- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:25.1-25.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
シラクサ勢は吉兆の神託を得て出撃し、激戦の末にアテナイ艦隊を完全に破る。敗れたアテナイ軍は海路を断たれ、死傷者を収容する余力も気力も失って絶望に沈む。
ἐπεὶ δʼ οἱ μάντεις τοῖς Συρακουσίοις ἀπήγγειλαν ἐκ τῶν ἱερῶν λαμπρότητα καὶ νίκην μὴ καταρχομένοις μάχης, ἀλλʼ ἀμυνομένοις (καὶ γὰρ τὸν Ἡρακλέα πάντων κρατεῖν ἀμυνόμενον καὶ προεπιχειρούμενον),1 ἀνήχθησαν. ἡ δὲ ναυμαχία πολὺ μεγίστη καὶ καρτερωτάτη γενομένη, καὶ μηδὲν ἐλάττονα πάθη καὶ θορύβους παρασχοῦσα τοῖς θεωμένοις ἢ τοῖς ἀγωνιζομένοις διὰ τὴν παντὸς ἐπίβλεψιν τοῦ ἔργου ποικίλας μεταβολὰς καὶ ἀπροσδοκήτους ἐν ὀλίγῳ λαμβάνοντος,2 ἔβλαπτε ταῖς αὐτῶν παρασκευαῖς οὐχ ἧττον τῶν πολεμίων τοὺς Ἀθηναίους.
しかし、占い師たちがシラクサ勢に対し、自ら戦いを仕掛けるのではなく防戦するならば、犠牲の兆候から栄光と勝利が得られるであろうと告げると(ヘラクレスもまた、先に攻撃を受け防戦するときにすべてを制したからである)、彼らは船を出撃させた。 この海戦はそれまでで遥かに最大かつ最も熾烈なものとなり、戦いの全貌が狭い空間でめまぐるしく予期せぬ変化を遂げるのを一望できたために、観戦する者たちにも戦っている者たちに劣らぬ動揺と混乱をもたらしたが、アテナイ勢にとっては敵の攻撃もさることながら、自分たち自身の装備のあり方そのものが打撃となった。
ἀθρόαις γὰρ ἐμάχοντο ταῖς ναυσὶ καὶ βαρείαις πρὸς κούφας ἀλλαχόθεν ἄλλας ἐπιφερομένας, καὶ βαλλόμενοι λίθοις ὁμοίαν ἔχουσι τὴν πληγὴν πανταχόθεν ἀντέβαλλον ἀκοντίοις καὶ τοξεύμασιν, ὧν ὁ σάλος τὴν εὐθυβολίαν διέστρεφεν, ὥστε μὴ πάντα κατʼ αἰχμὴν προσφέρεσθαι. ταῦτα δʼ Ἀρίστων ὁ Κορίνθιος κυβερνήτης ἐδίδαξε τοὺς Συρακουσίους, καὶ παρὰ τὴν μάχην αὐτὴν ἀγωνιζόμενος προθύμως ἔπεσεν ἤδη κρατούντων τῶν Συρακουσίων.
というのも、彼らは密集した重い船で、あちこちから次々と襲いかかる軽快な船と戦ったからであり、どの方向から当たっても同等の打撃力を有する石を投げつけられるのに対し、槍や矢で応戦したものの、波の揺れがそれらの直進性を狂わせ、すべてが切っ先から真っ直ぐに突き刺さるわけではなかったからである。これをシラクサ勢に教えたのはコリントスの舵手アリストンであったが、彼はこの戦い自体で勇敢に戦い、シラクサ勢がすでに勝利を収めつつある中で戦死した。
γενομένης δὲ μεγάλης τροπῆς καὶ φθορᾶς, ἡ μὲν κατὰ θάλασσαν φυγὴ τοῖς Ἀθηναίοις ἀποκέκοπτο· χαλεπὴν δὲ καὶ διὰ γῆς τὴν σωτηρίαν ὁρῶντες οὔτε ναῦς ἀφέλκοντας ἐγγύθεν ἔτι τοὺς πολεμίους ἐκώλυον οὔτε νεκρῶν ᾔτησαν ἀναίρεσιν, ἅτε δὴ τῆς ἐκείνων ἀταφίας τὴν τῶν νοσούντων καὶ τετρωμένων ἀπόλειψιν οἰκτροτέραν οὖσαν ἤδη πρὸ ὀφθαλμῶν ἔχοντες,3 αὑτοὺς δὲ κἀκείνων ἐπιπονωτέρους ἡγούμενοι, μετὰ πλειόνων κακῶν ἐπὶ ταὐτὸ πάντως ἀφιξομένους τέλος.
大いなる敗走と壊滅が生じ、アテナイ勢にとって海からの退路は絶たれた。陸路による生還も困難であると悟った彼らは、敵がすぐ目の前で船を曳航していくのをもはや阻止することも、死者の収容を求めることもしなかった。彼らの前には、死者が葬られないことよりも、病者や負傷者が置き去りにされることのほうが痛ましい光景としてすでに広がっており、自分たち自身も、さらに多くの災難を経たのちに結局は同じ結末に至るにすぎず、彼らよりもいっそう悲惨な境遇にあると考えていたからである。
- 25.1προεπιχειρούμενον
動詞 προεπιχειρέω の受動態現在分詞として解釈される。直前の ἀμυνόμενον(防戦するとき)と対をなし、「先に仕掛けられた(攻撃された)ときに」という受動の意味を表す。中動態として「自ら先制して手を下す」と解釈すると ἀμυνόμενον との論理的一貫性を欠く。
- 25.1διὰ τὴν παντὸς ἐπίβλεψιν τοῦ ἔργου ποικίλας μεταβολὰς καὶ ἀπροσδοκήτους ἐν ὀλίγῳ λαμβάνοντος
語順の離隔(hyperbaton)が見られる構造。名詞 ἐπίβλεψιν(一望すること)の目的格的属格として παντὸς τοῦ ἔργου(戦い全体の)が挟まれており、さらに τοῦ ἔργου に現在分詞 λαμβάνοντος が一致している。すなわち「狭い場所で多様かつ予期せぬ変化を被る戦いの全貌を一望できたことによって」という意味関係を成す。
- 25.3ἅτε δὴ τῆς ἐκείνων ἀταφίας τὴν τῶν νοσούντων καὶ τετρωμένων ἀπόλειψιν οἰκτροτέραν οὖσαν ἤδη πρὸ ὀφθαλμῶν ἔχοντες
比較級 οἰκτροτέραν に対し、属格 τῆς ἐκείνων ἀταφίας が比較の属格として機能している。代名詞 ἐκείνων は直前の νεκρῶν(戦死者たち)を指す。「戦死者たちが葬られないこと(τῆς ἐκείνων ἀταφίας)よりも、病者や負傷者の置き去り(τὴν ... ἀπόλειψιν)のほうが悲惨である(οἰκτροτέραν οὖσαν)と目の当たりにして」という構造。
