- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:29.1-29.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
サムニウム人の将テレシヌスが夜陰に乗じて進軍しローマのコッリーナ門目前に迫る。救援に駆けつけたスッラは休養を勧める部下の進言を退けて開戦するが、左翼が崩壊して命からがら陣営へ退却する。
τὸν μέντοι τελευταῖον ἀγῶνα καθάπερ ἔφεδρος ἀθλητῇ καταπόνῳ προσενεχθεὶς1 ὁ Σαυνίτης Τελεσῖνος ἐγγὺς ἦλθε τοῦ σφῆλαι καὶ καταβαλεῖν2 ἐπὶ θύραις τῆς Ῥώμης. ἔσπευδε μὲν γὰρ ἅμα Λαμπωνίῳ τῷ Λευκανῷ χεῖρα πολλὴν ἀθροίσας ἐπὶ Πραινεστὸν ὡς ἐξαρπασόμενος τῆς πολιορκίας τὸν Μάριον·
しかしながら最後の戦いにおいて、サムニウム人のテレシヌスは、疲弊した競技者に挑む控えの力士のように襲いかかり、ローマの城門の前でスッラをつまずかせ打ち倒す寸前まで追いつめた。というのも、彼はルカニア人のラムポニウスとともに大軍を集め、包囲されているマリウスを救出しようとプラエネステへ急行していたからである。
ἐπεὶ δὲ ᾔσθετο Σύλλαν μὲν κατὰ στόμα, Πομπήϊον δὲ κατʼ οὐρὰν βοηδρομοῦντας ἐπʼ αὐτόν, εἰργόμενος τοῦ πρόσω καὶ ὀπίσω πολεμιστὴς ἀνὴρ καὶ μεγάλων ἀγώνων ἔμπειρος ἄρας νυκτὸς ἐπʼ αὐτὴν ἐχώρει παντὶ τῷ στρατοπέδῳ τὴν Ῥώμην. καὶ μικροῦ μὲν ἐδέησεν ἐμπεσεῖν εἰς ἀφύλακτον ἀποσχὼν δὲ τῆς Κολλίνης πύλης δέκα σταδίους ἐπηυλίσατο τῇ πόλει, μεγαλοφρονῶν καὶ ταῖς ἐλπίσιν ἐπηρμένος ὡς τοσούτους ἡγεμόνας καὶ τηλικούτους κατεστρατηγηκώς.
ところが、前方からスッラが、後方からポンペイウスが自分めがけて急行してくるのを知ると、百戦錬磨の経験豊かな戦士であった彼は、前進も後退も阻まれたため、夜のあいだに全軍を率いて進発し、ローマそのものへと進撃した。そして無防備の町を急襲する一歩手前まで迫ったが、コッリーナ門から十スタディオン離れたところに陣を敷き、これほど多くの偉大な将軍たちを出し抜いたのだと誇り、大きな期待に胸を膨らませていた。
ἅμα δʼ ἡμέρᾳ τῶν λαμπροτάτων νέων ἐξιππασαμένων ἐπʼ αὐτὸν ἄλλους τε πολλοὺς καὶ Κλαύδιον Ἄππιον, εὐγενῆ καὶ ἀγαθὸν ἄνδρα, κατέβαλε, θορύβου δʼ, οἷον εἰκός, ὄντος ἐν τῇ πόλει καὶ βοῆς γυναικείας καὶ διαδρομῶν ὡς ἁλισκομένων κατὰ κράτος, πρῶτος ὤφθη Βάλβος ἀπὸ Σύλλα προσελαύνων ἀνὰ κράτος ἱππεῦσιν ἑπτακοσίοις. διαλιπὼν δὲ ὅσον ἀναψῦξαι τὸν ἱδρῶτα τῶν ἵππων, εἶτʼ αὖθις ἐγχαλινώσας διὰ ταχέων ἐξήπτετο τῶν πολεμίων.
夜が明けると、最も輝かしい若者たちが馬を駆って彼に向かって突撃したが、テレシヌスは多くの者とともに、高貴で優れた人物であったアッピウス・クラウディウスを討ち取った。市街では当然のごとく混乱が生じ、力尽くで陥落させられたかのように女たちの叫び声や逃げ惑う人々の往来が起きるなか、スッラのもとから七百の騎兵を率いて全力で疾走してくるバルブスが最初に姿を現した。彼は馬の汗を引かせるわずかな間だけ休止すると、再び轡を嵌めて素早く敵に襲いかかった。
ἐν τούτῳ δὲ καὶ Σύλλας ἐφαίνετο· καὶ τοὺς πρώτους εὐθὺς ἀριστᾶν κελεύων εἰς τάξιν καθίστη. πολλὰ δὲ Δολοβέλλα καὶ Τουρκουάτου δεομένων ἐπισχεῖν καὶ μὴ κατακόπους ἔχοντα τοὺς ἄνδρας ἀποκινδυνεῦσαι περὶ τῶν ἐσχάτων οὐ γὰρ Κάρβωνα καὶ Μάριον, ἀλλὰ Σαυνίτας καὶ Λευκανούς, τὰ ἔχθιστα τῇ Ῥώμῃ καὶ τὰ πολεμικώτατα φῦλα, συμφέρεσθαι,3 παρωσάμενος αὐτοὺς ἐκέλευσε σημαίνειν τὰς σάλπιγγας ἀρχὴν ἐφόδου, σχεδὸν εἰς ὥραν δεκάτην ἤδη τῆς ἡμέρας καταστρεφούσης.
その間にスッラも姿を現した。そして先頭の兵たちに直ちに朝食を取るよう命じながら陣形を整えさせた。ドラベッラとトルクァトゥスは、兵士たちが疲労困憊しているのに国家の命運を賭けた冒険を冒すことのないよう、思いとどまることを重ねて懇願した。なぜなら、相対しているのはカルボやマリウスではなく、ローマにとって最も敵対的で最も戦闘的な種族であるサムニウム人やルカニア人だからであるというのであった。しかしスッラは彼らを退け、日もすでに第十時頃に傾きつつあるなか、角笛を鳴らして突撃の合図を告げるよう命じた。
γενομένου δὲ ἀγῶνος, οἷος οὐχ ἕτερος, τὸ μὲν δεξιόν, ἐν ᾧ Κράσσος ἐτέτακτο, λαμπρῶς ἐνίκα, τῷ δὲ εὐωνύμῳ πονοῦντι καὶ κακῶς ἔχοντι Σύλλας παρεβοήθει, λευκὸν ἵππον ἔχων θυμοειδῆ καὶ ποδωκέστατον ἀφʼ οὗ γνωρίσαντες αὐτὸν δύο τῶν πολεμίων διετείνοντο τὰς λόγχας ὡς ἀφήσοντες. αὐτὸς μὲν οὖν οὐ προενόησε, τοῦ δʼ ἱπποκόμου μαστίξαντος τὸν ἵππον ἔφθη παρενεχθεὶς τοσοῦτον ὅσον περὶ τὴν οὐρὰν τοῦ ἵππου τὰς αἰχμὰς συμπεσούσας εἰς τὴν γῆν παγῆναι.4
類を見ないほどの激戦が始まると、クラッススが配置されていた右翼はめざましい勝利を収めたが、苦戦を強いられ危機に瀕していた左翼へスッラは救援に向かった。彼は気性が激しく極めて足の速い白馬に乗っていたが、それによってスッラであると気づいた二人の敵兵が槍を投じようと構えた。彼自身はそれに気づかなかったが、馬丁が馬を鞭打ったため、槍が互いにぶつかって地面に突き刺さったのが馬の尾のあたりであったというほどの差で、彼は前に進み出て難を逃れた。
λέγεται δὲ ἔχων τι χρυσοῦν Ἀπόλλωνος ἀγαλμάτιον ἐκ Δελφῶν ἀεὶ μὲν αὐτὸ κατὰ τὰς μάχας περιφέρειν ἐν τῷ κόλπῳ, ἀλλὰ καὶ τότε τοῦτο καταφιλεῖν οὕτω δὴ λέγων· ὦ Πύθιε Ἄπολλον, τὸν εὐτυχῆ Σύλλαν Κορνήλιον ἐν τοσούτοις ἀγῶσιν ἄρας λαμπρὸν καὶ μέγαν ἐνταῦθα ῥίψεις ἐπὶ θύραις τῆς πατρίδος ἀγαγών, αἴσχιστα τοῖς ἑαυτοῦ συναπολούμενον πολίταις; τοιαῦτά φασι τὸν Σύλλαν θεοκλυτοῦντα τοὺς μὲν ἀντιβολεῖν, τοῖς δὲ ἀπειλεῖν, τῶν δὲ ἐπιλαμβάνεσθαι· τέλος δὲ τοῦ εὐωνύμου συντριβέντος ἀναμιχθέντα τοῖς φεύγουσιν εἰς τὸ στρατόπεδον καταφυγεῖν, πολλοὺς ἀποβαλόντα τῶν ἑταίρων καὶ γνωρίμων, οὐκ ὀλίγοι δὲ καὶ τῶν ἐκ τῆς πόλεως ἐπὶ θέαν προελθόντες ἀπώλοντο καὶ κατεπατήθησαν, ὥστε τὴν μὲν πόλιν οἴεσθαι διαπεπρᾶχθαι, παρʼ ὀλίγον δὲ καὶ τὴν Μαρίου πολιορκίαν λυθῆναι, πολλῶν ἐκ τῆς τροπῆς ὠσαμένων ἐκεῖ καὶ τὸν ἐπὶ τῇ πολιορκίᾳ τεταγμένον Ὀφέλλαν Λουκρήτιον ἀναζευγνύναι κατὰ τάχος κελευόντων, ὡς ἀπολωλότος τοῦ Σύλλα καὶ τῆς Ῥώμης ἐχομένης ὑπὸ τῶν πολεμίων.
スッラはデルポイの黄金のアポロン小像を持っており、常の戦いでも懐中にそれを忍ばせていたが、このときもそれに口づけをして次のように叫んだと伝えられる。 「おお、ピュティアのアポロンよ、かくも多くの戦いにおいて幸運なるコルネリウス・スッラを高め、栄光に満ちた偉大な者となし給うたのに、いまや祖国の城門の前へと連れてきて、味方の同胞たちとともに最も恥ずべき死を遂げさせるべく、ここに投げ捨てるおつもりか」スッラはこのように神に祈り叫びながら、ある者には懇願し、ある者は脅し、ある者はつかまえたと言われる。しかし最後には左翼が粉砕され、逃走する者たちに紛れて自軍の陣営へと逃げ込み、多くの戦友や知己を失った。また、見物のために市内から出てきていた者たちも少なからず命を落とし、踏みつけられた。そのため、町はすでに滅び去ったと思われ、マリウスの包囲網も解かれる寸前となった。敗走した者たちの多くがそこへとなだれ込み、スッラは戦死しローマは敵の手に落ちたと告げて、包囲の指揮を執っていたルクレティウス・オフェッラに大至急撤収するよう要求したからである。
- 29.1καθάπερ ἔφεδρος ἀθλητῇ καταπόνῳ προσενεχθεὶς
競技会において不戦勝あるいは先の試合を休んで勝ち残った競技者(ἔφεδρος)が、前の試合で疲弊した相手(ἀθλητῇ καταπόνῳ)と対戦する比喩。主節の主語である ὁ Σαυνίτης Τελεσῖνος に一致する分詞構文。
- 29.1ἐγγὺς ἦλθε τοῦ σφῆλαι καὶ καταβαλεῖν
「〜する寸前まで行く、危うく〜しそうになる」を意味する構文で、ἐγγὺς ἦλθε に属格冠詞付き不定詞 τοῦ σφῆλαι καὶ καταβαλεῖν が後続している。目的語は文脈上スッラを指す。
- 29.4οὐ γὰρ Κάρβωνα καὶ Μάριον, ἀλλὰ Σαυνίτας καὶ Λευκανούς, τὰ ἔχθιστα τῇ Ῥώμῃ καὶ τὰ πολεμικώτατα φῦλα, συμφέρεσθαι
前行の Δολοβέλλα καὶ Τουρκουάτου δεομένων(ドラベッラとトルクァトゥスが懇願した)の内容を補足する間接話法の対格不定詞構文。対格 Κάρβωνα καὶ Μάριον および Σαυνίτας καὶ Λευκανούς を意味上の主語とし、中動態不定詞 συμφέρεσθαι(交戦する、ぶつかり合う。相手の与格は文脈から補われる)を述語とする構造。
- 29.5ἔφθη παρενεχθεὶς τοσοῦτον ὅσον περὶ τὴν οὐρὰν τοῦ ἵππου τὰς αἰχμὰς συμπεσούσας εἰς τὴν γῆν παγῆναι
φθάνω+分詞(ἔφθη παρενεχθείς、「先んじて前へ進んだ」)に、結果を示す τοσοῦτον ὅσον+不定詞(παγῆναι)が結びついた構文。「槍先が互いにぶつかり合って地面に突き刺さったのが馬の尾のあたりであったというほどの差で先んじた」という僅差の回避を表す。
