- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:3.1-3.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ルクッルスはプトレマイオスの同盟拒否を経てキプロスからロードス、エーゲ海諸島へと転戦し、ピタネで包囲されたミトリダテスを挟撃すべしというフィンブリアの要請を退け、その後のレクトゥムやテネドス沖の海戦で勝利を収めた。
ἐπεὶ δʼ ἀπέλιπε τὴν συμμαχίαν ὁ Πτολεμαῖος πρὸς τὸν πόλεμον ἀποδειλιάσας, ἐκείνῳ δὲ ναῦς ἄχρι Κύπρου πομποὺς παρέσχε, καὶ περὶ τὸν ἔκπλουν αὐτὸν ἀσπαζόμενος καὶ θεραπεύων ἐδωρεῖτο χρυσένδετον σμάραγδον τῶν πολυτελῶν, τὸ μὲν πρῶτον ὁ Λούκουλλος παρῃτεῖτο, δείξαντος δὲ τὴν γλυφὴν τοῦ βασιλέως εἰκόνα οὖσαν ἰδίαν1 ἐφοβήθη διώσασθαι, μὴ παντάπασιν ἐχθρὸς ἀποπλεῖν νομισθεὶς ἐπιβουλευθείη κατὰ θάλατταν.
しかしプトレマイオスは戦争を恐れて同盟を拒絶し、ルクッルスに対してはキプロスまでの護衛船団を提供するにとどめた。そして出航にあたって彼に挨拶し敬意を表しつつ、豪勢な金枠付きのエメラルドを贈った。当初ルクッルスはこれを辞退していたが、王がその彫刻が自身を象った肖像であることを示すと、完全に敵意を抱いて出航したと思われて海上で謀殺されるのを恐れ、断るのを思いとどまった。
ἐπεὶ δὲ πλῆθος ἐν παράπλῳ νεῶν ἐκ τῶν παραλίων πόλεων ἀθροίσας, πλὴν ὅσοι πειρατικῶν μετεῖχον ἀδικημάτων, εἰς τὴν Κύπρον διεπέρασεν, ἐνταῦθα πυνθανόμενος τοὺς πολεμίους ναυλοχοῦντας ἐπὶ ταῖς ἄκραις παραφυλάττειν αὑτόν, ἐνεώλκησε τὰ σκάφη πάντα, καὶ ταῖς πόλεσιν ἔγραψε περὶ χειμαδίων καὶ ἀγορᾶς, ὡς αὐτόθι τὴν ὥραν ἀναμενῶν.
沿岸諸都市を巡航して船団を集め(海賊行為に加担した者たちを除いて)、キプロスへ渡ると、そこで敵が岬に潜んで自分を待ち伏せしていると知ったため、すべての船を引き上げさせ、まるでその地で好適な季節を待つかのように、冬営地と食糧について諸都市に通達を送った。
εἶτα πλοῦ φανέντος ἐξαπίνης κατασπάσας τὰς ναῦς ἀνήχθη, καὶ μεθʼ ἡμέραν μὲν ὑφειμένοις πλέων τοῖς ἱστίοις καὶ ταπεινοῖς, νύκτωρ δʼ ἐπαιρομένοις εἰς Ῥόδον ἐσώθη. Ῥοδίων δὲ ναῦς αὐτῷ προσπαρασχόντων Κῴους ἔπεισε καὶ Κνιδίους τῶν βασιλικῶν ἀπαλλαγέντας ἐπὶ Σαμίους συστρατεύειν. ἐκ δὲ Χίου τοὺς βασιλικοὺς αὐτὸς ἐξήλασε, Κολοφωνίους δʼ ἠλευθέρωσε συλλαβὼν Ἐπίγονον τὸν τύραννον αὐτῶν.
その後、航海に適した風が吹くと突如として船を下ろして出航し、昼間は帆を低く畳んで航行し、夜間に帆を上げてロードス島へ逃れて無事に到着した。ロードス人がさらに船を提供すると、彼はコス人とクニドス人を説得して王の軍勢から脱却させ、サモス島への遠征に加わらせた。キオス島からは自ら王の守備隊を追放し、僭主エピゴノスを捕らえてコロポン人を解放した。
ἐτύγχανε δὲ κατʼ ἐκεῖνον τὸν χρόνον ἤδη Μιθριδάτης τὸ Πέργαμον ἐκλελοιπὼς καὶ συνεσταλμένος εἰς Πιτάνην. ἐκεῖ δὲ Φιμβρίου κατέχοντος αὐτὸν ἐκ γῆς καὶ πολιορκοῦντος, εἰς τὴν θάλατταν ἀφορῶν συνῆγε καὶ μετεπέμπετο τοὺς πανταχόθεν στόλους πρὸς αὑτόν, ἀνδρὶ τολμητῇ καὶ νενικηκότι τῷ Φιμβρίᾳ συμπλέκεσθαι καὶ πολεμεῖν ἀπεγνωκώς.
このときちょうどミトリダテスはすでにペルガモンを放棄し、ピタネに籠もっていた。そこでフィンブリアが陸上から彼を包囲して圧迫していたため、ミトリダテスは海を見やり、至る所から自らのもとへ艦隊を招集していた。大胆にして勝利を収めていたフィンブリアと交戦して戦うことを絶望視していたからである。
ὁ δὲ ταῦτα συνορῶν, ναυτικῷ δὲ λειπόμενος πρὸς Λούκουλλον ἔπεμπεν, ἥκειν τῷ στόλῳ δεόμενος καὶ συνεξελεῖν ἔχθιστον καὶ πολεμιώτατον βασιλέων, ὡς μὴ τὸ μέγα καὶ διὰ πολλῶν ἀγώνων καὶ πόνων διωκόμενον ἆθλον ἐκφύγοι Ῥωμαίους, Μιθριδάτης εἰς λαβὰς ἥκων καὶ γεγονὼς ἐντὸς ἀρκύων, οὗ ληφθέντος οὐδένα τῆς δόξης οἴσεσθαι πλέον ἢ τὸν ἐμποδὼν τῇ φυγῇ στάντα καὶ διαδιδράσκοντος ἐπιλαβόμενον·2
フィンブリアはこれを見抜きながらも海軍力に欠けていたため、ルクッルスへ使者を送り、艦隊を率いて来援し、最も憎むべき最大の敵である王を共同で仕留めてほしいと要請した。数多くの戦いと苦難を経て追いつめられた偉大な獲物たるミトリダテスが、まさに手中に入り罠の内に落ちている今、ローマ人から逃げおおせないようにするためであり、彼を捕えれば、退路を塞いで逃亡する者を捕えた者ほど多くの栄誉を手にする者はいないであろうからである。
ὑφʼ ἑαυτοῦ μὲν ἐξεωσμένον τῆς γῆς, ὑπʼ ἐκείνου δὲ τῆς θαλάττης εἰργόμενον ἀμφοτέροις ἀποδώσειν τὸ κατόρθωμα,3 τὰς δὲ Σύλλα πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν ὑμνουμένας ἀριστείας ἐν οὐδενὶ λόγῳ θήσεσθαι Ῥωμαίους. καὶ οὐδὲν ἦν ἀπὸ τρόπου τῶν λεγομένων, ἀλλὰ παντὶ δῆλον, ὡς, εἰ Φιμβρίᾳ τότε πεισθεὶς ὁ Λούκουλλος οὐ μακρὰν ὢν περιήγαγεν ἐκεῖσε τὰς ναῦς καὶ συνέφραξε τὸν λιμένα τῷ στόλῳ, πέρας ἂν εἶχεν ὁ πόλεμος καὶ μυρίων ἀπηλλαγμένοι κακῶν ἅπαντες ἦσαν.
すなわち、自分によって陸地から追い払われ、ルクッルスによって海から封じ込められたミトリダテスは、二人に成功をもたらすことになり、オルコメノスやカイロネイア付近で称えられたスッラの武功をローマ人はものの数にも入れなくなるだろうというのである。そして言われたことには筋違いな点は少しもなく、もし近くにいたルクッルスがそのときフィンブリアの言葉に従い、船団をそこへ回航して港を艦隊で封鎖していたなら、戦争は終結し、あらゆる人々が無数の災厄から解放されていたであろうことは誰の目にも明らかであった。
ἀλλʼ εἴτε τὰ πρὸς Σύλλαν δίκαια πρεσβεύων πρὸ παντὸς ἰδίου τε καὶ κοινοῦ συμφέροντος, εἴτε τὸν Φιμβρίαν μιαρὸν ὄντα καὶ φονέα γεγενημένον ἔναγχος ἀνδρὸς φίλου καὶ στρατηγοῦ διὰ φιλαρχίαν προβαλλόμενος, εἴτε κατὰ θείαν δή τινα τύχην περιφεισάμενος αὐτὸς τοῦ Μιθριδάτου καὶ φυλάξας ἀνταγωνιστήν, οὐχ ὑπήκουσεν, ἀλλὰ Μιθριδάτῃ μὲν ἐκπλεῦσαι παρέσχε καὶ καταγελάσαι τῆς Φιμβρίου δυνάμεως, αὐτὸς δὲ πρῶτον μὲν ἐπὶ Λεκτοῦ τῆς Τρῳάδος βασιλικὰς ναῦς ἐπιφανείσας κατεναυμάχησεν, αὖθις δὲ πρὸς Τενέδῳ ναυλοχοῦντα μείζονι παρασκευῇ κατιδὼν Νεοπτόλεμον ἐπέπλει πρὸ τῶν ἄλλων, Ῥοδιακῆς πεντήρους ἐπιβεβηκώς, ἧς ἐναυάρχει Δαμαγόρας, ἀνὴρ εὔνους τε Ῥωμαίοις καὶ θαλασσίων ἀγώνων ἐμπειρότατος.
しかし、私的にも公的にもあらゆる利害に優先してスッラに対する正義を重んじたためか、あるいは野心ゆえに友であり将軍であった人物を直前に殺害したフィンブリアの邪悪さを忌み嫌ったためか、はたまた何か神の運命によってミトリダテスを自ら見逃し、自らの対戦相手として残しておいたためか、ルクッルスは応じず、ミトリダテスに出航してフィンブリアの軍勢を嘲笑う隙を与えた。ルクッルス自身は、まずトローアス地方のレクトゥム沖に現れた王の艦隊を海戦で撃破し、次いでテネドス島でより大規模な戦備を整えて停泊していたネオプトレモスを見出すと、他の船の先頭に立って進撃した。彼はロードス製の五段櫂船に乗船しており、その指揮を執っていたのはローマ人に好意を寄せ、海戦に最も練達した人物であるダマゴラスであった。
ἐπελαύνοντος δὲ ῥοθίῳ τοῦ Νεοπτολέμου καὶ κελεύσαντος εἰς ἐμβολὴν ἀγαγεῖν τὸν κυβερνήτην, δείσας ὁ Δαμαγόρας τὸ βάρος τῆς βασιλικῆς καὶ τὴν τραχύτητα τοῦ χαλκώματος οὐκ ἐτόλμησε συμπεσεῖν ἀντίπρῳρος, ἀλλʼ ὀξέως ἐκ περιαγωγῆς ἀποστρέψας ἐκέλευσεν ἐπὶ πρύμναν ὤσασθαι4 καὶ πιεσθείσης ἐνταῦθα τῆς νεώς ἐδέξατο τὴν πληγήν ἀβλαβῆ γενομένην, ἅτε δὴ τοῖς θαλαττεύουσι τῆς νεώς μέρεσι προσπεσοῦσαν.
ネオプトレモスが激しい水煙を上げて突進し、舵手に衝角攻撃を命じたとき、ダマゴラスは王の軍艦の重さと青銅の衝角の荒々しさを恐れ、正面から衝突する勇気はなかった。しかし素早く船を回頭させて舳先を逸らし、船尾方向へ漕ぐよう命じ、そこで船が押し下げられると、船の水面下にある部分に当たったため、船体に損害を受けずにその一撃を受け止めた。
ἐν τούτῳ δὲ τῶν φίλων προσφερομένων, ἐγκελευσάμενος ὁ Λούκουλλος ἐπιστρέφειν καὶ πολλὰ δράσας ἄξια λόγου τρέπεται τοὺς πολεμίους καὶ καταδιώκει τὸν Νεοπτόλεμον.
その間に味方の船が押し寄せてきたため、ルクッルスは回頭を命じ、数々の特筆すべき奮戦を見せて敵を敗走させ、ネオプトレモスを追撃した。
- 3.1δείξαντος δὲ τὴν γλυφὴν τοῦ βασιλέως εἰκόνα οὖσαν ἰδίαν
δείξαντος ... τοῦ βασιλέως は絶対属格構文。その内部で τὴν γλυφὴν が δείξαντος の目的語であり、εἰκόνα οὖσαν ἰδίαν は分詞 οὖσαν を伴う補語(「その彫刻が王自身の肖像であること」)として叙述的に係っている。
- 3.5οὗ ληφθέντος οὐδένα τῆς δόξης οἴσεσθαι πλέον ἢ τὸν ἐμποδὼν τῇ φυγῇ στάντα καὶ διαδιδράσκοντος ἐπιλαβόμενον
フィンブリアの伝言内容を伝える間接話法構文。条件節に相当する絶対属格 οὗ ληφθέντος(「もし彼が捕縛されれば」)を受け、不定詞 οἴσεσθαι(中動相で「(名誉などを)勝ち取る・持ち去る」)の主語対格が οὐδένα、部分属格が τῆς δόξης である。比較対象を示す ἤ 以下の分詞句 τὸν ... στάντα καὶ ... ἐπιλαβόμενον は名詞化された対格で、比較級 πλέον と呼応している。
- 3.6ὑφʼ ἑαυτοῦ μὲν ἐξεωσμένον τῆς γῆς, ὑπʼ ἐκείνου δὲ τῆς θαλάττης εἰργόμενον ἀμφοτέροις ἀποδώσειν τὸ κατόρθωμα
間接話法が継続する文。未来不定詞 ἀποδώσειν(「もたらす」)の意味上の主語として、前文で言及されたミトリダテス(対格)が省略されており、受動分詞 ἐξεωσμένον および εἰργόμενον はその主語対格を修飾する一致を示している。ἑαυτοῦ は話者であるフィンブリアを、ἐκείνου は相手であるルクッルスを指す間接再帰・指示の対比。
- 3.9ἐκέλευσεν ἐπὶ πρύμναν ὤσασθαι
ギリシア語の海事慣用句で、「船尾方向へ漕ぐ(後退する、バックする)」を意味する(ὠθέω の中動相 ὤσασθαι または ὠθεῖσθαι)。衝角突撃を受ける直前に後退をかけることで、衝突の衝撃を和らげ致命傷を避ける操船術を指している。
