← プルタルコス

アゲシラオス伝

§21.1-21.5

コリントス長壁の攻略と自惚れた者たちへの皮肉

アゲシラオスは弟テレウティアスとともにコリントスの長壁を落とし、イストミア祭をめぐりアルゴス勢の臆病を露呈させた。一方、俳優カッリッピデスや自称「ゼウス」の医師メネクラテスら、名声に奢る者たちに対しては簡潔な皮肉をもって退けた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21.1

μέγιστον οὖν δυνάμενος ἐν τῇ πόλει διαπράττεται Τελευτίαν τὸν ὁμομήτριον ἀδελφὸν ἐπὶ τοῦ ναυτικοῦ γενέσθαι, καί στρατευσάμενος εἰς Κόρινθον αὐτὸς μὲν ᾕρει κατὰ γῆν τὰ μακρὰ τείχη, ταῖς δὲ ναυσὶν ὁ Τελευτίας1 Ἀργείων δὲ τὴν Κόρινθον ἐχόντων τότε καί τὰ Ἴσθμια συντελούντων, ἐπιφανεὶς ἐκείνους μὲν ἐξήλασεν ἄρτι τῷ θεῷ τεθυκότας, τὴν παρασκευὴν ἅπασαν ἀπολιπόντας·

こうして国政において絶大な力を握った彼は、同母弟のテレウティアスを海軍司令官の任に就かせ、自らはコリントスへと進軍して陸路から長壁を攻略し、テレウティアスは艦隊をもって攻略した。そのころアルゴス勢がコリントスを領有し、イストミア祭を挙行していたが、彼は不意に現れて、神への犠牲を捧げ終えたばかりの彼らを、準備していた備品をことごとく遺棄させて追い払った。

§21.2

ἐπεὶ δὲ τῶν Κορινθίων ὅσοι φυγάδες ἔτυχον παρόντες ἐδεήθησαν αὐτοῦ τὸν ἀγῶνα διαθεῖναι, τοῦτο μὲν Οὐκ ἐποίησεν, αὐτῶν δὲ ἐκείνων διατιθέντων καί συντελούντων παρέμεινε καί παρέσχεν ἀσφάλειαν. ὕστερον δὲ ἀπελθόντος αὐτοῦ πάλιν ὑπʼ Ἀργείων ἤχθη τὰ Ἴσθμια, καί τινες μὲν ἐνίκησαν πάλιν, εἰσὶ δὲ οἳ νενικηκότες πρότερον, ἡττημένοι δὲ ὕστερον, ἀνεγράφησαν.2

そして、コリントスの亡命者たちで居合わせた者たちが、祭典を執り行ってくれるよう彼に懇願した際、自らはそれを行わなかったものの、彼ら自身が祭典を主催し挙行するあいだ現地に留まり、身の安全を保障した。その後、彼が立ち去ると、再びアルゴス勢によってイストミア祭が挙行され、ある者たちは再び勝利した一方で、以前には勝者となりながら、後には敗者として記録された者たちもいた。

§21.3

ἐπὶ τούτῳ δὲ πολλὴν ἀπέφηνε δειλίαν κατηγορεῖν ἑαυτῶν τοὺς Ἀργείους3 ὁ Ἀγησίλαος, εἰ σεμνὸν οὕτω καί μέγα τὴν ἀγωνοθεσίαν ἡγούμενοι μάχεσθαι περὶ αὐτῆς Οὐκ ἐτόλμησαν. αὐτὸς δὲ πρὸς ταῦτα πάντα μετρίως ᾤετο δεῖν ἔχειν, καί τοὺς μὲν οἴκοι χοροὺς καί ἀγῶνας ἐπεκόσμει καί συμπαρῆν ἀεὶ φιλοτιμίας καί σπουδῆς μεστὸς ὢν καί οὔτε παίδων οὔτε παρθένων ἁμίλλης ἀπολειπόμενος, ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν.

これに対しアゲシラオスは、もし彼らが祭典の主管をそれほど尊く重大なことと考えているのなら、それをめぐって戦う勇気も出さなかった以上、アルゴス勢は自ら大いなる臆病を告白したようなものだと宣言した。彼自身はこれらのことすべてに対し控えめな態度を保つべきだと考えており、本国での合唱隊や競技会を美しく飾り立て、常に自ら名誉心と熱意に満ちて列席し、少年や乙女たちの競演に欠かさず立ち会ったが、他方で他の人々が感嘆するようなことについては知りもしないかのように振る舞った。

§21.4

καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καί δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καί προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφροσύνης, τέλος δὲ εἶπεν· οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ; κἀκεῖνος ἀποβλέψας πρὸς αὐτὸν εἶπεν, ἀλλὰ οὐ σύγε ἐσσὶ Καλλιππίδας ὁ δεικηλίκτας; οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι.

そしてあるとき、ギリシア人たちの間で名声と評判を博し、万人から重宝されていた悲劇俳優のカッリッピデスが、まず彼に出会って挨拶をし、次いで同行者たちの群れの中へと大股で傲然と割り込んで自らを誇示し、王の方から何らかの親愛の情を示してくるだろうと思い込んでいたが、ついにこう言った。 「私がお分かりになりませんか、王よ。」 すると彼は、相手に目を向けて言った。 「だが、お前はデイケリクタスのカッリッピダスではないのか。」 ラケダイモン人は物真似師をこのように呼ぶのである。

§21.5

παρακαλούμενος δὲ πάλιν ἀκοῦσαι τοῦ τὴν ἀηδόνα μιμουμένου, παρῃτήσατο φήσας, αὐτᾶς ἄκουκα. τοῦ δὲ ἰατροῦ Μενεκράτους, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ καί δὴ καί πρὸς ἐκεῖνον ἐπιστεῖλαι τολμήσαντος οὕτως· Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, ἀντέγραψε· βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.4

また、小夜啼鳥の鳴き声を真似る者の芸を聴くよう勧められた際にも、断ってこう言った。 「私は本物を聴いたことがある。」 さらに、医師のメネクラテスが、ある絶望的な治療に成功したことからゼウスと呼ばれるようになり、この呼び名を無遠慮に用いて、あまつさえ彼に対しても次のように手紙を書き送るに及んだ時、「ゼウス・メネクラテスより、アゲシラオス王へ、挨拶を送る。」 彼は返書を送った。 「アゲシラオス王より、メネクラテスへ、正気たれ。」

構文注4 件
  1. 21.1ταῖς δὲ ναυσὶν ὁ Τελευτίας

    先行する節「αὐτὸς μὲν ᾕρει κατὰ γῆν τὰ μακρὰ τείχη」との対比(μέν...δέ)に基づく省略構文。動詞 ᾕρει(未完了過去・3人称単数)と目的語 τὰ μακρὰ τείχη が省略されており、「テレウティアスは艦隊をもって(長壁を攻略した)」と補って読む。

  2. 21.2εἰσὶ δὲ οἳ νενικηκότες πρότερον, ἡττημένοι δὲ ὕστερον, ἀνεγράφησαν

    慣用句 εἰσὶν οἵ(「〜な者たちもいる」)が主語相当の名詞句として機能し、主動詞 ἀνεγράφησαν(受動態・直説法アオリスト・3人称複数)を取る構文。分詞 νενικηκότες と ἡττημένοι はこの主語に一致する主格複数。直訳すれば「以前に勝利したが後には敗北した者として記録された人々もいた」となる。

  3. 21.3πολλὴν ἀπέφηνε δειλίαν κατηγορεῖν ἑαυτῶν τοὺς Ἀργείους

    動詞 ἀπέφηνε はここでは「宣言した/明言した」の意で、対格不定詞構文(τοὺς Ἀργείους が意味上の主語、κατηγορεῖν が不定詞)を従える。κατηγορεῖν ἑαυτῶν は「自分自身を有罪とする/自ら告白する」を意味し、πολλὴν δειλίαν はその対格目的語。全体で「アゲシラオスは、アルゴス勢が自ら大いなる臆病を告白したと断じた」の意を成す。

  4. 21.5Μενεκράτει ὑγιαίνειν

    通常の手紙の挨拶 χαίρειν(「喜べ/健やかであれ」)に対して、動詞 ὑγιαίνειν(「正気である/健全である」)の不定詞を用いて返した言葉遊び。相手の精神的誇大妄想(自らをゼウスと名乗る傲慢)を皮肉って「正気を取り戻せ」と告げる命令的用法(挨拶の不定詞)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:21.1-21.5