- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:17.1-17.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アゲシラオスは監督官の命に従ってボイオティア侵攻を決断し本国からの増援を得るが、カイロネイア付近で日食と海戦敗北の報に見舞われ、兵の士気を保つために偽りの戦勝を祝う。
ἐνταῦθα Διφρίδας οἴκοθεν ἔφορος ὢν ἀπήντησεν αὐτῷ κελεύων εὐθὺς ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν. ὁ δέ, καίπερ ἀπὸ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐδὲν ᾤετο δεῖν ἀπειθεῖν τοῖς ἄρχουσιν, ἀλλὰ τοῖς τε μεθʼ ἑαυτοῦ προεῖπεν ἐγγὺς εἶναι τὴν ἡμέραν ἐφʼ ἣν ἐξ Ἀσίας ἥκουσι,1 καὶ δύο μόρας μετεπέμψατο τῶν περὶ Κόρινθον στρατευομένων·
その地で、本国から派遣された監督官であったディプリダスが彼を出迎え、直ちにボイオティアへ侵攻するよう命じた。アゲシラオスは、より大規模な準備を整えたうえで後ほどこれを行おうと考えていたものの、政務官たちに背くべきではないと考え、自分に同行する者たちに対しては、アジアから遥々やって来たその目的の日が近づいたと告げ、コリントス周辺で従軍していた部隊から二個モラを呼び寄せた。
οἱ δὲ ἐν τῇ πόλει Λακεδαιμόνιοι τιμῶντες αὐτὸν ἐκήρυξαν τῶν νέων ἀπογράφεσθαι τὸν βουλόμενον τῷ βασιλεῖ βοηθεῖν. ἀπογραψαμένων δὲ πάντων προθύμως, οἱ ἄρχοντες πεντήκοντα τοὺς ἀκμαιοτάτους καὶ ῥωμαλεωτάτους ἐκλέξαντες ἀπέστειλαν. ὁ δὲ Ἀγησίλαος εἴσω Πυλῶν παρελθὼν καὶ διοδεύσας τὴν Φωκίδα φίλην οὖσαν, ἐπεὶ τῆς Βοιωτίας πρῶτον ἐπέβη καὶ περὶ τὴν Χαιρώνειαν κατεστρατοπέδευσεν, ἅμα μὲν τὸν ἥλιον ἐκλείποντα καὶ γινόμενον μηνοειδῆ κατεῖδεν, ἅμα δὲ ἤκουσε τεθνάναι Πείσανδρον ἡττημένον ναυμαχίᾳ περὶ Κνίδον ὑπὸ Φαρναβάζου καὶ Κόνωνος.
都のラケダイモン人たちは彼を重んじ、若者のうち王を救援したいと望む者は志願するよう布告した。全員が熱意をもって志願したため、政務官たちはその中から最も壮健で剛力な五十名を選抜して送り出した。アゲシラオスはピュライの内側へと進み、友好関係にあったポキスを通過して、ボイオティアに初めて足を踏み入れカイロネイア付近に野営したとき、一方では太陽が欠けて三日月状になるのを目撃し、他方ではペイサンドロスがクニドス沖の海戦でファルナバゾスとコノンに敗れて戦死したという知らせを受けた。
ἠχθέσθη μὲν οὖν, ὡς εἰκός, ἐπὶ τούτοις καὶ διὰ τὸν ἄνδρα καὶ διὰ τὴν πόλιν, ὅπως δὲ μὴ τοῖς στρατιώταις ἐπὶ μάχην βαδίζουσιν ἀθυμία καὶ φόβος ἐμπέσῃ, τἀναντία λέγειν ἐκέλευσε τοὺς ἀπὸ θαλάττης ἥκοντας, ὅτι νικῶσι τῇ ναυμαχίᾳ·2 καὶ προελθὼν αὐτὸς ἐστεφανωμένος ἔθυσεν εὐαγγέλια3 καὶ διέπεμπε μερίδας τοῖς φίλοις ἀπὸ τῶν τεθυμένων.
当然のことながら彼はこの報せに、その人物ゆえにも、またポリスゆえにも悲嘆に暮れたが、戦闘へと向かう兵士たちに落胆と恐怖が襲いかからぬよう、海からやって来た使者たちに、海戦で勝利したという正反対のことを言うよう命じた。そして自ら冠を戴いて進み出て、吉報の感謝祭の犠牲を捧げ、犠牲獣の分け前を友人たちに配り送った。
- 17.1ἐφʼ ἣν ἐξ Ἀσίας ἥκουσι
前置詞 ἐπί と対格(ἣν)の結合は、先行詞 τὴν ἡμέραν を受けて「その日をめざして/その日を目的として」という目標・目的を表す。単に時間的な到着点(「その日に向かって」)を示すだけでなく、「この決戦の日を迎えるためにアジアから遠征してきた」という目的意識を含意している。
- 17.3τἀναντία λέγειν ἐκέλευσε τοὺς ἀπὸ θαλάττης ἥκοντας, ὅτι νικῶσι τῇ ναυμαχίᾳ
τἀναντία(正反対のこと)の内容を ὅτι 節が同格的に具体化している。従属節の動詞 νικῶσι は現在時制であるが、直接話法で語られた発話内容の時制(「我々は海戦で勝っている」)が間接話法においてもそのまま保持されている。
- 17.3ἔθυσεν εὐαγγέλια
εὐαγγέλια は中性複数対格名詞で、動詞 ἔθυσεν の目的語として「吉報に対する感謝の犠牲(祭礼)を執り行う」を意味する同族目的語的慣用表現である。犠牲獣そのものではなく、祭礼や儀式そのものを目的語に取る。
