← プルタルコス

アゲシラオス伝

§3.1-3.5

アゲシラオスの王位継承争いと神託の解釈

アギス王の死後、王妃とアルキビアデスの私通疑惑のあるレオテュキデスに対し、リュサンドロスはアゲシラオスを擁立し、「足萎えの王権」を警告する神託をめぐって王位継承の正統性が争われる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1

βασιλεύοντος δὲ Ἄγιδος ἧκεν Ἀλκιβιάδης ἐκ Σικελίας φυγὰς εἰς Λακεδαίμονα· καὶ χρόνον οὔπω πολὺν ἐν τῇ πόλει διάγων, αἰτίαν ἔσχε τῇ γυναικὶ τοῦ βασιλέως, Τιμαίᾳ, συνεῖναι.1 καὶ τὸ γεννηθὲν ἐξ αὐτῆς παιδάριον οὐκ ἔφη γινώσκειν ὁ Ἆγις, ἀλλʼ ἐξ Ἀλκιβιάδου γεγονέναι. τοῦτο δὲ οὐ πάνυ δυσκόλως τὴν Τιμαίαν ἐνεγκεῖν φησι Δοῦρις, ἀλλὰ καὶ ψιθυρίζουσαν οἴκοι πρὸς τὰς εἱλωτίδας Ἀλκιβιάδην τὸ παιδίον, οὐ Λεωτυχίδην, καλεῖν·

アギスが王であった頃、アルキビアデスがシケリアから亡命者としてラケダイモンへとやって来た。そして都市に滞在してまだ間もない頃、王の妻ティマイアと密通したという嫌疑をかけられた。そして彼女から生まれた男児について、アギスは自分の子と認めることを拒み、アルキビアデスから生まれたのだと言った。これについてドゥーリスは、ティマイアはさほど辛がることもなく、むしろ家庭内でヘイロテスの女中たちに対して、その小児をレオテュキデスではなくアルキビアデスと囁きながら呼んでいたと述べている。

§3.2

καὶ μέντοι καὶ τὸν Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν τῇ Τιμαίᾳ φάναι πλησιάζειν,2 ἀλλὰ φιλοτιμούμενον βασιλεύεσθαι Σπαρτιάτας ὑπὸ τῶν ἐξ ἑαυτοῦ γεγονότων. διὰ ταῦτα μὲν τῆς Λακεδαίμονος Ἀλκιβιάδης ὑπεξῆλθε, φοβηθεὶς τὸν Ἆγιν ὁ δὲ παῖς τὸν μὲν ἄλλον χρόνον ὕποπτος ἦν τῷ Ἄγιδι, καὶ γνησίου τιμὴν οὐκ εἶχε παρʼ αὐτῷ, νοσοῦντι δὲ προσπεσὼν καὶ δακρύων ἔπεισεν υἱὸν ἀποφῆναι πολλῶν ἐναντίον.

さらに、アルキビアデス自身もティマイアに近づいたのは侮辱のためではなく、自分の血を引く者たちによってスパルタ人たちが統治されることを望んだからだと語ったという。このことのためにアルキビアデスは、アギスを恐れて密かにラケダイモンから脱出した。そしてその子は、それ以外の期間はずっとアギスから疑われており、彼のもとで嫡子としての名誉を受けていなかったが、アギスが病に伏した際に足もとに身を投げて涙を流し、多くの人々の前で息子と公言するよう説得した。

§3.3

οὐ μὴν ἀλλὰ τελευτήσαντος τοῦ Ἄγιδος ὁ Λύσανδρος, ἤδη κατανεναυμαχηκὼς Ἀθηναίους καὶ μέγιστον ἐν Σπάρτῃ δυνάμενος, τὸν Ἀγησίλαον ἐπὶ τὴν βασιλείαν προῆγεν, ὡς οὐ προσήκουσαν ὄντι νόθῳ τῷ Λεωτυχίδῃ. πολλοὶ δὲ καὶ τῶν ἄλλων πολιτῶν, διὰ τὴν ἀρετὴν τοῦ Ἀγησιλάου καὶ τὸ συντετράφθαι καὶ μετεσχηκέναι τῆς ἀγωγῆς, ἐφιλοτιμοῦντο καὶ συνέπραττον αὐτῷ προθύμως. ἦν δὲ Διοπείθης ἀνὴρ χρησμολόγος ἐν Σπάρτῃ, μαντειῶν τε παλαιῶν ὑπόπλεως καὶ δοκῶν περὶ τὰ θεῖα σοφὸς εἶναι καὶ περιττός.

しかしながら、アギスが世を去ると、すでにアテナイ人を海戦で打ち破りスパルタで絶大な権力を握っていたリュサンドロスは、レオテュキデスは私生児であって王位にふさわしくないとして、アゲシラオスを王位へと押し立てた。他の多くの市民たちもまた、アゲシラオスの徳と、共に養育され厳しい規律(アゴーゲー)を共にしたことのゆえに、熱意を抱いて自発的に彼を支援した。ところで、スパルタには予言者ディオペイテスという男がいたが、彼は古代の神託に精通し、神事に関して博識で抜きん出ていると見なされていた。

§3.4

οὗτος οὐκ ἔφη θεμιτὸν εἶναι χωλὸν γενέσθαι τῆς Λακεδαίμονος βασιλέα, καὶ χρησμὸν ἐν τῇ δίκῃ τοιοῦτον ἀνεγίνωσκε· "φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία3 δηρὸν γὰρ νοῦσοί σε κατασχήσουσιν ἄελπτοι φθισιβρότου τʼ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο."

この男は、足の不自由な者がラケダイモンの王となることは法にかなわぬと言い、裁定の場において次のような神託を読み上げた。 「さあスパルタよ、大いに誇り高き身であろうとも心せよ、 健全な足のそなたから、足萎えの王権が生じぬように。 長きにわたり予期せぬ疫病がそなたを襲い、 人を滅ぼす戦の波が押し寄せるであろうから。」

§3.5

πρὸς ταῦτα Λύσανδρος ἔλεγεν ὡς, εἰ πάνυ φοβοῖντο τὸν χρησμὸν οἱ Σπαρτιᾶται, φυλακτέον αὐτοῖς εἴη τὸν Λεωτυχίδην οὐ γὰρ εἰ προσπταίσας τις τὸν πόδα βασιλεύοι, τῷ θεῷ διαφέρειν, ἀλλʼ εἰ μὴ γνήσιος ὢν μηδὲ Ἡρακλείδης, τοῦτο τὴν χωλὴν εἶναι βασιλείαν.4 ὁ δὲ Ἀγησίλαος ἔφη καὶ τὸν Ποσειδῶ καταμαρτυρεῖν τοῦ Λεωτυχίδου τὴν νοθείαν, ἐκβαλόντα σεισμῷ τοῦ θαλάμου τὸν Ἆγιν ἀπʼ ἐκείνου δὲ πλέον ἢ δέκα μηνῶν διελθόντων γενέσθαι τὸν Λεωτυχίδην.

これに対してリュサンドロスは、もしスパルタ人たちがその神託をひどく恐れるのであれば、彼らが警戒すべきはレオテュキデスであると論じた。というのも、誰かが足をつまずかせて(足が不自由になって)王となったとしても神にとって問題なのではなく、嫡子でもなくヘラクレスの末裔でもない者が王となることこそが「足萎えの王権」であるからだ、と。さらにアゲシラオスも、ポセイドン神が地震によってアギスを寝室から追い出し、その時から十ヶ月以上が経過した後にレオテュキデスが生まれたのだから、ポセイドン神自身もレオテュキデスが私生児であることの証言をしていると主張した。

構文注4 件
  1. 3.1αἰτίαν ἔσχε τῇ γυναικὶ τὸν βασιλέως, Τιμαίᾳ, συνεῖναι

    αἰτίαν ἔχω(嫌疑・告発を受ける)に不定詞 συνεῖναι が同格的・説明的に後続する構文。与格 τῇ γυναικί は動詞 σύνειμι(共にある、交わる・情を通じる)が要求する与格補語。

  2. 3.2καὶ μέντοι καὶ τὸν Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν τῇ Τιμαίᾳ φάναι πλησιάζειν

    直前の φησι Δοῦρις(ドゥーリスは言う)に支配された重層的な間接話法構文。対格と不定詞 τὸν Ἀλκιβιάδην ... φάναι がドゥーリスの叙述内容を表し、さらに φάναι が従属不定詞 πλησιάζειν(主語は再帰代名詞省略)を支配している。

  3. 3.4μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία

    詩行の命令法 φράζεο(注意せよ、心せよ)に導かれる警告・懸念の μὴ 節。σέθεν は二人称代名詞 σὺ の詩的属格(= σοῦ)であり、形容詞 ἀρτίποδος と呼応して分離の属格または起源の属格(「健全な足を持つそなたから」)として βλάστῃ(生じる)に係る。

  4. 3.5ἀλλʼ εἰ μὴ γνήσιος ὢν μηδὲ Ἡρακλείδης, τοῦτο τὴν χωλὴν εἶναι βασιλείαν

    間接話法における条件文の帰結節が対格不定詞構文(τοῦτο ... εἶναι)となったもの。τοῦτο が主語対格、τὴν χωλὴν βασιλείαν が述語対格。「もし嫡子でもなくヘラクレス裔でもない者が王となるならば、これこそが足萎えの王権である」という構造。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:3.1-3.5