← プルタルコス

ルクルス伝

§7.1-7.6

軍の規律再編とミトリダテスのビテュニア侵攻

アシアに赴いたルクッルスは規律を失っていたフィンブリア兵を含む軍勢を厳格に再編し、一方のミトリダテスは実戦的なローマ式軍備を整えて、過酷な収奪に動揺するビテュニアへ侵攻する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.1

Λούκουλλος δὲ τάγμα μὲν αὐτόθεν ἔχων συντεταγμένον ὑπʼ αὐτοῦ διέβαινεν εἰς τὴν Ἀσίαν ἐκεῖ δὲ τὴν ἄλλην παρέλαβε δύναμιν, πάντων μὲν πάλαι τρυφαῖς διεφθορότων καὶ πλεονεξίαις, τῶν δὲ Φιμβριανῶν λεγομένων καὶ διὰ συνήθειαν ἀναρχίας δυσμεταχειρίστων γεγονότων.

ルクッルスは自ら編成した一個軍団をそこから率いてアシアへ渡った。そして現地で残りの軍勢を引き継いだが、すべての兵がかねてからの贅沢と貪欲によって堕落しており、特にいわゆるフィンブリア派の兵たちは規律なき状態に慣れきって御しがたくなっていた。

§7.2

οὗτοι γὰρ ἦσαν οἱ Φλάκκον τε μετὰ Φιμβρίου τὸν ὕπατον καὶ στρατηγὸν ἀνῃρηκότες αὐτόν τε τὸν Φιμβρίαν Σύλλᾳ προδεδωκότες, αὐθάδεις μὲν ἄνθρωποι καὶ παράνομοι, μάχιμοι δὲ καὶ τλήμονες μετʼ ἐμπειρίας πολέμου, οὐ μὴν ἀλλὰ βραχεῖ χρόνῳ καὶ τούτων τὸ θράσος ὁ Λούκουλλος ἐξέκοψε καὶ τοὺς ἄλλους ἐπέστρεψε, τότε πρῶτον, ὡς ἔοικε, πειρωμένους1 ἄρχοντος ἀληθινοῦ καὶ ἡγεμόνος· ἄλλως δʼ ἐδημαγωγοῦντο πρὸς ἡδονὴν ἐθιζόμενοι στρατεύεσθαι.

彼らこそ、かつてフィンブリアとともに執政官にして司令官であったフラックスを殺害し、次いでそのフィンブリア自身をもスッラに裏切った者たちであって、傲慢かつ無法な人間たちであったが、実戦の経験を伴った強悍さと忍耐力を備えていた。にもかかわらず、短期間のうちにルクッルスは彼らの放縦を挫き、他の兵たちをも規律へと立ち返らせた。兵たちはどうやらその時初めて、真の指揮官・指導者を身をもって知ったようであった。それまでは人気取りによって甘やかされ、快楽のままに軍務に就くことに慣らされていたのである。

§7.3

τὰ δὲ τῶν πολεμίων οὕτως εἶχε. Μιθριδάτης, ὥσπερ οἱ πολλοὶ τῶν σοφιστῶν, κομπώδης ἐν ἀρχῇ καὶ σοβαρὸς ἐπὶ Ῥωμαίους ἀναστὰς διακένῳ δυνάμει, λαμπρᾷ δὲ καὶ πανηγυρικῇ τὴν ὄψιν, εἶτʼ ἐκπεσὼν καταγελάστως καὶ νουθετηθείς, ὅτε τὸ δεύτερον πολεμεῖν ἔμελλεν, εἰς ἀληθινὴν καὶ πραγματικὴν συνέστελλε τὰς δυνάμεις παρασκευήν.

一方、敵方の情勢は次のようであった。ミトリダテスは、多くのソフィストと同様、当初は見かけ倒しの、外見こそ華麗で見栄えのする軍勢を誇ってローマ人に対抗して大言壮語したものの、惨憺たる敗北を喫して懲りていたため、二度目の戦争を始めようとするに当たり、軍勢を実質的で実戦的な備えへと引き締めた。

§7.4

ἀφελὼν γὰρ τὰ παντοδαπὰ πλήθη καὶ τὰς πολυγλώσσους ἀπειλὰς τῶν βαρβάρων, ὅπλων τε διαχρύσων καὶ διαλίθων κατασκευάς, ὡς λάφυρα τῶν κρατούντων, οὐκ ἀλκήν τινα τῶν κεκτημένων ὄντα, ξίφη μὲν ἠλαύνετο Ῥωμαϊκά καὶ θυρεοὺς ἐμβριθεῖς ἐπήγνυτο καὶ γεγυμνασμένους μᾶλλον ἢ κεκοσμημένους ἤθροιζεν ἵππους, πεζῶν δὲ μυριάδας δώδεκα κατεσκευασμένων εἰς φάλαγγα Ῥωμαϊκήν,2 ἱππεῖς δὲ πρὸς μυρίοις ἑξακισχιλίους ἄνευ τῶν δρεπανηφόρων τεθρίππων ταῦτα δʼ ἦν ἑκατόν·

すなわち、雑多な烏合の衆や、異民族による多言語の威嚇、また金や宝石で飾られた武具――これらは勝者の戦利品となるだけで、所持する者たち自身の力とはならない――を排し、ローマ風の剣を鍛えさせ、堅固な盾を製作させ、華美に飾るよりも鍛錬された馬を集めた。そしてローマ式の重装歩兵隊形に編成された十二万の歩兵と、一万六千の騎兵、それに鎌付きの四頭立て戦車百台を揃えた。

§7.5

ἔτι δὲ ναῦς οὐ χρυσορόφοις σκηνίσιν οὐδὲ λουτροῖς παλλακίδων καὶ γυναικωνίτισι τρυφώσαις ἠσκημένας, ἀλλʼ ὅπλων καὶ βελῶν καὶ χρημάτων γεμούσας παραρτυσάμενος ἐνέβαλεν εἰς Βιθυνίαν, τῶν πόλεων αὖθις ἀσμένως ὑποδεχομένων οὐ μόνον τούτων, ἀλλὰ καὶ τὴν Ἀσίαν ὅλην ὑποτροπὴ τῶν ἔμπροσθεν νοσημάτων εἶχεν,3 ἀφόρητα πάσχουσαν ὑπὸ Ῥωμαϊκῶν δανειστῶν καὶ τελωνῶν·

さらに、金箔の天幕や側室の浴室、豪奢な婦人部屋などで飾られたものではなく、武器や矢弾、軍資金を満載した艦船を整備し、ビテュニアへと侵攻した。これらの都市が再び彼を喜んで迎え入れただけでなく、全アシアがかつての病弊の再発に見舞われており、ローマの高利貸や徴税請負人たちから耐え難い圧迫を被っていたからである。

§7.6

οὓς ὕστερον μὲν ὥσπερ Ἁρπυίας τὴν τροφὴν ἁρπάζοντας αὐτῶν ὁ Λούκουλλος ἐξήλασε, τότε δὲ μετριωτέρους ἐπειρᾶτο νουθετῶν ποιεῖν, καὶ τὰς ἀποστάσεις κατέπαυε τῶν δήμων, οὐδενὸς, ὡς ἔπος εἰπεῖν, ἡσυχάζοντος.

のちにルクッルスは、住民たちの糧食を奪い去るハルピュイアのごときこの者たちを放逐することになるが、この時は説得によって彼らをより温和にさせようと努め、ほぼ誰一人として平穏にとどまらぬ状態であった民衆の蜂起を鎮めていた。

構文注3 件
  1. 7.2πειρωμένους

    対格分詞 πειρωμένους は直前の目的語 τοὺς ἄλλους(対格)に文法上一致しているが、意味上は先行する属格 τούτων(フィンブリア兵たち)をも含めた全軍勢(「彼ら兵士たち全般」)を論理的意味上の主語として修飾している。

  2. 7.4πεζῶν δὲ μυριάδας δώδεκα κατεσκευασμένων εἰς φάλαγγα Ῥωμαϊκήν

    完了受動分詞 κατεσκευασμένων は、統語上の直接の被修飾語である対格名詞 μυριάδας(万、多数)ではなく、その限定辞である属格名詞 πεζῶν(歩兵たち)に格一致している。これは意味上の中心名詞に合わせて修飾する「意味の一致(constructio ad sensum / synesis)」の一例である。

  3. 7.5τῶν πόλεων αὖθις ἀσμένως ὑποδεχομένων οὐ μόνον τούτων, ἀλλὰ καὶ τὴν Ἀσίαν ὅλην ὑποτροπὴ τῶν ἔμπροσθεν νοσημάτων εἶχεν

    独立属格 τῶν πόλεων ... ὑποδεχομένων に続く οὐ μόνον τούτων は「これらの都市(ビテュニアの都市群)が彼を迎えたばかりでなく」を意味し、これに対して ἀλλὰ καί 節は主節構文(τὴν Ἀσίαν ... εἶχεν)に転換している。属格構文をそのまま続けずに主節へと文構造を切り替える破格構文(anacoluthon)が見られる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:7.1-7.6