← プルタルコス

ニキアス伝

§8.1-8.3

クレオンのスファクテリア島勝利とニキアスの不名誉

クレオンがデモステネスとともにスファクテリア島のスパルタ兵を降伏させて捕虜として連行し、指揮権を譲ったニキアスは大きな不名誉を被る。さらにニキアスがクレオンの台頭を許したことは、クレオンの傲慢や演説台での悪習を通じて都市に深刻な害悪をもたらす結果となった。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.1

οὐ μὴν ἀλλὰ καὶ τότε τύχῃ χρησάμενος ἀγαθῇ καὶ στρατηγήσας ἄριστα μετὰ Δημοσθένους, ἐντὸς οὗ προεῖπε χρόνου1 τῶν Σπαρτιατῶν ὅσοι μὴ κατὰ μάχην ἔπεσον τὰ ὅπλα παραδόντας ἤγαγεν αἰχμαλώτους.2 καὶ τοῦτο τῷ Νικίᾳ μεγάλην ἤνεγκεν ἀδοξίαν. οὐ γὰρ ἀσπίδος ῥῖψις, ἀλλʼ αἴσχιόν τι καὶ χεῖρον ἐδόκει τὸ δειλίᾳ τὴν στρατηγίαν ἀποβαλεῖν ἑκουσίως, καὶ προέσθαι τῷ ἐχθρῷ τηλικούτου κατορθώματος ἀφορμάς, αὑτὸν ἀποχειροτονήσαντα τῆς ἀρχῆς.

それにもかかわらず、その時にもクレオンは幸運に恵まれ、デモステネスとともに見事に軍を指揮して、自ら予告した期限内に、戦闘で斃れなかったスパルタ人たちが武器を引き渡したのを、捕虜として連行した。そしてこのことはニキアスに大きな不名誉をもたらした。なぜなら、臆病さから自発的に将軍職を投げ捨て、自ら公職を辞退して敵にこれほどの大功の好機を譲り渡したことは、単なる盾の遺棄にとどまらず、それよりも恥ずべき悪質なことと思われたからである。

§8.2

σκώπτει δʼ αὐτὸν εἰς ταῦτα πάλιν Ἀριστοφάνης ἐν μὲν Ὄρνισιν οὕτω πως λέγων· "καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν γʼ ἔτι ὥρα ʼστὶν ἡμῖν, οὐδὲ μελλονικιᾶν.3" ἐν δὲ Γεωργοῖς ταῦτα γράφων· "Α. ἐθέλω γεωργεῖν. Β. εἶτα τίς σε κωλύει; Α. ὑμεῖς· ἐπεὶ δίδωμι χιλίας δραχμάς, ἐάν με τῶν ἀρχῶν ἀφῆτε. Β. δεχόμεθα· δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου."

アリストパネスは、『鳥』の中ではおおよそ次のように述べて、このことについて再び彼を嘲笑している。 "実際ゼウスにかけて、もはや我々にとって微睡んでいる 時ではなく、ニキアス風にぐずぐずしている時でもない。" また『農夫たち』の中では次のように書いている。 "A: 農業をしたいのだ。 B: それなら誰がお前を邪魔しているのか。 A: お前たちだ。というのも千ドラクマ払おう、 もし役職から私を免除してくれるなら。 B: 受け取ろう。 ニキアスの分と合わせて二千ドラクマになるからな。" さらにまた、クレオンにこれほどの評判と権力が加わるのを許したことで、ニキアスは都市に少なからぬ損害を与えた。

§8.3

καὶ μέντοι καὶ τὴν πόλιν ἔβλαψεν οὐ μικρὰ τῷ Κλέωνι τοσοῦτον προσγενέσθαι δόξης ἐάσας καὶ δυνάμεως,4 ὑφʼ ἧς εἰς βαρὺ φρόνημα καὶ θράσος ἐμπεσὼν ἀκάθεκτον ἄλλας τε τῇ πόλει προσετρίψατο συμφοράς, ὧν οὐχ ἥκιστα καὶ αὐτὸς ἀπέλαυσε,5 καὶ τὸν ἐπὶ τοῦ βήματος κόσμον ἀνελὼν καὶ πρῶτος ἐν τῷ δημηγορεῖν ἀνακραγὼν καὶ περισπάσας τὸ ἱμάτιον καὶ τὸν μηρὸν πατάξας καὶ δρόμῳ μετὰ τοῦ λέγειν ἅμα χρησάμενος, τὴν ὀλίγον ὕστερον ἅπαντα τὰ πράγματα συγχέασαν εὐχέρειαν καὶ ὀλιγωρίαν τοῦ πρέποντος ἐνεποίησε τοῖς πολιτευομένοις.

クレオンはその権力によって高慢な自負と抑えがたい傲慢さに陥り、都市に別の災厄をもたらし、その災厄を自分自身も大いに被ることになっただけでなく、演壇の礼節を廃し、民衆への演説において大声を上げ、上着をはだけ、腿を叩き、演説しながら走り回ることを最初に行った人物として、その直後にすべての国政を混乱させた軽率さと礼節への軽視を政治家たちに植え付けたのであった。

構文注5 件
  1. 8.1ἐντὸς οὗ προεῖπε χρόνου

    先行詞 χρόνου が関係節内に取り込まれ、かつ関係代名詞 οὗ が前置詞 ἐντός の支配する属格へと同化(関係代名詞の牽引)した構文。標準的な構文である ἐντὸς τούτου τοῦ χρόνου ὃν προεῖπε(「彼が予告した期限内に」)に相当する。

  2. 8.1τῶν Σπαρτιατῶν ὅσοι μὴ κατὰ μάχην ἔπεσον τὰ ὅπλα παραδόντας ἤγαγεν αἰχμαλώτους

    主動詞 ἤγαγεν の直接の対格目的語は分詞句 τὰ ὅπλα παραδόντας(対格男性複数)であり、補語 αἰχμαλώτους が続く。その指示対象を明確化するために部分属格 τῶν Σπαρτιατῶν と関係節 ὅσοι μὴ κατὰ μάχην ἔπεσον が前置されている。関係節内の主語 ὅσοι は主格であるが、外枠の構文としては連行された捕虜全体を受ける対格分詞 παραδόντας と意味上で一致する構文的交差(意味による呼応)を成している。

  3. 8.2μελλονικιᾶν

    動詞 μέλλω(遅延する、躊躇する)と固有名詞 Νικίας(ニキアス)を合成し、傾向・模倣を表す動詞接尾辞 -ιάω を付した喜劇詩人アリストパネスによる新造語。「ニキアスのように決断を引き延ばす」「ニキアス風にぐずぐずする」の意。

  4. 8.3καὶ μέντοι καὶ τὴν πόλιν ἔβλαψεν οὐ μικρὰ τῷ Κλέωνι τοσοῦτον προσγενέσθαι δόξης ἐάσας καὶ δυνάμεως

    長大な文の主節構造。主語はニキアスで、主動詞 ἔβλαψεν(損害を与えた)に目的語 τὴν πόλιν と副詞的内面対格 οὐ μικρά が掛かり、その手段・原因として分詞句 ἐάσας(許したことで)が置かれている。ἐάσας は不定詞 προσγενέσθαι とその与格目的語 τῷ Κλέωνι、意味上の主語 τοσοῦτον δόξης καὶ δυνάμεως(部分属格)を支配する。続く ὑφʼ ἧς から文末まではクレオンを意味上の主語とする従属構文に移行する。

  5. 8.3ὧν οὐχ ἥκιστα καὶ αὐτὸς ἀπέλαυσε

    動詞 ἀπολαύω は通例「(善きものを)享受する、利益を得る」(+属格)を意味するが、ここでは先行詞 συμφοράς(災厄)を受けて反語的・皮肉(antiphrasis)に用いられており、「その災厄の報いを自分自身も大いに被った」という不利益・被害の帰結を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:8.1-8.3