← プルタルコス

ニキアス伝

§23.1-23.6

出航前の月食とニキアスによる撤退の延期

アテナイ軍の出航直前に月食が起き、迷信深いニキアスらは恐慌に陥る。自然哲学の歴史や月食が逃走に有利な兆候である事実にもかかわらず、ニキアスは占星的助言の不在も手伝って撤退をさらに一月間延期させる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23.1

ὡς δʼ ἦν ἕτοιμα ταῦτα πάντα καὶ τῶν πολεμίων οὐδεὶς παρεφύλαττεν, ἅτε δὴ μὴ προσδοκώντων, ἐξέλιπεν ἡ σελήνη τῆς νυκτός, μέγα δέος τῷ Νικίᾳ καὶ τῶν ἄλλων τοῖς ὑπὸ ἀπειρίας ἢ δεισιδαιμονίας ἐκπεπληγμένοις τὰ τοιαῦτα. τοῦ μὲν γὰρ ἡλίου τὴν περὶ τὰς τριακάδας ἐπισκότησιν ἁμῶς γέ πως ἤδη συνεφρόνουν καὶ οἱ πολλοὶ γενομένην ὑπὸ τῆς σελήνης·

これらすべてが整い、敵の側では、まさに何ら予想していなかったため誰も警戒していなかったそのとき、夜間に月食が生じた。これはニキアスにとって、また経験の不足あるいは迷信のゆえにそうした現象に恐れおののいた他の者たちにとっても、多大なる恐怖となった。というのも、新月のころに起こる日食については、大衆でさえそれが月によって生じるのだとすでにどうにか理解していたからである。

§23.2

αὐτὴν δὲ τὴν σελήνην, ᾧτινι συντυγχάνουσα καὶ πῶς1 αἰφνίδιον ἐκ πανσελήνου τὸ φῶς ἀπόλλυσι καὶ χρόας ἵησι παντοδαπάς, οὐ ῥᾴδιον ἦν καταλαβεῖν, ἀλλʼ ἀλλόκοτον ἡγοῦντο καὶ πρὸ συμφορῶν τινων μεγάλων ἐκ θεοῦ γινόμενον σημεῖον. ὁ γὰρ πρῶτος σαφέστατόν τε πάντων καὶ θαρραλεώτατον περὶ σελήνης καταυγασμῶν καὶ σκιᾶς λόγον εἰς γραφὴν καταθέμενος Ἀναξαγόρας οὔτʼ αὐτὸς ἦν παλαιὸς οὔτε ὁ λόγος ἔνδοξος, ἀλλʼ ἀπόρρητος ἔτι καὶ διʼ ὀλίγων καὶ μετʼ εὐλαβείας τινὸς ἢ πίστεως βαδίζων.

しかし、月そのものが何に出会うことで、いかにして満月から突如その光を失い、さまざまな色を放つのかについては、理解することが容易ではなく、人々はそれを奇怪なもの、神に発して何らかの重大な災禍に先立って生じる前兆であると考えていた。 というのも、月の輝きと影について誰よりも明快で大胆な論考を最初に書物に書き記したアナクサゴラス自身、古くからの人間ではなかったし、その学説も名声を得ていたわけではなく、まだ秘められ、少数の者のあいだで、ある種の用心深さあるいは秘密厳守のもとで行き来しているにすぎなかったからである。

§23.3

οὐ γὰρ ἠνείχοντο τοὺς φυσικοὺς καὶ μετεωρολέσχας τότε καλουμένους, ὡς εἰς αἰτίας ἀλόγους καὶ δυνάμεις ἀπρονοήτους καὶ κατηναγκασμένα πάθη διατρίβοντας τὸ θεῖον,2 ἀλλὰ καὶ Πρωταγόρας ἔφυγε, καὶ Ἀναξαγόραν εἱρχθέντα μόλις περιεποιήσατο Περικλῆς, καὶ Σωκράτης, οὐδὲν αὐτῷ τῶν γε τοιούτων προσῆκον, ὅμως ἀπώλετο διὰ φιλοσοφίαν.

当時の人々は、神的なものを理なき原因や配慮なき力や必然の変状へと解消してしまうものとして、自然哲学者や、当時「天を語る無駄口屋」と呼ばれていた者たちを容認しなかった。それどころかプロタゴラスは逃亡し、投獄されたアナクサゴラスはペリクレスによってかろうじて救出され、ソクラテスに至っては、そうした事柄にはいささかも関わりがなかったにもかかわらず、哲学のゆえに命を落としたのである。

§23.4

ὀψὲ δʼ ἡ Πλάτωνος ἐκλάμψασα δόξα διὰ τὸν βίον τοῦ ἀνδρός, καὶ ὅτι ταῖς θείαις καὶ κυριωτέραις ἀρχαῖς ὑπέταξε τὰς φυσικὰς ἀνάγκας, ἀφεῖλε τὴν τῶν λόγων τούτων διαβολήν, καὶ τοῖς μαθήμασιν εἰς ἅπαντας ὁδὸν ἐνέδωκεν. ὁ γοῦν ἑταῖρος αὐτοῦ Δίων, καθʼ ὃν χρόνον ἔμελλεν ἄρας ἐκ Ζακύνθου πλεῖν ἐπὶ Διονύσιον, ἐκλιπούσης τῆς σελήνης, οὐδὲν διαταραχθεὶς ἀνήχθη, καὶ κατασχὼν ἐν Συρακούσαις ἐξέβαλε τὸν τύραννον.

だが後になって、プラトンの名声がその生き方によって輝きを放ち、彼が自然の必然性を神的な、より根源的な諸原理に従属させたことによって、これらの学説に対する悪評は取り去られ、学問があらゆる人々へと広まる道が開かれた。現にプラトンの同志ディオンは、ザキュントスを出港してディオニュシオスに対して船出をしようとしていたまさにそのとき月食が起こったが、少しも動じることなく出航し、シラクサに着岸して僭主を追放した。

§23.5

τῷ μέντοι Νικίᾳ συνηνέχθη τότε μηδὲ μάντιν ἔχειν ἔμπειρον· ὁ γὰρ συνήθης αὐτοῦ καὶ τὸ πολὺ τῆς δεισιδαιμονίας ἀφαιρῶν Στιλβίδης ἐτεθνήκει μικρὸν ἔμπροσθεν. ἐπεὶ τὸ σημεῖον, ὥς φησι Φιλόχορος, φεύγουσιν οὐκ ἦν πονηρόν, ἀλλὰ καὶ πάνυ χρηστόν· ἐπικρύψεως γὰρ αἱ σὺν φόβῳ πράξεις δέονται, τὸ δὲ φῶς πολέμιόν ἐστιν αὐταῖς.

しかしながら、その当時のニキアスには、経験を積んだ占い師すら傍らにいないという不運が重なっていた。彼と親しく、彼の迷信深さを大いに取り除いていたスティルビデスが、少し前に亡くなっていたからである。というのも、ピロコロスが述べているように、この前兆は逃走する者たちにとっては凶兆ではなく、むしろ極めて好都合なものだったからである。恐れを伴う行為は隠匿を必要とするのであり、光こそがそれらにとって敵だからである。

§23.6

ἄλλως τε καὶ τῶν περὶ ἥλιον καὶ σελήνην ἐπὶ τρεῖς ἡμέρας ἐποιοῦντο φυλακήν,3 ὡς Αὐτοκλείδης διέγραψεν ἐν τοῖς ἐξηγητικοῖς· ὁ δὲ Νικίας ἄλλην ἔπεισε σελήνης ἀναμένειν περίοδον, ὥσπερ οὐκ εὐθὺς θεασάμενος αὐτὴν ἀποκαθαρθεῖσαν, ὅτε τὸν σκιερὸν τόπον καὶ ὑπὸ τῆς γῆς ἀντιφραττόμενον παρῆλθε.

そのうえ、太陽や月に関わる現象に対して人々は三日間の警戒(禁忌の観察)を行うのが通例であった。アウトクレイデスがその解釈書に書き記している通りである。ところがニキアスは、月がもう一周期巡るのを待つよう説得した。あたかも、影の多い、地球によって遮られた領域を月が通過したとき、直ちに浄化されたのを目撃しなかったかのようであった。

構文注3 件
  1. 23.2αὐτὴν δὲ τὴν σελήνην, ᾧτινι συντυγχάνουσα καὶ πῶς

    αὐτὴν δὲ τὴν σελήνην は後続の不定詞 καταλαβεῖν の目的語、あるいは間接疑問節(ᾧτινι συντυγχάνουσα καὶ πῶς...)の主語が前方に引き出された先取り構文(prolepsis)である。先行する τοῦ μὲν γὰρ ἡλίου τὴν ... ἐπισκότησιν との対比を明確にするために文頭に置かれている。

  2. 23.3ὡς εἰς αἰτίας ἀλόγους καὶ δυνάμεις ἀπρονοήτους καὶ κατηναγκασμένα πάθη διατρίβοντας τὸ θεῖον

    ὡς に分詞対格 διατρίβοντας が続く主観的理由を表す構文(「〜と考えて/〜だとして」)。動詞 διατρίβω は「摩滅させる・解消する・浪費する」を意味し、ここでは自然哲学者たちが「神的な領域(τὸ θεῖον)を、理知なき物理的因果や不可避の受動現象へと解消・細分化してしまう」という大衆の告発的見解を表している。

  3. 23.6ἐπὶ τρεῖς ἡμέρας ἐποιοῦντο φυλακήν

    φυλακήν はここでは軍事的な哨戒ではなく、天体現象(日食・月食など)の後に宗教的禁忌や吉凶を見極めるために行動を控えて経過を観察する「忌避・観察期間」を指す。中動態 ἐποιοῦντο は「慣行として行う」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:23.1-23.6