- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:12.1-12.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
スッラはアテナイとペイライエウスを包囲して強引な力攻めを行い、資材と資金の調達のためにアカデイメイアの森を伐採しデルポイ等の聖域から財宝を徴収した。かつてのローマ将軍たちの節度と、兵士の買収により国を荒廃させ内乱を引き起こした当時の将軍たちの腐敗が対比される。
Σύλλας δὲ τὰς μὲν ἄλλας πόλεις εὐθὺς εἶχεν ἐπιπρεσβευομένας καὶ καλούσας, ταῖς δὲ Ἀθήναις διὰ τὸν τύραννον Ἀριστίωνα βασιλεύεσθαι ἠναγκασμέναις ἄθρους ἐπέστη καὶ τὸν Πειραιᾶ περιλαβὼν ἐπολιόρκει, μηχανήν τε πᾶσαν ἐφιστὰς καὶ μάχας παντοδαπὰς ποιούμενος.
スッラに対しては、他の諸都市は直ちに使節を派遣して招き入れたが、アテナイは僭主アリスティオンのせいで王政のもとに屈従させられていたため、彼は全軍で立ち向かい、ペイライエウスを包囲して攻囲戦を開始し、あらゆる攻城兵器を配備し、様々な戦闘を仕掛けた。
καίτοι χρόνον οὐ πολὺν ἀνασχομένῳ παρῆν1 ἀκινδύνως ἑλεῖν τὴν ἄνω πόλιν, ὑπὸ λιμοῦ συνηγμένην ἤδη τῇ χρείᾳ τῶν ἀναγκαίων εἰς τὸν ἔσχατον καιρόν ἀλλʼ ἐπειγόμενος εἰς Ῥώμην καὶ δεδιὼς τὸν ἐκεῖ νεωτερισμόν, πολλοῖς μὲν κινδύνοις, πολλαῖς δὲ μάχαις, μεγάλαις δὲ δαπάναις κατέσπευδε τὸν πόλεμον, ᾧ γε δίχα τῆς ἄλλης παρασκευῆς ἡ περὶ τὰ μηχανήματα πραγματεία ζεύγεσι μυρίοις ὀρικοῖς ἐχορηγεῖτο, καθʼ ἡμέραν ἐνεργοῖς οὖσι πρὸς τήν ὑπηρεσίαν.
もっとも、少しの間持ちこたえて待っていれば、日用品の欠乏により飢餓によってすでに極限状態に追い詰められていた上の町(アクロポリス側)を危険なしに陥落させることができたはずであった。しかし、ローマへと急ぎ、かの地での体制変革を恐れていたため、彼は多くの危険、多くの戦闘、莫大な出費を重ねて戦争を急ぎ立てた。実際、その他の軍備を除いても、攻城兵器に関する作業だけで、日々の役務のために毎日稼働する一万組のラバが供出されていたのである。
ἐπιλειπούσης δὲ τῆς ὕλης διὰ τὸ κόπτεσθαι πολλὰ τῶν ἔργων περικλώμενα τοῖς αὑτῶν βρίθεσι καὶ πυρπολεῖσθαι βαλλόμενα συνεχῶς ὑπὸ τῶν πολεμίων, ἐπεχείρησε τοῖς ἱεροῖς ἄλσεσι, καὶ τήν τε Ἀκαδήμειαν ἔκειρε δενδροφορωτάτην προαστείων οὖσαν καὶ τὸ Λύκειον. ἐπεὶ δὲ καὶ χρημάτων ἔδει πολλῶν πρὸς τὸν πόλεμον, ἐκίνει τὰ τῆς Ἑλλάδος ἄσυλα, τοῦτο μὲν ἐξ Ἐπιδαύρου, τοῦτο δὲ ἐξ Ὀλυμπίας, τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν ἀναθημάτων μεταπεμπόμενος.
また、多くの構造物が自らの重みで折れ曲がって砕け散り、敵の絶え間ない投擲によって焼き払われて破壊されたために木材が不足すると、彼は聖なる木立に手をつけ、郊外で最も木々の生い茂っていたアカデイメイアを伐採し、リュケイオンも切り倒した。さらに戦争には多額の資金も必要であったため、彼はギリシアの聖域に手を伸ばし、エピダウロスから、またオリンピアから、奉納物の中で最も美しく最も高価な品々を取り寄せた。
ἔγραψε δὲ καὶ τοῖς Ἀμφικτύοσιν εἰς Δελφοὺς ὅτι τὰ χρήματα τοῦ θεοῦ βέλτιον εἴη κομισθῆναι πρὸς αὐτόν ἢ γὰρ φυλάξειν ἀσφαλέστερον ἢ καὶ ἀποχρησάμενος ἀποδώσειν οὐκ ἐλάττω· καὶ τῶν φίλων ἀπέστειλε Κάφιν τὸν Φωκέα κελεύσας σταθμῷ παραλαβεῖν ἕκαστον. ὁ δὲ Κάφις ἧκε μὲν εἰς Δελφούς, ὤκνει δὲ τῶν ἱερῶν θιγεῖν, καὶ πολλὰ τῶν Ἀμφικτυόνων παρόντων ἀπεδάκρυσε τήν ἀνάγκην.
彼はデルポイのアンピクテュオン評議会に対しても、神の財宝は自分の手元に運ばれる方がよいと書き送った。より安全に保管するか、あるいは使い果たしたとしてもそれと同等以上のものを返済するからだというのである。そして友人の中からポキス人のカピスを派遣し、各品を重量を量って受け取るよう命じた。カピスはデルポイに赴いたものの、神聖な品々に手を触れることを躊躇し、アンピクテュオン評議会の委員たちが居並ぶ前で、余儀なき事態に涙を流して嘆いた。
ἐνίων δὲ φασκόντων ἀκοῦσαι φθεγγομένης τῆς ἐν τοῖς ἀνακτόροις κιθάρας, εἴτε πιστεύσας εἴτε τὸν Σύλλαν βουλόμενος ἐμβαλεῖν εἰς δεισιδαιμονίαν, ἐπέστειλε πρὸς αὐτόν, ὁ δὲ σκώπτων ἀντέγραψε θαυμάζειν τὸν Κάφιν, εἰ μὴ συνίησιν ὅτι χαίροντος, οὐ χαλεπαίνοντος, εἴη τὸ ᾅδειν· ὥστε θαρροῦντα λαμβάνειν ἐκέλευσεν, ὡς ἡδομένου τοῦ θεοῦ καὶ διδόντος.
そして、神殿の中で鳴り響く竪琴の音を聞いたと主張する者たちがいたため、カピスはそれを信じたのか、あるいはスッラに畏怖の念を抱かせようとしたのか、彼に手紙を送った。だがスッラは嘲笑を交えて返書を送り、歌うことは喜んでいる証拠であって怒っている証拠ではないということが分からないとはカピスには驚くと述べ、神が喜び進んで与えてくださっているのだから、安心して受け取るようにと命じた。
τὰ μὲν οὖν ἄλλα διέλαθε τούς γε πολλοὺς Ἕλληνας ἐκπεμπόμενα, τὸν δὲ ἀργυροῦν πίθον, ὃς ἦν ὑπόλοιπος ἔτι τῶν βασιλικῶν, διὰ βάρος καὶ μέγεθος οὐ δυναμένων ἀναλαβεῖν τῶν ὑποζυγίων, ἀναγκαζόμενοι κατακόπτειν οἱ Ἀμφικτύονες εἰς μνήμην ἐβάλοντο τοῦτο μὲν Τίτον Φλαμινῖνον καὶ Μάνιον Ἀκύλιον, τοῦτο δὲ Αἰμίλιον Παῦλον, ὧν ὁ μὲν Ἀντίοχον ἐξελάσας τῆς Ἑλλάδος, οἱ δὲ τούς Μακεδόνων βασιλεῖς καταπολεμήσαντες οὐ μόνον ἀπέσχοντο τῶν ἱερῶν τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ δῶρα καὶ τιμὴν αὐτοῖς καὶ σεμνότητα πολλὴν προσέθεσαν.
そこで他の品々は、大半のギリシア人には気づかれないまま運び出されたが、かつて諸王から献納されたものの生き残りであった銀の大甕は、重量と大きさのゆえに駄獣で運び出すことができず、アンピクテュオン評議会の者たちはそれを細かく砕くことを余儀なくされ、ティトゥス・フラミニヌスとマニウス・アキリウス、さらにはアイミリウス・パウルスのことを思い起こした。彼らのうち一方はアンティオコスをギリシアから駆逐し、他の者たちはマケドニアの王たちを打ち破ったが、ギリシアの聖域を侵さなかったばかりか、それらに贈り物や名誉、そして多大なる威厳を付け加えたのである。
ἀλλʼ ἐκεῖνοι μὲν ἀνδρῶν τε σωφρόνων καὶ μεμαθηκότων σιωπῇ τοῖς ἄρχουσι παρέχειν τὰς χεῖρας ἡγούμενοι κατὰ νόμον, αὐτοί τε ταῖς ψυχαῖς βασιλικοὶ καὶ ταῖς δαπάναις εὐτελεῖς ὄντες, μετρίοις ἐχρῶντο καὶ τεταγμένοις ἀναλώμασι, τὸ κολακεύειν τούς στρατιώτας αἴσχιον ἡγούμενοι τοῦ δεδιέναι τούς πολεμίους·
しかし、かの昔の将軍たちは、分別があり、沈黙のうちに指揮官たちに手を委ねることを学んだ兵士たちを法に従って率いており、自らも精神において高貴であり、支出においては質素であって、適度で決められた費用を用いていたのであり、兵士たちに諂うことは敵を恐れることよりも恥ずべきことだと考えていた。
οἱ δὲ τότε στρατηγοὶ βίᾳ τὸ πρωτεῖον, οὐκ ἀρετῇ, κτώμενοι, καὶ μᾶλλον ἐπʼ ἀλλήλους δεόμενοι τῶν ὅπλων ἢ τούς πολεμίους, ἠναγκάζοντο δημαγωγεῖν ἐν τῷ στρατηγεῖν, εἶθʼ ὧν εἰς τὰς ἡδυπαθείας τοῖς στρατευομένοις ἀνήλισκον ὠνούμενοι τούς πόνους αὑτῶν,2 ἔλαθον ὤνιον ὅλην τήν πατρίδα ποιήσαντες ἑαυτούς τε δούλους τῶν κακίστων ἐπὶ τῷ τῶν βελτιόνων ἄρχειν. ταῦτα ἐξήλαυνε Μάριον, εἶτʼ αὖθις ἐπὶ Σύλλαν κατῆγε, ταῦτα Ὀκταουΐου τούς περὶ Κίνναν, ταῦτα Φλάκκου τούς περὶ Φιμβρίαν αὐτόχειρας ἐποίησεν.3
これに対して当時の将軍たちは、徳によってではなく暴力によって最高位を獲得し、敵に対してよりも互いに対して兵器を必要としていたため、軍を指揮する際にも民衆扇動の手口を用いざるを得なかった。そして、従軍する者たちの快楽のために費やし、それによって彼らの労苦を買い取っていたものゆえに、知らぬ間に祖国全体を売り物に供し、より優れた者たちを支配するために最も卑劣な者たちの奴隷となってしまったのである。このことがマリウスを追放し、次いで再びスッラに対して連れ戻し、このことがオクタウィウスに対してはキンナの一味を、フラックスに対してはフィンブリアの一味をその殺害者に仕立て上げたのである。
ὧν οὐχ ἥκιστα Σύλλας ἐνέδωκεν ἀρχάς, ἐπὶ τῷ διαφθείρειν καὶ μετακαλεῖν τούς ὑπʼ ἄλλοις ταττομένους καταχορηγῶν εἰς τούς ὑφʼ αὑτῷ καὶ δαπανώμενος, ὥστε ἅμα τούς ἄλλους μὲν εἰς προδοσίαν, τούς δὲ ὑφʼ αὑτῷ εἰς ἀσωτίαν διαφθείρων χρημάτων δεῖσθαι πολλῶν, καὶ μάλιστα πρὸς τὴν πολιορκίαν ἐκείνην.
スッラはこれらの悪弊の先鞭を誰よりも強くつけ、他人の配下に配置されている兵士たちを買収して味方に引き入れるために、自らの麾下にいる者たちに過大な施しを与えて散財した。その結果、同時に他の者たちを裏切りへと、また自らの手下の者たちを放縦へと堕落させていたため、多額の資金を、とりわけかの攻囲戦のために必要とすることになったのである。
- 12.2ἀνασχομένῳ παρῆν
与格分詞 ἀνασχομένῳ は非人称動詞 παρῆν(可能を表す)の意味上の主語(「〜にとり可能であった」の与格)。「彼(スッラ)が少しの間待っていれば、落とすことができたはずであった」という事実に反する可能を示す。
- 12.8εἶθʼ ὧν εἰς τὰς ἡδυπαθείας τοῖς στρατευομένοις ἀνήλισκον ὠνούμενοι τοὺς πόνους αὑτῶν
ὧν は関係代名詞の属格で、先行詞(資金・財宝など)が省略されつつ、後続する動詞あるいは道具・手段を表す名詞句の格に牽引されたか、または原因・手段の属格として機能している。「兵士たちの労苦を買い取るために兵士たちの快楽へと費やした資金によって」。αὑτῶν は文脈上、兵士たち(τοῖς στρατευομένοις)を指す再帰代名詞。
- 12.8Ὀκταουΐου τοὺς περὶ Κίνναν, ταῦτα Φλάκκου τοὺς περὶ Φιμβρίαν αὐτόχειρας ἐποίησεν
二重対格構文(ποιέω + 対格目的語 + 対格補語)であり、τοὺς περὶ Κίνναν が目的語、αὐτόχειρας が述語名詞(補語)。属格 Ὀκταουΐου および Φλάκκου は αὐτόχειρας に係る目的格的属格で、「オクタウィウスの直接の殺害者」「フラックスの直接の殺害者」を意味する。
