- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:40.1-40.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
エジプトの安全を確立したアゲシラオスは、本国の戦費を得て帰国の途につくが、冬の航海の途上、リビュアの地で84年の生涯を閉じる。遺体は蜜蝋で保存されてスパルタに運ばれ、王位は息子のアルキダモスへと継承された。
ἐκ δὲ τούτου καλῶς μὲν εἶχε τὰ πράγματα καὶ βεβαίως τῷ Αἰγυπτίῳ πρὸς ἀσφάλειαν ἀγαπῶν δὲ καὶ φιλοφρονούμενος ἐδεῖτο μεῖναι καὶ συνδιαχειμάσαι μετʼ αὐτοῦ τὸν Ἀγησίλαον. ὁ δὲ ὥρμητο πρὸς τὸν οἴκοι πόλεμον, εἰδὼς χρημάτων δεομένην τὴν πόλιν καὶ ξενοτροφοῦσαν. προὔπεμψεν οὖν αὐτὸν ἐντίμως καὶ μεγαλοπρεπῶς, ἄλλας τε λαβόντα τιμὰς καὶ δωρεὰς καὶ πρὸς τὸν πόλεμον ἀργυρίου διακόσια καὶ τριάκοντα τάλαντα.
これによりエジプト人(ネクタナビズ)にとっては事態が好転し、その安全は確固たるものとなった。彼はアゲシラオスを慕い、温かい好意を寄せて、留まって共に冬を過ごしてほしいと請い求めた。しかしアゲシラオスは本国の戦争へと急ぎ向かおうとしていた。祖国が戦費を必要とし、傭兵を養っていることを知っていたからである。そこでネクタナビズは、彼に数々の栄誉や贈り物を授けただけでなく、戦争のために二百三十タラントの銀貨を贈り、敬意を尽くして盛大に見送った。
χειμῶνος δὲ ὄντος ἤδη τῆς γῆς ἐχόμενος1 ταῖς ναυσὶ καὶ παρὰ τὴν Λιβύην εἰς χωρίον ἔρημον κομισθείς, ὃ καλοῦσι Μενελάου λιμένα, θνήσκει, βιώσας μὲν ὀγδοήκοντα καὶ τέσσαρα ἔτη, βασιλεύσας δὲ τῆς Σπάρτης ἑνὶ τῶν τεσσαράκοντα πλέον,2 καὶ τούτων ὑπὲρ τριάκοντα πάντων μέγιστος καὶ δυνατώτατος γενόμενος καὶ σχεδὸν ὅλης τῆς Ἑλλάδος ἡγεμὼν καὶ βασιλεὺς νομισθεὶς ἄχρι τῆς ἐν Λεύκτροις μάχης.
しかし、すでに冬であったため、船で陸伝いに進み、リビュアの沿岸を通ってメネラオス港と呼ばれる人里離れた地に運ばれたところで、彼は息を引き取った。八十四年の生涯を全うし、スパルタの王位にあること四十一年、そのうち三十年以上にわたって誰よりも偉大で強力な支配者として君臨し、レウクトラの戦いに至るまでほぼ全ギリシアの盟主にして王とみなされていた。
ἔθους δὲ ὄντος Λακωνικοῦ τῶν μὲν ἄλλων ἐπὶ ξένης ἀποθανόντων αὐτοῦ τὰ σώματα κηδεύειν καὶ ἀπολείπειν, τὰ δὲ τῶν βασιλέων οἴκαδε κομίζειν,3 οἱ παρόντες Σπαρτιᾶται κηρὸν ἐπιτήξαντες τῷ νεκρῷ, μέλιτος οὐ παρόντος, ἀπῆγον εἰς Λακεδαίμονα, τὴν δὲ βασιλείαν Ἀρχίδαμος ὁ υἱὸς αὐτοῦ παρέλαβε, καὶ διέμεινε τῷ γένει μέχρις Ἄγιδος, ὃν ἐπιχειροῦντα τὴν πάτριον ἀναλαβεῖν πολιτείαν ἀπέκτεινε Λεωνίδας πέμπτον ἀπʼ Ἀγησιλάου γεγονότα.
ところで、スパルタ人の習俗では、一般の者が異郷で客死した場合にはその遺体をその地で埋葬して残していくのに対し、王の遺体は故国へと運ぶことになっていたため、その場に居合わせたスパルタ兵たちは、蜂蜜がなかったために蜜蝋を遺体に溶かして覆い、ラケダイモンへと連れ帰った。王位はその子アルキダモスが継承し、アギスに至るまでその一族にとどまったが、このアギスは父祖の国制を復興しようと試みていたところをレオニダスによって殺害された人物であり、アゲシラオスから数えて五代目の子孫であった。
- 40.2τῆς γῆς ἐχόμενος
動詞 ἔχω の中動相+属格名詞(τῆς γῆς)は、「〜にしがみつく、〜に密着する」を意味し、航海文脈では「陸伝いに進む」「沿岸を離れずに航行する」を表す慣用表現である。冬の悪天候を避けるため外洋に出ず沿岸部を航行したことを示す。
- 40.2ἑνὶ τῶν τεσσαράκοντα πλέον
比較級 πλέον(より多く)に伴う「差額の与格」ἑνί(1だけ)と、比較の属格 τῶν τεσσαράκοντα(40よりも)から成る表現。「40よりも1だけ多く」、すなわち「41年間」を指す。在位期間を厳密に「41年間」と表している。
- 40.3ἔθους δὲ ὄντος Λακωνικοῦ τῶν μὲν ἄλλων ἐπὶ ξένης ἀποθανόντων αὐτοῦ τὰ σώματα κηδεύειν καὶ ἀπολείπειν, τὰ δὲ τῶν βασιλέων οἴκαδε κομίζειν
独立属格構文 ἔθους ὄντος(慣習であったため)が、従属する不定詞句 κηδεύειν καὶ ἀπολείπειν(埋葬して残すこと)および κομίζειν(連れ帰ること)を実質的な内容として統括している。前者の対格目的語は τῶν μὲν ἄλλων ἀποθανόντων(異郷で客死した他の者たちの)の修飾を受ける τὰ σώματα であり、後者は τὰ [σώματα] τῶν βασιλέων(王たちの遺体を)を目的語とする μέν...δέ の対比構造である。
