。当時執政官を務めていたルクッルスは、ポンペイウスと対立していたものの、ミトリダテス戦争の指揮権を自ら得ようと画策していたため、資金が送られるよう奔走した。というのも、名声の上では輝かしく、相手としては御しやすいと見なされていた敵であるミトリダテスの方へと転じ、セルトリウスを打ち捨てることを望んでいたポンペイウスに対し、口実を与えてしまうのを恐れたからであった。

§20.2

ἐν τούτῳ δὲ θνήσκει Σερτώριος ὑπὸ τῶν φίλων δολοφονηθείς· ὧν Περπέννας ὁ κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ τὰ αὐτὰ ποιεῖν, ἀπὸ τῶν αὐτῶν μὲν ὁρμώμενος δυνάμεων καὶ παρασκευῶν, τόν δὲ χρώμενον αὐταῖς ὁμοίως οὐκ ἔχων λογισμόν.2 εὐθὺς οὖν ὁ Πομπήϊος ἐπεξελθὼν καὶ ῥεμβόμενον ἐν τοῖς πράγμασι τόν Περπένναν καταμαθών, δέλεαρ αὐτῷ δέκα σπείρας ὑφῆκεν, εἰς τὸ πεδίον διασπαρῆναι κελεύσας.

その間に、セルトリウスは配下の友人たちによって暗殺されて命を落とした。彼らの首謀者であったペルペンナはセルトリウスと同じことを行おうと試み、同じ兵力と装備を頼みとしたものの、それらを同様に使いこなす分別を欠いていた。そこでポンペイウスは直ちに出撃し、ペルペンナが情勢の判断に迷っているのを見抜くと、平原に散開するよう命じた十個歩兵大隊を彼に対する囮として差し向けた。

§20.3

τραπομένου δὲ πρὸς ταύτας ἐκείνου καὶ διώκοντος, ἄθρους ἐπιφανεὶς καὶ συνάψας μάχην ἐκράτησε πάντων, καὶ διεφθάρησαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ· τόν δὲ Περπένναν ἀχθέντα πρὸς αὐτὸν ἀπέκτεινεν, οὐκ ἀχάριστος οὐδʼ ἀμνήμων γενόμενος τῶν περὶ Σικελίαν, ὡς ἐγκαλοῦσιν ἔνιοι, μεγάλῃ δὲ διανοίᾳ καὶ σωτηρίῳ τῶν ὅλων γνώμῃ χρησάμενος.

ペルペンナがこれらに向かって追撃を仕掛けたところ、ポンペイウスは全軍で姿を現して交戦し、敵の全員を制圧した。将校の大部分が戦闘で倒れ、捕縛されて連行されてきたペルペンナをポンペイウスは処刑した。一部の人々が非難するようにシケリアでの恩義を忘れたり忘恩の徒となったりしたからではなく、大局的な配慮と事態全体を救う決断を用いたからであった。

§20.4

ὁ γὰρ Περπέννας τῶν Σερτωρίου γραμμάτων γεγονὼς κύριος ἐδείκνυεν ἐπιστολὰς τῶν ἐν Ῥώμῃ δυνατωτάτων ἀνδρῶν, οἳ τὰ παρόντα κινῆσαι βουλόμενοι πράγματα καὶ μεταστῆσαι τὴν πολιτείαν ἐκάλουν τόν Σερτώριον εἰς τὴν Ἰταλίαν. φοβηθεὶς οὖν ὁ Πομπήϊος ταῦτα, μὴ μείζονας ἀναστήσῃ τῶν πεπαυμένων πολέμων,3 τόν τε Περπένναν ἀνεῖλε καὶ τὰς ἐπιστολὰς οὐδʼ ἀναγνοὺς κατέκαυσεν.

というのも、セルトリウスの手紙の数々を手中に収めていたペルペンナは、ローマで最も有力な者たちの書簡を提示したからである。それらの者は、現状を動揺させて国家体制を転覆させようと望み、セルトリウスをイタリアへ招き寄せていたのであった。ポンペイウスはそれらの書簡が、すでに終息した戦乱よりも大きな戦乱を呼び起こすのではないかと恐れ、ペルペンナを処刑するとともに、それらの書簡を読みもせずに焼き捨てた。

構文注3 件
  1. 20.1ὡς ἀφιξόμενος εἰς Ἰταλίαν μετὰ τῆς δυνάμεως εἰ μὴ πέμποιεν

    接続詞 ὡς に未来分詞 ἀφιξόμενος が続き、意図・宣言を表す間接話法的な構文。条件節 εἰ μὴ πέμποιεν は歴史時制(過去の主動詞 ᾔτει)に伴う希求法(直接話法における ἐὰν μὴ πέμπητε の代理)となっており、ポンペイウスの「送金しなければ軍勢を率いて戻る」という脅迫的な主張の言明内容を示している。

  2. 20.2τόν δὲ χρώμενον αὐταῖς ὁμοίως οὐκ ἔχων λογισμόν

    名詞 λογισμόν(思考、分別、理性)に定冠詞 τόν と現在分詞句 χρώμενον αὐταῖς ὁμοίως が係る倒置(hyperbaton)。「それら(兵力・軍備)を同様に使いこなす分別を持たないで」の意となり、直前の ἀπὸ τῶν αὐτῶν μὲν ὁρμώμενος δυνάμεων καὶ παρασκευῶν と μέν...δέ で対比されている。

  3. 20.4φοβηθεὶς οὖν ὁ Πομπήϊος ταῦτα, μὴ μείζονας ἀναστήσῃ τῶν πεπαυμένων πολέμων

    代名詞 ταῦτα(これらの書簡/事態)は動詞 φοβηθείς の目的語(内的対格ないし懸念の対象の先取り)であり、それに続く懸念を示す接続詞節 μὴ μείζονας ἀναστήσῃ... を先導している。主語は省略された ταῦτα(書簡の内容)であり、「これらが終息した戦争よりも大きな戦乱を引き起こすのではないかと恐れて」という意味をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:20.1-20.4