- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:5.1-5.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ルクッルスは執政官に就任しアルプス内側ガリアを割り当てられるが、ミトリダテスとの再戦を見据え、功名を争うポンペイウスの帰国阻止や政敵ケテグス・煽動家への対処に奔走する。
ὀλίγῳ δʼ ὕστερον ἢ Σύλλαν ἀποθανεῖν1 ὑπάτευσε μετὰ Μάρκου Κόττα περὶ τὴν ἕκτην καὶ ἑβδομηκοστὴν πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα. πολλῶν οὖν αὖθις ἀνακινούντων τὸν Μιθριδατικὸν πόλεμον, ἔφη Μᾶρκος αὐτὸν οὐ πεπαῦσθαι, ἀλλʼ ἀναπεπαῦσθαι. διὸ καὶ λαχὼν τῶν ἐπαρχιῶν ὁ Λούκουλλος τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἤχθετο, πράξεων ὑποθέσεις μεγάλων οὐκ ἔχουσαν.
スッラが世を去ってまもなく、第百七十六オリンピアードの頃、ルクッルスはマルクス・コッタとともに執政官に就任した。多くの者が再びミトリダテスとの戦争を蒸し返そうとしていたとき、マルクスは、戦争は終結したのではなく休止したにすぎないと言った。そのため、属州の割り当てにおいてアルプス内側のガリアを引き当てたルクッルスは、大事業の機会を持たないその属州に不満を抱いていた。
μάλιστα δʼ αὐτὸν εὐδοκιμῶν Πομπήιος ἐν Ἰβηρίᾳ παρώξυνεν, ὡς ἄλλος οὐδεὶς ἐπίδοξος ὤν, εἰ συμβαίη παύσασθαι τὸν Ἰβηρικὸν πόλεμον, εὐθὺς αἱρεθήσεσθαι στρατηγὸς ἐπὶ Μιθριδάτην. διὸ καὶ χρήματα αἰτοῦντος αὐτοῦ καὶ γράφοντος, ὡς, εἰ μὴ πέμποιεν, ἀφεὶς Ἰβηρίαν καὶ Σερτώριον εἰς Ἰταλίαν ἀπάξοι τὰς δυνάμεις, συνέπραξεν ὁ Λούκουλλος προθυμότατα πεμφθῆναι τὰ χρήματα καὶ μηδʼ ἀφʼ ἡστινοσοῦν προφάσεως ἐκεῖνον ἐπανελθεῖν ὑπατεύοντος αὐτοῦ·
とりわけ彼を刺激したのは、イベリアで名を馳せていたポンペイウスの存在であった。もしイベリア戦争が終結するようなことになれば、ミトリダテスに対する将軍にすぐさま選出される見込みが誰よりも高いのは彼であったからである。それゆえ、ポンペイウスが資金を要求し、もし送金しないならばイベリアとセルトリウスを放置して軍勢をイタリアへと引き連れて戻ると書き送ってきた際にも、ルクッルスは最も熱心に資金が送られるよう協力し、自らの執政官期に彼がどのような口実であれ帰国することのないようにした。
πάντα γὰρ ἂν ἐπʼ ἐκείνῳ γενήσεσθαι2 τὰ τῆς πόλεως παρόντι μετὰ τοσαύτης στρατιᾶς, καὶ γὰρ ὁ κρατῶν τότε τῆς πολιτείας τῷ πρὸς χάριν ἅπαντα καὶ λέγειν καὶ πράττειν Κέθηγος ἔχθραν τινὰ πρὸς Λούκουλλον εἶχε, βδελυττόμενον αὐτοῦ τὸν βίον3 αἰσχρῶν ἐρώτων καὶ ὕβρεως καὶ πλημμελείας μεστὸν ὄντα. τοῦτον μὲν οὖν ἄντικρυς ἐπολέμει·
というのも、かくも大軍を率いてポンペイウスがローマに現れれば、国家のすべての事柄が彼の意のままになってしまうはずであったし、当時あらゆる言動を大衆への迎合によって行い国政を牛耳っていたケテグスが、破廉恥な情欲と傲慢と不法に満ちた自らの生活態度を嫌悪していたルクッルスに対して、ある種の敵意を抱いていたからである。したがってルクッルスは、このケテグスとは公然と敵対していた。
Λεύκιον δὲ Κόϊντον, ἄλλον δημαγωγόν, ἐπαναστάντα τοῖς Σύλλα πολιτεύμασι καὶ ταράττειν τὰ πράγματα πειρώμενον ἐκ τοῦ καθεστῶτος, ἰδίᾳ τε πολλὰ παραμυθούμενος καὶ δημοσίᾳ νουθετῶν ἀπέστησε τῆς πείρας καὶ κατεστόρεσε τὴν φιλοτιμίαν, ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ σωτηρίως ἀρχὴν νοσήματος μεγάλου μεταχειρισάμενος.
しかし、スッラの体制に蜂起して現状を覆し国政を混乱させようと試みていたもう一人の民衆扇動家ルキウス・クィンクティウスに対しては、私的には種々説得し、公には戒めることによってその企てを思いとどまらせ、その野心を鎮め、かくして大いなる病患の萌芽を、これ以上ないほど思慮深く国家を救う形で処置したのである。
- 5.1ὀλίγῳ δʼ ὕστερον ἢ Σύλλαν ἀποθανεῖν
比較の副詞 ὀλίγῳ ὕστερον に接続詞 ἤ と対格不定詞構文(Σύλλαν ἀποθανεῖν)が後続し、「スッラが死んだ少し後に」を意味する。時間的先後関係を表す副詞句に ἤ +不定法が結合する慣用表現。
- 5.3πάντα γὰρ ἂν ἐπʼ ἐκείνῳ γενήσεσθαι
間接話法(思考の内容)における ἄν +未来不定詞(または未来完了/アオリスト不定詞の代用)であり、直接話法における ἄν +直説法過去または希求法(潜在・反実仮想)「すべては彼の意のままになるだろう/なったであろう」に対応する。続く παρόντι は仮定条件「もし彼が滞在するならば」を含意する分詞。
- 5.3βδελυττόμενον αὐτοῦ τὸν βίον
分詞 βδελυττόμενον は直前の対格名詞 Λούκουλλον を修飾する一致分詞。文脈上、原因・理由を表す(「ルクッルスが彼の生活を嫌悪していたため」)。αὐτοῦ は先行するケテグス(Κέθηγος)を指す。
