- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:35.1-35.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
スッラはヘラクレスへの奉納を口実に豪奢な祝宴を開き、病の妻メテッラを迷信的禁忌から離縁して放逐したのち、自ら制定した奢侈禁止令を破って放蕩に耽る。その後、競技場で出会った名門のウァレリアと軽薄な動機から再婚に至る。
Ἀποθύων δὲ τῆς οὐσίας ἁπάσης ὁ Σύλλας τῷ Ἡρακλεῖ δεκάτην ἑστιάσεις ἐποιεῖτο τῷ δήμῳ πολυτελεῖς· καὶ τοσοῦτον περιττὴ ἦν ἡ παρασκευὴ τῆς χρείας ὥστε παμπληθῆ καθʼ ἑκάστην ἡμέραν εἰς τὸν ποταμὸν ὄψα ῥιπτεῖσθαι, πίνεσθαι δὲ οἶνον ἐτῶν τεσσαράκοντα καὶ παλαιότερον.
スッラは全財産の十分の一をヘラクレスに捧げるにあたり、民衆のために豪奢な宴を催した。その過剰なまでの備えは必要をはるかに超えており、毎日おびただしい量の料理が川に投げ捨てられ、四十年の年月を経た古酒あるいはそれ以上の美酒が振る舞われるほどであった。
διὰ μέσου δὲ τῆς θοίνης πολυημέρου γενομένης ἀπέθνησκεν ἡ Μετέλλα νόσῳ· καὶ τῶν ἱερέων τὸν Σύλλαν οὐκ ἐώντων αὐτῇ προσελθεῖν οὐδὲ τήν οἰκίαν τῷ κήδει μιανθῆναι, γραψάμενος διάλυσιν τοῦ γάμου πρὸς αὐτὴν ὁ Σύλλας ἔτι ζῶσαν ἐκέλευσεν εἰς ἑτέραν οἰκίαν μετακομισθῆναι.1 καὶ τοῦτο μὲν ἀκριβῶς τὸ νόμιμον ὑπὸ δεισιδαιμονίας ἐτήρησε· τὸν δὲ τῆς ταφῆς ὁρίζοντα τήν δαπάνην νόμον αὐτὸς εἰσενηνοχὼς παρέβη, μηδενὸς ἀναλώματος φεισάμενος.
この幾日にも及ぶ祝宴のさなかに、メテッラが病に倒れて死にかけていた。そして祭司たちが、スッラが彼女のもとに近づくことも、家が死の穢れによって汚されることも許さなかったため、スッラは彼女に対して離縁状を送り、まだ息のあるうちに別の家へと移送するよう命じた。こうして彼は迷信から宗教的掟は厳格に守ったものの、葬儀の費用を制限する法については、自ら制定したものであったにもかかわらず、いかなる出費も惜しむことなく違反した。
παρέβαινε δὲ καὶ τὰ περὶ τῆς εὐτελείας τῶν δείπνων ὑπʼ αὐτοῦ τεταγμένα, πότοις καὶ συνδείπνοις τρυφὰς καὶ βωμολοχίας ἔχουσι παρηγορῶν τὸ πένθος. ὀλίγων δὲ μηνῶν διαγενομένων ἦν μὲν θέα μονομάχων, οὔπω δὲ τῶν τόπων διακεκριμένων, ἀλλʼ ἔτι τοῦ θεάτρου συμμιγοῦς ἀνδράσι καὶ γυναιξὶν ὄντος, ἔτυχε πλησίον τοῦ Σύλλα καθεζομένη γυνὴ τήν ὄψιν εὐπρεπὴς καὶ γένους λαμπροῦ·
また彼は、宴席の質素さに関して自らが定めた規定にも違反し、放縦と卑俗な道化を交えた酒盛りや会食によって喪の悲しみを紛らわせようとした。数ヶ月が過ぎたころ、剣闘士の競技会が催されたが、当時はまだ座席が男女で分けられておらず、劇場内では男も女も混ざり合って座っていたため、容姿端麗で名門の出である一人の女性が、たまたまスッラの近くに腰掛けていた。
Μεσσάλα γὰρ ἦν θυγάτηρ, Ὁρτησίου δὲ τοῦ ῥήτορος ἀδελφή, Οὐαλλερία δὲ τοὔνομα· συνεβεβήκει δὲ αὕτη νεωστὶ πρὸς ἄνδρα διάστασις. αὕτη παρὰ τὸν Σύλλαν ἐξόπισθεν παραπορευομένη τήν τε χεῖρα πρὸς αὐτὸν ἀπηρείσατο καὶ κροκύδα τοῦ ἱματίου σπάσασα παρῆλθεν ἐπὶ τήν ἑαυτῆς χώραν, ἐμβλέψαντος δὲ τοῦ Σύλλα καὶ θαυμάσαντος, οὐδέν, ἔφη, δεινόν, αὐτόκρατορ, ἀλλὰ βούλομαι τῆς σῆς κἀγὼ μικρὸν εὐτυχίας μεταλαβεῖν.
彼女はメッサラの娘であり、弁論家ホルテンシウスの姉妹で、名はウァレリアといった。彼女には最近、夫との離別があったばかりであった。この女性がスッラの背後を通り過ぎる際、彼に手を触れ、その上着から毛羽をひとすじ引き抜いて自分の席へと進んだ。スッラが彼女を見つめて驚いた表情を浮かべると、 「何でも ありません、総統よ。 ただ私も、あなたの幸運を少しばかりお裾分け願いたいと思っただけです」と彼女は言った。
τοῦτο ἤκουσεν οὐκ ἀηδῶς ὁ Σύλλας, ἀλλὰ καὶ δῆλος εὐθὺς ἦν ὑποκεκνισμένος· ἠρώτα γὰρ ὑποπέμπων αὐτῆς ὄνομα, καὶ γένος καὶ βίον ἐμάνθανεν. ἐκ δὲ τούτων ῥίψεις ὀμμάτων ἐπʼ ἀλλήλους ἐγίνοντο καὶ παρεπιστροφαὶ συνεχεῖς προσώπων καὶ μειδιαμάτων διαδόσεις, τέλος δὲ ὁμολογίαι καὶ συνθέσεις περὶ γάμων, ἐκείνῃ μὲν ἴσως ἄμεμπτοι, Σύλλας δέ, εἰ καὶ τὰ μάλιστα σώφρονα καὶ γενναίαν,2 ἀλλʼ οὐκ ἐκ σώφρονος καὶ καλῆς ἔγημεν ἀρχῆς, ὄψει καὶ λαμυρίᾳ μειρακίου δίκην παραβληθείς, ὑφʼ ὧν τὰ αἴσχιστα καὶ ἀναιδέστατα πάθη κινεῖσθαι πέφυκεν.
スッラはこれを不快に思うどころか、すぐに心をくすぐられたことが誰の目にも明らかであった。というのも、人を密かに遣わして彼女の名を尋ねさせ、その家柄や身の上を探らせたからである。これを機に二人は互いに視線を投げ交わし、しきりに顔を向け合い、微笑みを交わし合うようになり、ついには結婚の合意と約定を取り交わすに至った。彼女にとっては非の打ち所のない縁組であったかもしれないが、スッラについて言えば、たとえ娶った相手がどれほど貞淑で高貴な女性であったとしても、貞淑で立派な動機から結婚したのではなかった。青二才のように美貌と艶めかしさに惑わされたのであり、まさにそうしたものによってこそ、最も恥ずべき恥知らずな情欲がかき立てられるものなのである。
- 35.2ἔτι ζῶσαν ἐκέλευσεν εἰς ἑτέραν οἰκίαν μετακομισθῆναι
ἔτι ζῶσαν(まだ生きているうちに)は対格不定詞構文における不定詞 μετακομισθῆναι の意味上の主語(メテッラ)を指す対格分詞。通常は死に際した妻を看取るべきところを、穢れを避けるために生前であっても追放したという非情な措置の強調となっている。
- 35.5εἰ καὶ τὰ μάλιστα σώφρονα καὶ γενναίαν
譲歩節の省略構文。動詞(ἔγημεν など)や女性名詞(γυναῖκα など)が補足され、「たとえ彼が最大限に貞淑で高貴な女性を娶ったとしても」の意をなす。続く主節の οὐκ ἐκ σώφρονος καὶ καλῆς ἔγημεν ἀρχῆς(貞淑で立派な動機から結婚したのではない)と対比関係を形成している。
