- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:5.1-5.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ウィビウスは潜伏中のクラッススに豊かな食事だけでなく二人の美しい召使いを遣わし、正体を知ったクラッススは彼女らを迎え入れて隠れ家で共に過ごした。
ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθʼ ἡμέραν ἐφοίτα κομίζων ὁ ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐδὲ γινώσκων, ὑπʼ ἐκείνων δὲ καθορώμενος εἰδότων καί παραφυλαττόντων τὸν καιρόν. ἦν δʼ ἄφθονα καί πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον.
クラッススがそこで暮らしている間、あの男が毎日生活必需品を運んで訪れた。彼自身は彼らを見もしなければ誰であるかも知らなかったが、時機を心得て待ち構えていた彼らからは見張られていた。また、食事の品々は豊富で、単なる必要だけでなく楽しむことにも配慮して整えられていた。
ἐγνώκει γὰρ ὁ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, ᾧ γε καί τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καί ταῖς καθʼ ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγκαίως μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι,1 δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τήν θάλασσαν, ὡς δʼ ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τήν ἄνοδον ἐκέλευεν εἴσω πορεύεσθαι καί θαρρεῖν.
というのも、ウィビウスはクラッススを手厚いもてなしの心で世話しようと決めていたからであり、彼には若さというものに思いを致すことが頭に浮かんだのである。クラッススがまったくの若者である以上、その年齢相応の快楽にも多少は便宜を図るべきであって、単なる必要を満たすだけでは熱意からというよりは義務的な奉仕にとどまってしまうからである。そこで、容姿端麗な二人の女中を連れて海へと歩いて行き、その場所に着くと、上り口を指し示して中へ入って怖がらないようにと命じた。
οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας ἔδεισαν μὴ καταφανὲς καὶ γνώριμον εἴη τὸ χωρίον ἀνέκρινον οὖν αὐτάς τί βούλονται καί τίνες εἰσίν. ὡς δʼ ἀπεκρίναντο δεδιδαγμέναι δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν ὁ Κράσσος τοῦ Οὐιβίου τήν πρὸς αὐτὸν παιδιὰν καί φιλοφροσύνην ἀνέλαβε τὰς παιδίσκας·
クラッススの一行は彼女たちが近づいてくるのを見て、その場所が露見して知られてしまったのではないかと恐れた。そこで彼女たちに、何をしに来たのか、誰なのかと尋ねた。彼女たちが教え込まれていた通り、ここに隠れている主人を捜しているのだと答えると、クラッススはウィビウスの自分に対する戯れともてなしの心とを察し、その娘たちを迎え入れた。
καί συνῆσαν αὐτῷ τὸν λοιπὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καί διαγγέλλουσαι πρὸς τὸν Οὐίβιον. τούτων φησὶ τήν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν ὁ Φαινεστέλλας ἰδεῖν αὐτός, καί πολλάκις ἀκοῦσαι μεμνημένης ταῦτα καί διεξιούσης προθύμως.2
そして彼女たちは残りの期間をクラッススと共に過ごし、彼が必要とするものをウィビウスへと告げ知らせた。フェネステッラは、この二人のうちの一人がすでに老女となっていた頃に自ら目撃し、彼女がこれらの出来事を思い起こして喜々として詳しく語るのを何度も聞いたと述べている。
- 5.2ἐπεὶ τήν γε χρείαν ἀναγκαίως μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι
接続詞 ἐπεί に導かれる従属節の中に不定詞 εἶναι が用いられている。これは間接話法(直前の ὡς ... εἴη などに見られるウィビウスの思考・推論)の影響が接続詞節にまで及んだ構文(従属節における不定詞)であり、「〜であるから(と考えた)」というウィビウスの内的判断の内容を表す。
- 5.4ἀκούσαι μεμνημένης ταῦτα καί διεξιούσης προθύμως
不定詞 ἀκοῦσαι は対格 τὴν ἑτέραν を目的語にとる先行の不定詞 ἰδεῖν と並列され、その目的語として属格分詞 μεμνημένης ... διεξιούσης が置かれている。知覚動詞が「人が〜しているのを聞く」という意味をとる際の標準的な属格分詞構文である。
