← プルタルコス

アゲシラオス伝

§9.1-9.5

フリュギア侵攻と捕虜による士気高揚

ティッサフェルネスが協定を破って開戦したため、アゲシラオスは偽装作戦でフリュギアを攻略し、富豪の代役拠出によって騎兵隊を編成した上で、柔弱なペルシア人捕虜を裸にして兵たちの士気を高めた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.1

ἐπεὶ δὲ Τισαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, ὡς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνίδας ἀφήσοντος αὐτονόμους βασιλέως,1 ὕστερον δὲ πεισθεὶς ἔχειν δύναμιν ἱκανὴν ἐξήνεγκε τὸν πόλεμον, ἄσμενος ὁ Ἀγησίλαος ἐδέξατο.

ティッサフェルネスは、当初はアゲシラオスを恐れて、大王がギリシア諸都市を自治都市として彼に委ねるであろうという名目で休戦協定を結んだが、のちに十分な兵力を得たと確信して戦争を布告した。アゲシラオスは喜んでこれを受け入れた。

§9.2

προσδοκία γὰρ ἦν μεγάλη τῆς στρατείας· καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν, ὁσάκις ἐβουλήθησαν αὐτοὶ τοσαυτάκις βασιλέα νενικηκότας, αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγουμένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς Ἕλληνας,2 εὐθὺς οὖν ἀμυνόμενος ἀπάτῃ δικαίᾳ τὴν Τισαφέρνους ἐπιορκίαν, ἐπέδειξεν ὡς ἐπὶ Καρίαν προάξων, ἐκεῖ δὲ τὴν δύναμιν τοῦ βαρβάρου συναθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε.

というのも、この遠征に対する期待は大きく、クセノポンに従った一万の兵が、自ら欲した回数だけ大王を破って海に到達したというのに、自らが陸と海を支配するラケダイモン人を率いていながら、ギリシア人たちの前に記憶に値するいかなる功績も示せないのは耐えがたいことだと考えていたからである。そこで直ちに、正当な欺瞞によってティッサフェルネスの誓約違反に報復し、カリアへ進軍するかのように見せかけておいて、異民族がそこに軍勢を集結させると、陣を発してフリュギアへ侵入した。

§9.3

καὶ πόλεις μὲν εἷλε συχνὰς καὶ χρημάτων ἀφθόνων ἐκυρίευσεν, ἐπιδεικνύμενος τοῖς φίλοις ὅτι τὸ μὲν σπεισάμενον ἀδικεῖν τῶν θεῶν ἔστι καταφρονεῖν, ἐν δὲ τῷ παραλογίζεσθαι τοὺς πολεμίους οὐ μόνον τὸ δίκαιον, ἀλλὰ καὶ δόξα πολλὴ καὶ τὸ μεθʼ ἡδονῆς κερδαίνειν ἔνεστι. τοῖς δὲ ἱππεῦσιν ἐλαττωθεὶς καὶ τῶν ἱερῶν ἀλόβων φανέντων, ἀναχωρήσας εἰς Ἔφεσον ἱππικὸν συνῆγε, τοῖς εὐπόροις προειπών, εἰ μὴ βούλονται στρατεύεσθαι, παρασχεῖν ἕκαστον ἵππον ἀνθʼ ἑαυτοῦ καὶ ἄνδρα.

そして数多くの都市を攻略し、莫大な富を手に入れた。その際、彼は友人たちに対し、和約を結びながら不正を働くことは神々を侮る行為であるが、敵を出し抜くことのうちには正義のみならず、大いなる名誉と快感を伴う利益が含まれているのだと示した。しかし騎兵戦で劣勢となり、犠牲獣の内臓に肝臓の葉が見当たらなかったため、エペソスへ撤退して騎兵隊を編成した。その際、富裕な者たちに対し、もし従軍したくないのであれば、各自が自分の代わりに馬一頭と兵一人を提供するよう布告した。

§9.4

πολλοὶ δʼ ἦσαν οὗτοι, καὶ συνέβαινε τῷ Ἀγησιλάῳ ταχὺ πολλοὺς καὶ πολεμικοὺς ἔχειν ἱππεῖς ἀντὶ δειλῶν ὁπλιτῶν, ἐμισθοῦντο γὰρ οἱ μὴ βουλόμενοι στρατεύεσθαι τοὺς βουλομένους στρατεύεσθαι, οἱ δὲ μὴ βουλόμενοι ἱππεύειν τοὺς βουλομένους ἱππεύειν. καὶ γὰρ τὸν Ἀγαμέμνονα ποιῆσαι καλῶς3 ὅτι θήλειαν ἵππον ἀγαθὴν λαβὼν κακὸν ἄνδρα καὶ πλούσιον ἀπήλλαξε τῆς στρατείας.

該当する者は多く、アゲシラオスは臆病な重装歩兵の代わりに、多数の戦慣れした騎兵を速やかに手に入れることとなった。なぜなら、従軍を望まない者たちが従軍を望む者たちを雇い、騎乗を望まない者たちが騎乗を望む者たちを雇ったからである。実のところ、アガメムノンが優れた牝馬を受け取ることで、裕福で臆病な男を兵役から免除したのも、名案であったとされたのである。

§9.5

ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους ἀποδύοντες ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας γυμνουμένων κατεγέλων4 ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος, οὗτοι μέν, εἶπεν, οἷς μάχεσθε, ταῦτα δὲ ὑπὲρ ὧν μάχεσθε.

アゲシラオスの命令により、戦利品競売人たちが捕虜の衣服を剥ぎ取って売りに出した際、衣服の買い手は多かったが、日陰育ちのために完全に白く柔弱な彼らの肉体が裸にされると、役に立たず無価値であると嘲笑された。立ち会ったアゲシラオスは、「この者たちが」と言った、「諸君の戦う相手であり、これらが諸君がそのために戦う対象なのだ。」

構文注4 件
  1. 9.1ὡς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνίδας ἀφήσοντος αὐτονόμους βασιλέως

    ὡς に分詞属格(ἀφήσοντος)と名詞属格(βασιλέως)が伴う属格絶対構文。主語は βασιλέως、述語分詞は ἀφήσοντος で、未来分詞に ὡς が付くことで「大王が自治を認めて引き渡すであろうという名目・口実で」という主観的理由または名目上の合意内容を表す。

  2. 9.2καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν ... αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγουμένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς Ἕλληνας

    δεινὸν ἡγεῖτο の目的語として対比関係をなす2つの対格不定詞句(τοὺς μὲν ... ἥκειν と μηδὲν ἔργον ... φανῆναι)が従っている。後半の句では αὐτοῦ ... ἄρχοντος(彼が統治しているのに)が譲歩的ニュアンスを持つ属格絶対であり、それに続く ἡγουμένων γῆς καὶ θαλάσσης は Λακεδαιμονίων を修飾する分詞である。

  3. 9.4καὶ γὰρ τὸν Ἀγαμέμνονα ποιῆσαι καλῶς

    対格不定詞構文(τὸν Ἀγαμέμνονα ποιῆσαι)が理由を表す καὶ γάρ 節で用いられている。直前の文脈で語られた兵役免除・代替措置の正当性を裏付けるため、「人々が言うには」または「アゲシラオスが考えたことには」という間接話法の不定詞として機能している(『イーリアス』第23巻295行以下のエケポロスの故事を念頭に置いたもの)。

  4. 9.5τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας γυμνουμένων κατεγέλων

    動詞 κατεγέλων(嘲笑した)が属格目的語 τῶν σωμάτων(肉体を)を支配している構文。分詞 γυμνουμένων は τῶν σωμάτων に一致し、λευκῶν καὶ ἁπαλῶν はその述語的修飾語(「肉体が……として裸にされると」)。前述の τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί(衣服には買い手が多かった)との対比をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:9.1-9.5