← プルタルコス

ニキアス伝

§21.1-21.9

デモステネスの着陣とエピポライ夜襲の壊滅

デモステネスが率いる強力な援軍が到着するが、持久戦を説くニキアスの慎重論は退けられ、デモステネスの主導でエピポライへの夜襲が決行される。しかしボイオティア軍の反撃と月光下の視界不良による大混乱からアテナイ軍は同士討ちと壊乱に陥り、壊滅的な敗北を喫する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21.1

ἐν τούτῳ δὲ Δημοσθένης ὑπὲρ τῶν λιμένων ἐπεφαίνετο λαμπρότατος τῇ παρασκευῇ καὶ δεινότατος τοῖς πολεμίοις, ἐπὶ νεῶν ἑβδομήκοντα καὶ τριῶν ἄγων ὁπλίτας πεντακισχιλίους, ἀκοντιστὰς δὲ καὶ τοξότας καὶ σφενδονήτας τρισχιλίων οὐκ ἐλάττους, ὅπλων δὲ κόσμῳ καὶ παρασήμοις τριήρων καὶ πλήθει κελευστῶν καὶ αὐλητῶν θεατρικῶς καὶ πρὸς ἔκπληξιν πολεμίων ἐξησκημένος.

その間にデモステネスが、壮麗を極めた軍備と敵にとってこの上なく恐るべき威容をもって湾の向こうに姿を現した。彼は七十三隻の船に乗せて五千の重装歩兵、さらに三千を下らない投槍兵、弓兵、投石兵を率いており、武具の装飾、三段櫂船の船首徽章、そして多数の号令手や笛手によって、さながら劇のごとく敵を圧倒するかのように仕立て上げられていた。

§21.2

ἦν οὖν, ὡς εἰκός, αὖθις ἐν φόβῳ μεγάλῳ τὰ Συρακουσίων εἰς οὐδὲν πέρας οὐδὲ ἀπαλλαγήν, ἀλλὰ πονοῦντας ἄλλως καὶ φθειρομένους αὑτοὺς μάτην ὁρώντων.1 τὸν δὲ Νικίαν οὐ πολὺν χρόνον εὔφρανεν ἡ παρουσία τῆς δυνάμεως, ἀλλʼ ἅμα τῷ πρῶτον ἐν λόγοις γενέσθαι, τοῦ Δημοσθένους εὐθὺς ἐπιχειρεῖν τοῖς πολεμίοις κελεύοντος καὶ τῷ ταχίστῳ τῶν κινδύνων περὶ τοῦ παντὸς διαγωνισαμένους ἑλεῖν Συρακούσας ἢ ἀποπλεῖν οἴκαδε, δείσας καὶ θαυμάσας τὴν ὀξύτητα καὶ τόλμαν ἐδεῖτο μηδὲν ἀπεγνωσμένως πράττειν μηδὲ ἀνοήτως.

したがって、シラクサ側の情勢は当然ながら再び大きな恐怖に包まれ、彼らは何の決着も救いも見出せず、ただ徒らに苦労し無益に滅びていくばかりの自らの姿を目の当たりにした。 しかしニキアスにとって、この援軍の到来がもたらした喜びは長く続かなかった。最初の会談を行うや否や、デモステネスが直ちに敵を攻撃すべしと促し、最も迅速な危険によって全体の勝敗を決し、シラクサを攻略するかさもなくば帰国すべしと求めたのに対し、その性急さと大胆さに恐れと驚きを抱いたニキアスは、自暴自棄や無分別な行動は一切慎むよう懇願したのである。

§21.3

τὴν γὰρ τριβὴν εἶναι κατὰ τῶν πολεμίων οὔτε χρήματα κεκτημένων ἔτι, μήτε τῶν συμμάχων αὐτοῖς πολὺν χρόνον παραμενούντων, εἰ δὲ θλίβοιντο ταῖς ἀπορίαις, ταχὺ πάλιν ἐπʼ αὐτὸν ἐπὶ συμβάσεις τραπησομένων, ὡς πρότερον. καὶ γὰρ ἦσαν ἄνδρες οὐκ ὀλίγοι τῶν ἐν Συρακούσαις διαλεγόμενοι τῷ Νικίᾳ κρύφα καὶ μένειν κελεύοντες, ὡς καὶ νῦν ὑπερπονούντων τῷ πολέμῳ καὶ τὸν Γύλιππον βαρυνομένων, ἐὰν δὲ μικρὸν ἐπιτείνωσιν αἱ ἀνάγκαι, παντάπασιν ἀπαγορευσόντων.

というのも、敵はもはや資金を持たず、同盟諸都市も長く味方に留まりはしないのだから、時間の経過こそが敵に不利に働くのであり、困窮に圧迫されれば、以前のようにすぐさま協定を求めて再び自分のもとへ転じるだろう、と彼は論じた。事実、シラクサ内部にもニキアスと密かに連絡を取り、留まるよう促す者が少なくなかった。彼らによれば、シラクサ側は現時点でも戦争に疲弊しきっておりギュリッポスを重荷に感じていて、もし逼迫の度がわずかでも強まれば、完全に力尽きて降伏するであろうというのであった。

§21.4

τούτων ὁ Νικίας τὰ μὲν αἰνιττόμενος, τὰ δʼ οὐ θέλων ἐν φανερῷ λέγειν, ἀτολμίας παρέσχε τοῖς στρατηγοῖς δόξαν, καὶ ταῦτʼ ἐκεῖνα πάλιν ἥκειν φάσκοντες αὐτοῦ, μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας,2 αἷς ἀπώλεσε τὴν ἀκμὴν οὐκ εὐθὺς ἐπιχειρῶν τοῖς πολεμίοις, ἀλλʼ ἕωλος καὶ καταφρονούμενος, τῷ Δημοσθένει προσετίθεντο. καὶ ὁ Νικίας μόλις συνεχώρησεν ἐκβιασθείς.

ニキアスはこれらの事情の一方を仄めかし、他方は公言することを望まなかったため、他の将軍たちに臆病であるという印象を与えてしまった。彼らは、ニキアスのあの悪名高い躊躇、遅滞、細部への固執がまたしても現れたと主張した。それらのせいで彼は、直ちに敵を攻撃せず、旬を逃して侮られるままになり、好機を逸したというのである。こうして彼らはデモステネスに与し、ニキアスは押し切られて渋々同意した。

§21.5

οὕτω δὴ τὴν πεζὴν στρατιὰν ἀναλαβὼν ὁ Δημοσθένης νυκτὸς ἐπεχείρει ταῖς Ἐπιπολαῖς· καὶ τοὺς μὲν φθάσας πρὶν αἰσθέσθαι τῶν πολεμίων ἀπέκτεινε, τοὺς δʼ ἀμυνομένους ἐτρέψατο. καὶ κρατῶν οὐκ ἔμενεν, ἀλλʼ ἐχώρει προσωτέρω, μέχρι οὗ τοῖς Βοιωτοῖς ἐνέτυχε. πρῶτοι γὰρ οὗτοι συστρέψαντες ἑαυτοὺς καὶ συνδραμόντες εἰς τοὺς Ἀθηναίους ἐναντίοις τοῖς δόρασι μετὰ βοῆς ἐώσαντο καὶ πολλοὺς αὐτοῦ κατέβαλον.

こうしてデモステネスは歩兵部隊を率いて、夜間にエピポライを急襲した。そして敵が気づく前に先手を打ってある者を討ち取り、防戦する者を敗走させた。さらに勝利を収めながらもそこにとどまらず、前進を続けたが、ついにボイオティア兵と衝突した。彼らはいの一番に隊伍を固めてアテナイ軍に突進し、槍を構えて鬨の声を上げながら押し返して、その場で多数を討ち倒した。

§21.6

διʼ ὅλου δὲ τοῦ στρατεύματος εὐθὺς ἦν πτοία καὶ ταραχή, καὶ τοῦ φεύγοντος ἤδη καταπιμπλάμενον τὸ ἔτι νικῶν, καὶ τὸ ἐπιβαῖνον καὶ προσφερόμενον ὑπὸ τῶν πεφοβημένων ἀνακοπτόμενον ἑαυτῷ περιέπιπτε, τοὺς μὲν φεύγοντας οἰόμενον διώκειν, τοῖς δὲ φίλοις ὡς πολεμίοις χρώμενον.

軍全体に直ちに恐慌と混乱が広がり、すでに敗走しつつある者たちの混乱がなお勝ち進んでいる部隊を満たし、後から進撃・突入してくる部隊は恐怖に駆られた敗走兵によって阻まれ、同士討ちに陥った。彼らは逃げる味方を追撃中の敵と思い込み、味方を敵として扱ったのである。

§21.7

ἡ γὰρ ἄτακτος ἀνάμιξις ἐν ταὐτῷ μετὰ φόβου καὶ ἀγνοίας, καὶ τὸ τῆς ὄψεως ἄπιστον ἐν νυκτὶ μήτε σκότος ἄκρατον μήτε φῶς ἐχούσῃ βέβαιον, ἀλλʼ οἵαν εἰκὸς ἤδη καταφερομένης σελήνης καὶ περισκιαζομένης ὅπλοις πολλοῖς καὶ σώμασι κινουμένοις διὰ τοῦ φωτὸς μὴ διασαφοῦσαν τὰ εἴδη φόβῳ τοῦ πολεμίου καὶ τὸ οἰκεῖον ποιεῖν ὕποπτον, εἰς δεινὰς ἀπορίας καὶ περιπετείας καθίστη τοὺς Ἀθηναίους.3

恐怖と識別不能を伴う、一箇所での無秩序な混戦に加えて、完全な暗闇でもなく確実な光もない夜の視界の不確かさ――月がすでに傾き、光の狭間を蠢く多数の武具や兵の体によって影が投げかけられる夜にありがちなこととして、姿形を判別できず、敵への恐怖から味方までも疑わしく思わせるような視界――が、アテナイ軍を恐るべき苦境と破滅へ突き落とした。

§21.8

ἔτυχον δέ πως καὶ τὴν σελήνην ἔχοντες ὄπισθεν· ὅθεν αὐτοὶ μὲν αὑτοῖς τὰς σκιὰς ἐπιβάλλοντες ἀπέκρυπτον τὸ πλῆθος τῶν ὅπλων καὶ τὴν λαμπρότητα, τοὺς δʼ ἐναντίους ὁ πρὸς τὴν σελήνην τῶν ἀσπίδων ἀντιφωτισμὸς πολὺ πλείονας ὁρᾶσθαι καὶ λαμπροτέρους ἐποίει.

しかも彼らは偶然にも月を背にしていた。そのため自分たち自身に影を投げかけて自軍の武具の数と輝きを隠してしまっていたのに対し、敵の側は月光を反射する盾の照り返しによって、はるかに多数で輝かしく見えたのである。

§21.9

τέλος δὲ πανταχόθεν αὐτοῖς, ὡς ἐνέδοσαν, προσκειμένων τῶν πολεμίων φεύγοντες οἱ μὲν ὑπʼ ἐκείνων, οἱ δʼ ὑπʼ ἀλλήλων ἀπέθνησκον, οἱ δὲ κατὰ τῶν κρημνῶν ὀλισθαίνοντες· τοὺς δʼ ἀποσκεδασθέντας καὶ πλανωμένους ἡμέρας ἐπιγενομένης οἱ ἱππεῖς καταλαμβάνοντες διέφθειρον. ἐγένοντο δὲ νεκροὶ δισχίλιοι, καὶ τῶν περιγενομένων ὀλίγοι μετὰ τῶν ὅπλων ἀπεσώθησαν.

最後には、アテナイ軍が崩れ始めると敵が四方から猛攻を加えたため、逃走する者たちはある者は敵の手にかかり、ある者は味方同士で倒れ、またある者は崖から滑落して命を落とした。散り散りになって彷徨っていた者たちも、夜が明けると騎兵に捕捉されて殲滅された。死者は二千人に達し、生き残った者のうち武具を携えて無事に帰還できた者はわずかであった。

構文注3 件
  1. 21.2ὁρώντων

    男性複数属格の分詞 ὁρώντων は、主語句 τὰ Συρακουσίων(シラクサ側の情勢・国家)の中の男性複数属格 Συρακουσίων(シラクサ市民たち)に直接一致させた分詞構文である。あるいは文脈から補われる意味上の主語(シラクサ人たち)を伴う独立属格とも解しうるが、いずれにしてもシラクサ人が自らの破滅を予見して恐怖に陥った内情を表す。

  2. 21.4ταῦτʼ ἐκεῖνα πάλιν ἥκειν φάσκοντες αὐτοῦ, μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας

    ταῦτʼ ἐκεῖνα は「まさに例のあれが(またやって来た)」を意味する慣用句(ταῦτα ἐκεῖνα の短縮)。間接話法の不定詞 ἥκειν(主語は ταῦτʼ ἐκεῖνα)に、同格として μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας(躊躇、遅滞、細部への固執)が対格で並置されている。αὐτοῦ は属格で「彼の(あの悪癖)」を指す。

  3. 21.7ἡ γὰρ ἄτακτος ἀνάμιξις ἐν ταὐτῷ μετὰ φόβου καὶ ἀγνοίας, καὶ τὸ τῆς ὄψεως ἄπιστον ἐν νυκτὶ μήτε σκότος ἄκρατον μήτε φῶς ἐχούσῃ βέβαιον, ἀλλʼ οἵαν εἰκὸς ἤδη καταφερομένης σελήνης καὶ περισκιαζομένης ὅπλοις πολλοῖς καὶ σώμασι κινουμένοις διὰ τοῦ φωτὸς μὴ διασαφοῦσαν τὰ εἴδη φόβῳ τοῦ πολεμίου καὶ τὸ οἰκεῖον ποιεῖν ὕποπτον, εἰς δεινὰς ἀπορίας καὶ περιπετείας καθίστη τοὺς Ἀθηναίους.

    文全体の主幹は、二つの主語 ἡ ἄτακτος ἀνάμιξις(無秩序な混戦)と τὸ ἄπιστον(不確かさ)が主動詞 καθίστη(〜に陥れた)と目的語 τοὺς Ἀθηναίους を取る構造。中間部の関係代名詞的節・分詞句(οἵαν εἰκὸς... μὴ διασαφοῦσαν... ποιεῖν ὕποπτον)は、前置詞句 ἐν νυκτὶ に続く夜の情景を敷衍するもので、関係代名詞 οἵαν(先行詞 νυκτί を受ける女性単数対格)は εἰκός(ἐστι)に支配される不定詞 ποιεῖν の対格主語であり、女性対格分詞 διασαφοῦσαν はこの οἵαν に一致して「(そのような夜なら当然)輪郭を判別させず味方をも疑わしく思わせる」という意味を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:21.1-21.9