- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:10.1-10.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神託や神聖な牛の自発的な来訪などの奇跡によってキュジコス人は勇気づけられ、猛烈な南風がミトリダテスの巨大な攻城兵器をことごとく破壊する。
ἔοικε δὲ καὶ τὸ θεῖον ἐπιθαρρῦναι τοὺς Κυζικηνούς, ἀγασθὲν αὐτῶν τὴν ἀνδραγαθίαν, ἄλλοις τε σημείοις ἐναργέσι, καὶ τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐνεστώσης1 οἱ μὲν ἠπόρουν βοὸς μελαίνης πρὸς τὴν θυσίαν καὶ σταιτίνην πλάσαντες τῷ βωμῷ παρέστησαν, ἡ δʼ ἱερὰ καὶ τρεφομένη τῇ θεῷ νομὴν μὲν εἶχεν, ὥσπερ τἆλλα βοτὰ τῶν Κυζικηνῶν, ἐν τῇ περαίᾳ, κατʼ ἐκείνην δὲ τὴν ἡμέραν ἀποκριθεῖσα τῆς ἀγέλης μόνη διενήξατο πρὸς τὴν πόλιν καὶ κατέστησεν ἐπὶ τὴν θυσίαν αὑτήν.
神的な力もまた、キュジコス人の武勇に感嘆し、他の明瞭な兆候によっても、またペレパッタの祭礼が巡ってきた折にも、彼らを力づけたようである。すなわち、彼らは犠牲のための黒い牝牛を欠いていたため、練り粉で牛を形作って祭壇に供えたのだが、女神に捧げられて飼育されていた牝牛は、キュジコス人の他の家畜と同様に対岸で草を食んでいたところ、まさにその日に群れから離れ、単独で都市へと泳ぎ渡り、自らを犠牲のために捧げたのであった。
ὄναρ δʼ ἡ θεὸς Ἀρισταγόρᾳ τῷ τοῦ δήμου γραμματιστῇ παραστᾶσα, καὶ μὴν ἔγωγε, εἶπεν, ἥκω τὸν Λιβυκὸν αὐλητὴν ἐπὶ τὸν Ποντικὸν σαλπιγκτὴν ἐπάγουσα.2 φράσον οὖν θαρρεῖν τοῖς πολίταις. θαυμαζόντων δὲ τὴν φωνὴν τῶν Κυζικηνῶν ἅμʼ ἡμέρᾳ σάλον εἶχεν ἡ θάλασσα κατιόντος ἀκρίτου πνεύματος, αἵ τε μηχαναὶ τοῦ βασιλέως παρεστῶσαι τοῖς τείχεσιν, ἔργα θαυμαστὰ Νικωνίδου τοῦ Θεσσαλοῦ, ῥοίζῳ καὶ πατάγῳ πρῶτον ἀπεδήλουν τὸ μέλλον·
また女神は夢の中で民衆の書記官アリスタゴラスのもとに現れ、「まさに私は」と語った、「リビアの笛吹きをポントスのラッパ手に対抗させて連れて来た。それゆえ市民たちに勇気を持つよう告げよ。」 キュジコス人たちがこの言葉を不思議に思っていると、夜明けとともに海は吹き下ろす荒れ狂う風によって波立ち、テッサリア人ニコニデスの見事な業である、城壁の傍らに据えられていた王の攻城兵器が、唸り声と轟音によってまず来るべき事態を告げ知らせた。
εἶτα νότος ἐκραγεὶς ἄπιστος τὸ μέγεθος τά τʼ ἄλλα συνέτριψε μηχανήματα ὥρας βραχεῖ μορίῳ,3 καὶ τὸν ξύλινον πύργον ἑκατὸν πηχῶν ὕψος ὄντα διασείσας κατέβαλεν. ἱστορεῖται δὲ τῶν ἐν Ἰλίῳ πολλοῖς καθʼ ὕπνον ὀφθῆναι τὴν Ἀθηνᾶν ἱδρῶτι πολλῷ ῥεομένην καὶ ὑποφαίνουσάν τι τοῦ πέπλου παρερρωγός, λέγουσαν, ὡς ἀρτίως ἥκοι βοηθήσασα4 Κυζικηνοῖς. καὶ στήλην τινὰ δόγματα καὶ γράμματα περὶ τούτων ἔχουσαν ἐδείκνυον Ἰλιεῖς.
次いで、信じがたい威力の南風が吹き荒れ、ほんのわずかな時間の間に他の攻城兵器を粉砕し、百ペーキュスの高さを持つ木造の塔を激しく揺さぶって倒壊させた。またイリオスの多くの人々の夢の中に、アテナが夥しい汗を流し、衣服の一部が破れているのを見せながら現れ、キュジコス人を救援して今しがた戻ったところだと語ったと伝えられている。そしてイリオスの人々は、これらに関する決議と碑文が刻まれた石碑を見せていた。
- 10.1ἄλλοις τε σημείοις ἐναργέσι, καὶ τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐνεστώσης
手段の与格句(ἄλλοις τε σημείοις ἐναργέσι)と時・状況を示す属格絶対構文(καὶ τῆς... ἑορτῆς ἐνεστώσης)が τε... καί によって並列接続され、主節の不定詞 ἐπιθαρρῦναι を修飾している。
- 10.2τὸν Λιβυκὸν αὐλητὴν ἐπὶ τὸν Ποντικὸν σαλπιγκτὴν ἐπάγουσα
比喩的な謎語表現。「リビアの笛吹き」は南風(アフリカ/リビア方面から吹く猛烈な風)を指し、「ポントスのラッパ手」はポントス王ミトリダテスおよびその軍勢を指す。直後の場面で実際に南風(νότος)が攻城兵器を倒壊させる展開に対応している。
- 10.3ὥρας βραχεῖ μορίῳ
時を示す与格(dative of time within which)。「1時間のわずかな部分のうちに」、すなわち「極めて短い時間のうちに」「またたく間に」を意味する。
- 10.3ὡς ἀρτίως ἥκοι βοηθήσασα
歴史的過去の文脈(ἱστορεῖται... ὀφθῆναι)に後続する間接話法の希求法(optative of indirect speech)。ἥκω に完了の意味が含まれるため、付帯する分詞 βοηθήσασα(アオリスト分詞)は「救援し終えて戻ってきた」という動作の完了・先行を表す補足分詞として機能している。
