- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:12.1-12.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
シケリアの使節の要請に民衆が熱狂し、アルキビアデスが遠征を煽るなか、ニキアスは孤立しながらも開戦に強く反対し続ける。しかし彼の慎重さはかえって適任とみなされて全権将軍に任命され、遠征の実施が確定する。
ὁ δʼ οὖν Νικίας, τῶν Αἰγεστέων πρέσβεων καὶ Λεοντίνων παραγενομένων καὶ πειθόντων τοὺς Ἀθηναίους στρατεύειν ἐπὶ Σικελίαν, ἀνθιστάμενος ἡττᾶτο τῆς βουλῆς Ἀλκιβιάδου καὶ φιλοτιμίας, πρὶν ὅλως ἐκκλησίαν γενέσθαι, κατασχόντος1 ἤδη πλῆθος ἐλπίσι καὶ λόγοις προδιεφθαρμένον, ὥστε καὶ νέους ἐν παλαίστραις καὶ γέροντας ἐν ἐργαστηρίοις καὶ ἡμικυκλίοις συγκαθεζομένους ὑπογράφειν τὸ σχῆμα τῆς Σικελίας, καὶ τὴν φύσιν τῆς περὶ αὐτὴν θαλάσσης, καὶ λιμένας καὶ τόπους οἷς τέτραπται πρὸς Λιβύην ἡ νῆσος.
ともあれニキアスは、アイゲスタやレオンティノイの使者たちが現れてアテナイ人たちにシケリアへ出兵するよう説得していたとき、これに抵抗したものの、アルキビアデスの計画と野心に圧倒されていた。そもそも民衆集会が開かれるより前から、アルキビアデスは希望と弁舌によってあらかじめ籠絡されていた民衆をすでに掌握しており、その結果、若者たちはレスリング場で、老人たちは仕事場や半円形の腰掛けに車座になって座りながら、シケリアの輪郭や、その周りの海の性質、またこの島がリビュアに向き合っている港や土地を描き出すほどであった。
οὐ γὰρ ἆθλον ἐποιοῦντο τοῦ πολέμου Σικελίαν, ἀλλʼ ὁρμητήριον, ὡς ἀπʼ αὐτῆς διαγωνισόμενοι πρὸς Καρχηδονίους καὶ σχήσοντες ἅμα Λιβύην καὶ τὴν ἐντὸς Ἡρακλείων στηλῶν θάλασσαν. ὡς οὖν ὥρμηντο πρὸς ταῦτα, ὁ Νικίας ἐναντιούμενος οὔτε πολλοὺς οὔτε δυνατοὺς εἶχε συναγωνιστάς. οἱ γὰρ εὔποροι δεδιότες μὴ δοκῶσι τὰς λειτουργίας καὶ τριηραρχίας ἀποδιδράσκειν, παρὰ γνώμην ἡσύχαζον·
というのも、彼らはシケリアを戦争の賞品ではなく、むしろ出撃拠点とみなしており、そこからカルタゴ人たちと雌雄を決し、リビュアとヘラクレスの柱の内側の海とを同時に手中に収めようとしていたからである。 彼らがこのように熱狂していたため、ニキアスが反対しても、その味方となる者は多くもなければ有力でもなかった。富裕層は公共奉仕や三段櫂船統括の義務を逃れようとしていると思われるのを恐れ、本心に反して沈黙を守っていたのである。
ὁ δʼ οὐκ ἔκαμνεν οὐδʼ ἀπηγόρευεν, ἀλλὰ καὶ μετὰ τὸ ψηφίσασθαι τὸν πόλεμον Ἀθηναίους καὶ στρατηγὸν ἑλέσθαι πρῶτον ἐκεῖνον μετʼ Ἀλκιβιάδου καὶ Λαμάχου, πάλιν ἐκκλησίας γενομένης, ἀναστὰς ἀπέτρεπε καὶ διεμαρτύρετο, καὶ τελευτῶν διέβαλε τὸν Ἀλκιβιάδην ἰδίων ἕνεκα κερδῶν καὶ φιλοτιμίας τὴν πόλιν εἰς χαλεπὸν ἐξωθεῖν καὶ διαπόντιον κίνδυνον.
しかしニキアスは倦むことも諦めることもなく、アテナイ人たちが開戦を決議し、アルキビアデスおよびラマコスとともにまず彼自身を将軍に選出した後にも、再び民衆集会が開かれると立ち上がって引き留め、抗議し、ついにはアルキビアデスが私利と名誉欲のためにポリスを困難な海外の危険へと追い立てていると告発した。
ἔπραξε δʼ οὐδὲν μᾶλλον, ἀλλʼ ὑπὸ ἐμπειρίας δόξας ἐπιτηδειότερος εἶναι, καὶ πολλὴν ἀσφάλειαν ἕξειν πρὸς τὴν Ἀλκιβιάδου τόλμαν καὶ τὴν Λαμάχου τραχύτητα τῆς ἐκείνου συγκεραννυμένης εὐλαβείας, βεβαιοτέραν ἐποίησε τὴν χειροτονίαν.2 ἀναστὰς γὰρ ὁ μάλιστα τῶν δημαγωγῶν ἐπὶ τὸν πόλεμον παροξύνων τοὺς Ἀθηναίους, Δημόστρατος, ἔφη τὸν Νικίαν προφάσεις λέγοντα παύσειν· καὶ ψήφισμα γράψας ὅπως αὐτοκράτορες ὦσιν οἱ στρατηγοὶ κἀνταῦθα κἀκεῖ βουλευόμενοι καὶ πράττοντες, ἔπεισε τὸν δῆμον ψηφίσασθαι.
しかし彼は何の効果も上げられず、むしろその経験ゆえにより適任であると見なされ、また彼の慎重さがアルキビアデスの大胆さやラマコスの激しさと混和されることで大きな安全がもたらされるであろうと思われたため、その任命をかえって確実なものにしてしまった。というのも、民衆指導者たちの中で最も強くアテナイ人を戦争へと煽り立てていたデモストラトスが立ち上がり、ニキアスが口実を並べ立てるのをやめさせてみせると宣言し、将軍たちがここでもあちらでも熟議し行動する全権を持つようにという決議案を起草して、民衆を説得してこれを可決させたからである。
- 12.1κατασχόντος
属格独立構文ではなく、直前の人名属格 Ἀλκιβιάδου を直接修飾する一致分詞。主節の構文は「ニキアスは、アルキビアデスの計画と野心に圧倒されていた(ἡττᾶτο τῆς βουλῆς Ἀλκιβιάδου καὶ φιλοτιμίας)」であり、そのアルキビアデスが「民衆をすでに掌握していた(κατασχόντος ἤδη πλῆθος)」という修飾関係をなす。
- 12.4δόξας ἐπιτηδειότερος εἶναι, καὶ πολλὴν ἀσφάλειαν ἕξειν πρὸς τὴν Ἀλκιβιάδου τόλμαν καὶ τὴν Λαμάχου τραχύτητα τῆς ἐκείνου συγκεραννυμένης εὐλαβείας, βεβαιοτέραν ἐποίησε τὴν χειροτονίαν
文の骨格は主語のニキアスに対する述語「[ニキアスは]選出をより確実なものにした(βεβαιοτέραν ἐποίησε τὴν χειροτονίαν)」。その間に、主語にかかる分詞句(δόξας ἐπιτηδειότερος εἶναι「より適任であると思われ」)と、δόξας に並列・従属する対格不定詞構文(πολλὴν ἀσφάλειαν ἕξειν「大いなる安全が生じるであろう[と思われ]」)、およびその条件・手段を表す属格独立構文(τῆς ἐκείνου συγκεραννυμένης εὐλαβείας「彼の慎重さが混和されることによって」)が挿入されている。
