- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:22.1-22.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ローマ国内の情勢悪化とメテッラの懇願に直面したスッラは、講和を打診してきた敵将アルケラオスとデリオンで会談し、厳しい条件を突きつけて講和条約を結ぶ。
Κίννα δὲ καὶ Κάρβωνος ἐν Ῥώμῃ τοῖς ἐπιφανεστάτοις ἀνδράσι χρωμένων παρανόμως καὶ βιαίως, πολλοὶ τήν τυραννίδα φεύγοντες ὥσπερ εἰς λιμένα τοῦ Σύλλα τὸ στρατόπεδον κατεφέροντο, καὶ περὶ αὐτὸν ὀλίγου χρόνου1 σχῆμα βουλῆς ἐγεγόνει. καὶ Μετέλλα μόλις διακλέψασα ἑαυτὴν καὶ τοὺς παῖδας, ἧκεν ἀγγέλλουσα τήν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις ὑπὸ τῶν ἐχθρῶν ἐμπεπρῆσθαι καὶ δεομένη τοῖς οἴκοι βοηθεῖν.
キンナとカルボがローマにおいて最も名声ある人々を無法かつ暴力的に扱っていたため、多くの者がこの圧制を逃れて港へと向かうかのようにスッラの陣営へと身を寄せ、短時間のうちに彼の周囲には元老院の体裁が整うほどになった。またメテッラも、自身と子どもたちをかろうじてひそかに逃れさせ、彼の邸宅や別荘が敵によって焼き払われたことを知らせ、本国の者たちを救済するよう懇願するためにやって来た。
ἀπορουμένῳ δʼ αὐτῷ,2 καὶ μήτε τῆς πατρίδος ἀμελεῖν ὑπομένοντι κακουμένης μήτε ὅπως ἄπεισιν ἀτελὲς λιπὼν τοσοῦτον ἔργον, τὸν Μιθριδατικὸν πόλεμον, ἐπινοοῦντι, παραγίνεται Δηλιακὸς ἔμπορος Ἀρχέλαος, ἐλπίδας τινὰς καὶ λόγους κρύφα παρὰ τοῦ βασιλικοῦ κομίζων Ἀρχελάου, καὶ τὸ πρᾶγμα Σύλλας οὕτως ἠγάπησεν ὥστε αὐτὸς εἰς λόγους σπεῦσαι τῷ Ἀρχελάῳ συνελθεῖν·
彼が途方に暮れ、祖国が痛めつけられているのを放置することも耐えられず、かといってミトリダテス戦争という大事業を未完のまま残して立ち去る方法も思いつかずにいたところ、デロスの商人アルケラオスが現れ、王に仕えるアルケラオスからのある種の希望と言葉をひそかに携えてきた。スッラはこの申し出をたいそう喜び、自ら会談のためにアルケラオスと面会すべく急いだ。
καὶ συνῆλθον ἐπὶ θαλάττῃ περὶ Δήλιον, οὗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνός ἐστιν, ἀρξαμένου δὲ τοῦ Ἀρχελάου διαλέγεσθαι, καὶ τὸν Σύλλαν ἀξιοῦντος ἀφέντα τήν Ἀσίαν καὶ τὸν Πόντον ἐπὶ τὸν ἐν Ῥώμῃ πόλεμον πλεῖν, χρήματα λαβόντα καὶ τριήρεις καὶ δύναμιν ὅσην βούλοιτο παρὰ τοῦ βασιλέως, ὑπολαβὼν ὁ Σύλλας Μιθριδάτου μὲν ἀμελεῖν ἐκέλευεν, αὐτὸν δὲ βασιλεύειν ἀντʼ ἐκείνου σύμμαχον Ῥωμαίων γενόμενον καὶ παραδόντα τὰς ναῦς.
両者はデリオン近郊の、アポロンの神殿がある海岸で会見した。アルケラオスが交渉を始め、アジアとポントスを放棄してローマでの内乱へと出航し、王からは金銭と三段櫂船、さらに望むだけの兵力を受け取るようスッラに求めると、スッラは言葉を遮って、ミトリダテスのことは見限り、彼自身がその代わりに王となり、ローマ人の同盟者となって艦船を引き渡すようにと命じた。
ἀφοσιουμένου δὲ τοῦ Ἀρχελάου τήν προδοσίαν,3 εἶτα, ἔφη, σὺ μέν, ὦ Ἀρχέλαε, Καππαδόκης ὢν καὶ βαρβάρου βασιλέως δοῦλος, εἰ δὲ βούλει, φίλος, οὐχ ὑπομένεις ἐπὶ τηλικούτοις ἀγαθοῖς τὸ αἰσχρόν, ἐμοὶ δὲ ἡγεμόνι Ῥωμαίων ὄντι καὶ Σύλλᾳ τολμᾷς διαλέγεσθαι περὶ προδοσίας, ὥσπερ οὐκ ἐκεῖνος ὢν Ἀρχέλαος, ὁ φυγὼν μὲν ἐκ Χαιρωνείας ὀλιγοστὸς ἀπὸ μυριάδων δυοκαίδεκα,4 κρυφθεὶς δὲ δύο ἡμέρας ἐν τοῖς Ὀρχομενίων ἕλεσιν, ἄβατον δὲ τήν Βοιωτίαν ὑπὸ νεκρῶν πλήθους ἀπολελοιπώς; ἐκ τούτου μεταβαλὼν ὁ Ἀρχέλαος καὶ προσκυνήσας ἐδεῖτο παύσασθαι τοῦ πολέμου καὶ διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην. δεξαμένου δὲ τοῦ Σύλλα τήν πρόκλησιν ἐγένοντο συνθῆκαι, Μιθριδάτην μὲν Ἀσίαν ἀφεῖναι5 καὶ Παφλαγονίαν, ἐκστῆναι δὲ Βιθυνίας Νικομήδει καὶ Καππαδοκίας Ἀριοβαρζάνῃ, καταβαλεῖν δὲ Ῥωμαίοις δισχίλια τάλαντα καὶ δοῦναι ναῦς ἑβδομήκοντα χαλκήρεις μετὰ τῆς οἰκείας παρασκευῆς, Σύλλαν δὲ ἐκείνῳ τήν τε ἄλλην ἀρχὴν βεβαιοῦν καὶ σύμμαχον Ῥωμαίων ψηφίζεσθαι.
アルケラオスがそのような裏切りを忌避して拒絶すると、スッラは言った。 「それならアルケラオスよ、カッパドキア人にして蛮族の王の奴隷――いや、お前が望むなら友と言ってもよいが――であるお前が、これほどの見返りの前でも恥ずべき行為に耐えられないというのに、ローマ人の総司令官でありスッラである私に向かって、よくも裏切りの話を持ちかけることができたものだ。まるで、十二万の軍勢からわずか一握りの供とともにカイロネイアから逃亡し、オルコメノスの湿地に二日間身を隠し、ボイオティアを死骸の山によって通行不能にした、あのアルケラオスではないかのようではないか」これを聞いてアルケラオスは態度を一変させ、平伏して戦争をやめミトリダテスと講和するよう懇願した。スッラがこの提案を受け入れると、条約が締結された。すなわち、ミトリダテスはアジアとパフラゴニアを放棄し、ビテュニアをニコメデスに、カッパドキアをアリオバルザネスに譲り渡し、ローマ人に二千タラントンを支払い、固有の艤装を備えた青銅衝角付き軍船七十隻を引き渡すこと、そしてスッラは彼に対しそれ以外の支配権を承認し、ローマ人の同盟者と宣言することであった。
- 22.1ὀλίγου χρόνου
時間の属格で、「短時間のうちに」「少しの時間の間に」を意味する副詞的表現。
- 22.2ἀπορουμένῳ δʼ αὐτῷ
主動詞 παραγίνεται(現れる、到着する)に対する間接目的語の与格。これに 二つの現在分詞 ὑπομένοντι と ἐπινοοῦντι が並列して係り、スッラの苦悩の内容と心理状態を多層的に修飾している。
- 22.4ἀφοσιουμένου δὲ τοῦ Ἀρχελάου τήν προδοσίαν
絶対属格構文。動詞 ἀφοσιόομαι はここでは「身の穢れを祓うように忌み嫌って拒絶する」「不浄・罪悪として退ける」の意味で直接目的語(τήν προδοσίαν)をとっている。
- 22.4ὀλιγοστὸς ἀπὸ μυριάδων δυοκαίδεκα
ὀλιγοστός は「ごく少数の者の一人として」「わずかな供を連れて」の意。前置詞句 ἀπὸ μυριάδων δυοκαίδεκα(十二万の軍勢から)と組み合わさり、大軍の中で生き残った極めてわずかな人数で逃げ延びた境遇を表す。
- 22.5Μιθριδάτην μὲν Ἀσίαν ἀφεῖναι
名詞 συνθῆκαι(条約・協定)の内容を規定・説明する対格不定詞句の連続。ミトリダテス側が主語の ἀφεῖναι, ἐκστῆναι, καταβαλεῖν, δοῦναι と、スッラ側が主語の Σύλλαν δὲ ... βεβαιοῦν, ψηφίζεσθαι が対比されている。
