- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:17.1-17.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ニキアスは迅速果敢に進軍してエピポライを急襲・制圧し、重い腎臓病を患いながらも難所の多いシュラクサイの周囲に長大な包囲壁をほぼ完成させ、神意や運命の妨害が入るまではエウリピデスが詩に詠んだ以上の連勝を重ねていた。
ὡς δʼ οὖν ἐκίνησε τὴν στρατιὰν πάλιν ἐπὶ τὰς Συρακούσας, οὕτως ἐστρατήγησε καὶ μετὰ τοσαύτης ὀξύτητος ἅμα καὶ ἀσφαλείας ἐπῆλθεν, ὥστε λαθεῖν μὲν εἰς Θάψον ταῖς ναυσὶ προσμίξας καὶ ἀποβάς, φθάσαι δὲ τὰς Ἐπιπολὰς κατασχών,1 τῶν δὲ προσβοηθούντων λογάδων κρατήσας ἑλεῖν μὲν τριακοσίους, τρέψασθαι δὲ καὶ τὴν ἵππον τῶν πολεμίων ἄμαχον εἶναι δοκοῦσαν.
しかしともあれ、彼が軍を再びシュラクサイへと進発させたときには、実に見事な指揮を執り、迅速さと同時に安全さをもって進撃したため、船団で密かにタプソスに着岸して上陸し、敵に先んじてエピポライを占領し、救援に駆けつけた精鋭部隊を圧倒して三百人を討ち取り、無敵と見なされていた敵の騎兵をも敗走させるに至った。
ὃ δὲ πάντων μάλιστα καὶ Σικελιώτας ἐξέπληξε καὶ τοῖς Ἕλλησιν ἀπιστίαν παρέσχεν, ὀλίγῳ χρόνῳ περιετείχισε Συρακούσας, πόλιν Ἀθηνῶν οὐκ ἐλάττονα, δυσεργοτέραν δὲ χωρίων ἀνωμαλίαις καὶ θαλάσσῃ γειτνιώσῃ καὶ παρακειμένοις ἕλεσι τεῖχος κύκλῳ περὶ αὐτὴν τοσοῦτον ἀγαγεῖν.2
そして何よりもシケリアのギリシア人たちを驚愕させ、ギリシア本土の人々にも信じがたい思いを抱かせたのは、彼が短期間のうちにシュラクサイを包囲壁で囲い込んだことであった。この都市はアテナイに劣らぬ規模であり、地形の起伏、隣接する海、そして近くに広がる湿地のために、その周囲にこれほど長大な壁を巡らせるにはさらに困難な土地であった。
ἀλλὰ τοῦτʼ ἐξεργάσασθαι μικρὸν ἐδέησε τοῦ παντὸς ἄνθρωπος οὐδʼ ὑγιαίνοντι χρώμενος ἑαυτῷ πρὸς τοσαύτας φροντίδας, ἀλλὰ νόσον νοσῶν νεφρῖτιν, ἧς τὸ μὴ προσεκπονηθὲν λεῖμμα ποιεῖσθαι δίκαιόν ἐστι.3 θαυμάζω δὲ τοῦ στρατηγοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῶν στρατιωτῶν ἀνδραγαθίαν ἐν οἷς κατώρθουν.
だが、これほどの重責に対して健康な身体を持ち合わせておらず、腎臓の病を患っていた男でありながら、この工事をほぼ完全に成し遂げるところまで迫ったのであり、完成に至らなかった残余の部分は、この病のせいにするのが正当である。私は、将軍の周到さと兵士たちが成功を収めた場面で見せた武勇とに感嘆する。
ὁ μὲν γὰρ Εὐριπίδης μετὰ τὴν ἧτταν αὐτῶν καὶ τὸν ὄλεθρον γράφων ἐπικήδειον ἐποίησεν· "οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν4 ἄνδρες, ὅτʼ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις·"
というのも、エウリピデスは彼らの敗北と全滅ののちに挽歌を作って次のように詠んだからである。 "この者らはシュラクサイ人を相手に八度の勝利を収めた、 神々の恵みが双方に等しかったときに。
οὐκ ὀκτὼ δὲ νίκας, ἀλλὰ πλείονας ἄν τις εὕροι Συρακουσίους νενικημένους ὑπʼ αὐτῶν, πρὶν ἐκ θεῶν ὄντως ἢ τύχης ἀντίστασίν τινα γενέσθαι τοῖς Ἀθηναίοις ἐπὶ πλεῖστον αἰρομένοις δυνάμεως.
" しかし、実際に神々あるいは運命から、勢力の絶頂に達しようとしていたアテナイ軍に対して何らかの抵抗が生じるまでは、シュラクサイ人が彼らに敗れたのは八度の勝利どころか、それ以上であったことを誰しも見出すであろう。
- 17.1λαθεῖν μὲν εἰς Θάψον ταῖς ναυσὶ προσμίξας καὶ ἀποβάς, φθάσαι δὲ τὰς Ἐπιπολὰς κατασχών
λανθάνω+分詞(人目を忍んで…する、気づかれずに…する)と φθάνω+分詞(先んじて…する)という統語法が、ὥστε に従属する不定詞(λαθεῖν, φθάσαι)として並列されている。主動詞格の動作は分詞側(着岸し上陸すること、占領すること)にあり、動詞本体は副詞的ニュアンス(人知れず、先んじて)を担う。
- 17.2δυσεργοτέραν δὲ χωρίων ἀνωμαλίαις καὶ θαλάσσῃ γειτνιώσῃ καὶ παρακειμένοις ἕλεσι τεῖχος κύκλῳ περὶ αὐτὴν τοσοῦτον ἀγαγεῖν
対格 δυσεργοτέραν は先行する πόλιν Ἀθηνῶν οὐκ ἐλάττονα に並列する補遺。不定詞句 τεῖχος... ἀγαγεῖν は比較級形容詞 δυσεργοτέραν を限定する目的・結果(epexegesis)の用法で、「…を巡らせるにはより困難な」を意味する。原因を表す三つの与格(χωρίων ἀνωμαλίαις, θαλάσσῃ γειτνιώσῃ, παρακειμένοις ἕλεσι)がこの困難さの理由を提示している。
- 17.3ἧς τὸ μὴ προσεκπονηθὲν λεῖμμα ποιεῖσθαι δίκαιόν ἐστι
関係代名詞 ἧς は先行詞である女性名詞 νόσον(腎臓病)を指す原因または所有・帰属の属格。ποιεῖσθαι λεῖμμα(残余・やり残しとする)と組み合わさり、「未完に終わった部分をその病気の帰結(所産)とみなすのが正当である」という意味を形成する。
- 17.4οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν
κρατέω は通常「〜に勝つ」の対象を属格で取るが、ここでは詩的語法として直接目的語(対格 Συρακοσίους)と、同族・結果の内面的対格(ὀκτὼ νίκας)を併用する二重対格の構造をとっている。「シュラクサイ人を相手に八度の勝利を収めた」。
