← プルタルコス

クラッスス伝

§32.1-32.5

スレナスの偽凱旋式とセレウケイアでの嘲弄

スレナスはクラッススの首を王に送る一方、影武者を用いた偽の凱旋式をセレウケイアで行ってクラッススを嘲弄し、ローマ兵の荷物から出た好色本を理由に元老院でローマ人を侮辱したが、現地のセレウケイア人からはスレナス自身の軍勢の放埒さと偽善をアイソポスの寓話に擬えて皮肉られた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§32.1

ὁ δὲ Σουρήνας τὴν κεφαλὴν τοῦ Κράσσου καὶ τὴν χεῖρα πρὸς Ὑρώδην ἔπεμψεν εἰς Ἀρμενίαν, αὐτὸς δὲ διαδοὺς λόγον ὑπʼ ἀγγέλων εἰς Σελεύκειαν ὡς ζῶντα Κράσσον ἄγοι, παρεσκευάζετο πομπήν τινα γελοίαν ὕβρει προσαγορεύων θρίαμβον.

スレナスはクラッススの首と手をアルメニアにいるヒュロデスのもとへ送り、自身はクラッススを生かして連行しているという噂を使者たちによってセレウケイアに広めさせ、侮辱を込めて凱旋式と称する滑稽な行列を用意した。

§32.2

ὁ μὲν γὰρ ἐμφερέστατος Κράσσῳ τῶν αἰχμαλώτων Γάιος Πακκιανός, ἐσθῆτα βασιλικὴν γυναικὸς ἐνδὺς καὶ διδαχθεὶς Κράσσος ὑπακούειν καὶ αὐτοκράτωρ τοῖς καλοῦσιν,1 ἐφʼ ἵππου καθήμενος ἤγετο· πρὸ αὐτοῦ δὲ σαλπιγκταὶ καὶ ῥαβδοῦχοί τινες ὀχούμενοι καμήλοις ἤλαυνον· ἐξήρτητο δὲ τῶν ῥάβδων βαλάντια καὶ παρὰ τοὺς πελέκεις πρόσφατοι κεφαλαὶ Ῥωμαίων ἀποτετμημέναι.

捕虜たちの中でクラッススに最もよく似ていたガイウス・パッキアヌスは、女物の王族の衣装を着せられ、呼びかける者たちに対して「クラッスス」「最高司令官」と答えるよう仕込まれて、馬上に座らされて引かれていった。その前を喇叭手たちや、駱駝に乗った警士たちが進んだ。その警士の杖には財布が吊るされ、斧の脇には切り落とされたばかりのローマ兵たちの首が掛けられていた。

§32.3

κατόπιν δʼ εἵποντο Σελευκίδες ἑταῖραι μουσουργοί, πολλὰ βωμολόχα καὶ γελοῖα διʼ ᾀσμάτων εἰς θηλύτητα καὶ ἀνανδρίαν τοῦ Κράσσου λέγουσαι. ταῦτά μὲν οὖν πάντες ἐθεῶντο. τὴν δὲ γερουσίαν τῶν Σελευκέων ἀθροίσας εἰσήνεγκεν ἀκόλαστα βιβλία τῶν Ἀριστείδου Μιλησιακῶν, οὔτι ταῦτά γε καταψευσάμενος· εὑρέθη γὰρ ἐν τοῖς Ῥωσκίου σκευοφόροις, καὶ παρέσχε τῷ Σουρήνᾳ καθυβρίσαι πολλὰ καὶ κατασκῶψαι τοὺς Ῥωμαίους, εἰ μηδὲ πολεμοῦντες ἀπέχεσθαι πραγμάτων καὶ γραμμάτων δύνανται τοιούτων.2

その後ろにはセレウケイアの歌妓たちが続き、クラッススの女々しさと腰抜けぶりを嘲弄する多くの下品で滑稽な文句を歌に乗せて口にしていた。人々は皆この光景を眺めていた。スレナスはセレウケイアの元老院を招集し、アリスティデスの『ミレトス奇譚』という破廉恥な書物を持ち込んだ。これは決してでっち上げではなく、ロスキウスの荷物の中から見つかったものであり、戦争中であってもこのような行為や書物から離れられないのかと、ローマ人をひどく侮辱し嘲笑する口実をスレナスに与えた。

§32.4

τοῖς μέντοι Σελευκεῦσιν ἐδόκει σοφὸς ἀνὴρ Αἴσωπος εἶναι, τὸν Σουρήναν ὁρῶσι τὴν τῶν Μιλησιακῶν ἀκολαστημάτων πήραν ἐξηρτημένον πρόσθεν, ὄπισθεν δὲ Παρθικὴν Σύβαριν ἐφελκόμενον ἐν τοσαύταις παλλακίδων ἁμάξαις, τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ θηρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην, κατʼ οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείας καὶ κρόταλα καὶ ψαλμοὺς καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν.3 ψεκτὸς μὲν γὰρ ὁ Ῥώσκιος, ἀναιδεῖς δὲ Πάρθοι τὰ Μιλησιακὰ ψέγοντες, ὧν πολλοὶ βεβασιλεύκασιν ἐκ Μιλησίων καὶ Ἰωνίδων ἑταιρῶν γεγονότες Ἀρσακίδαι.

しかし、セレウケイアの人々にはアイソポスこそ賢者であったと思われた。というのも、スレナスが前にはミレトスの破廉恥な行いを詰めた袋をぶら下げながら、後ろには数多くの側室たちの馬車の中にパルティア版シュバリスを引き連れているのを見たからである。それは、いわゆるマムシやスキュタレー蛇とはある意味で逆の姿をなし、目に見える前方の部分は槍や弓、騎兵によって恐るべき野獣のような様相を前面に押し出しているものの、隊列の最後尾においては、女たちを伴った踊りやカスタネット、竪琴の調べ、そして破廉恥な徹夜の酒宴となって終わっていたからである。なぜなら、ロスキウスは非難されるべきではあるが、『ミレトス奇譚』を非難するパルティア人も恥知らずであり、彼らのアルサケス王家の多くはミレトスやイオニアの遊女から生まれて王として君臨してきたからである。

構文注3 件
  1. 32.2διδαχθεὶς Κράσσος ὑπακούειν καὶ αὐτοκράτωρ τοῖς καλοῦσιν

    「呼ぶ者たちに対して『クラッスス』や『最高司令官』として返答するように仕込まれて」の意。受動態分詞 διδαχθείς の意味上の主語(Γάιος Πακκιανός)に合わせて、主格 Κράσσος と αὐτοκράτωρ が補語として置かれ、ὑπακούειν(呼びかけに応じる)にかかる述語主格を形成している。τοῖς καλοῦσιν は ὑπακούειν が支配する与格(「呼びかける者たちに応える」)。

  2. 32.3εἰ μηδὲ πολεμοῦντες ἀπέχεσθαι πραγμάτων καὶ γραμμάτων δύνανται τοιούτων

    εἰ 節は感情や非難を表す動詞(ここでは καθυβρίσαι や κατασκῶψαι)に導かれ、「〜であるとは」「〜であることについて」と嘲笑・非難の根拠・内容を示す用法(θαυμάζω εἰ... などと同類)。πολεμοῦντες は譲歩の付帯状況分詞(「戦争を行っている時でさえ」)。

  3. 32.4τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ θηρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην, κατʼ οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείας καὶ κρόταλα καὶ ψαλμοὺς καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν

    構文の骨格は、対格女性名詞 Παρθικὴν Σύβαριν(直前の句)を、二つの現在分詞 προβαλλομένην(前方に突き出している)と τελευτῶσαν(終わっている)が挟み込み修飾している点にある。ἀντιμόρφως は与格 ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις を取り、「いわゆるマムシやスキュタレー蛇とは逆の形態で」を意味する(危険な蛇類は頭部が致命的で尾が無害であるか、あるいは逆に尾部に毒針をもつという伝承に対し、この軍勢は前頭が猛獣のようでありながら後尾が享楽に流れているという対比)。τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη は分詞 προβαλλομένην の直接目的語(対格)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:32.1-32.5